§19.1πραττομένων δὲ τούτων τοῦ τε Πορσίνα πᾶσαν ἤδη τὴν πολεμικὴν ἀνεικότος παρασκευὴν διὰ πίστιν, αἱ παρθένοι τῶν Ῥωμαίων κατῆλθον ἐπὶ λουτρόν ἔνθα δὴ μηνοειδής τις ὄχθη περιβάλλουσα τὸν ποταμὸν ἡσυχίαν μάλιστα καὶ γαλήνην τοῦ κύματος παρεῖχεν.
当这些事情正在进行,且波塞纳因出于信任而已放缓了所有军事准备时,罗马人的少女们下到河里去沐浴,那里的一个新月形河岸环绕着河流,使波浪显得格外宁静和安详。
ὡς δʼ οὔτε τινὰ φυλακὴν ἑώρων οὔτε παριόντας ἄλλως ἢ διαπλέοντας, ὁρμὴν ἔσχον ἀπονή ξασθαι πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας.
当她们看到既无守卫,也无旁人通过(除了乘船渡河的人之外)时,便产生了逆着强劲的水流和深邃的漩涡游过去的冲动。
§19.2ἔνιοι δέ φασι μίαν αὐτῶν, ὄνομα Κλοιλίαν, ἵππῳ διεξελάσαι τὸν πόρον, ἐγκελευομένην ταῖς ἄλλαις νεούσαις καὶ παραθαρρύνουσαν.
有些人说,她们中一个名叫克洛伊莉娅的少女骑马渡过了渡口,并在一旁鼓励和鼓舞着其他正在游泳的少女。
ἐπεὶ δὲ σωθεῖσαι πρὸς τὸν Ποπλικόλαν ἧκον, οὐκ ἐθαύμασεν οὐδʼ ἠγάπησεν, ἀλλʼ ἠνιάθη, ὅτι Πορσίνα κακίων ἐν πίστει φανεῖται, καὶ τὸ τόλμημα τῶν παρθένων αἰτίαν ἕξει κακούργημα Ῥωμαίων γεγονέναι.
但当她们平安抵达波普利科拉那里时,他既没有赞叹也没有欢迎,反而感到痛苦,因为他觉得自己在信义上显得比波塞纳更差,而且少女们的冒险举动会招致这是罗马人背信弃义之举的指责。
διὸ συλλαβὼν αὐτὰς πάλιν ἀπέστειλε πρὸς τὸν Πορσίναν.
因此,他将她们扣留并重新送回给波塞纳。
§19.3ταῦτα δʼ οἱ περὶ τὸν Ταρκύνιον προαισθόμενοι, καὶ καθίσαντες ἐνέδραν τοῖς ἄγουσι τὰς παῖδας, ἐν τῷ περᾶν ἐπέθεντο πλείονες ὄντες.
塔克文的党羽预先察觉到了这件事,并在运送少女们的途中设下埋伏,在她们渡河时以优势人数发动了袭击。
ἐκείνων δὲ ὅμως ἀμυνομένων, ἡ Ποπλικόλα θυγάτηρ Οὐαλλερία διὰ μέσων ὁρμήσασα τῶν μαχομένων ἀπέφυγε, καὶ τρεῖς τινες οἰκέται συνδιεκπεσόντες ἔσῳζον αὐτήν, τῶν δʼ ἄλλων οὐκ ἀκινδύνως ἀναμεμιγμένων τοῖς μαχομένοις, αἰθόμενος Ἄρρων ὁ Πορσίνα υἱὸς ὀξέως προσεβοήθησε, καὶ φυγῆς γενομένης τῶν πολεμίων περιεποίησε τοὺς Ῥωμαίους.
尽管护送人员进行了抵抗,波普利科拉的女儿瓦莱里娅还是从交战的人群中冲出并逃脱,三名仆人也一同突围保全了她。 在其他人冒着危险与交战者混杂在一起时,波塞纳的儿子阿伦斯察觉到了情况,迅速赶来救援,在击退敌人后保全了罗马人。
§19.4ὡς δὲ τὰς παρθένους κομισθείσας ὁ Πορσίνας εἶδε, τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις ἐζήτει.
当波塞纳看到被送回的少女们时,便寻找发起这一行动并鼓动其他人的人。
ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο.
听到克洛伊莉娅的名字后,他以仁慈而愉悦的脸色看着她,并下令牵来一匹装饰精美的皇家马匹赠送给她。
τοῦτο ποιοῦνται μαρτύριον οἱ μόνην τὴν Κλοιλίαν λέγοντες ἵππῳ διεξελάσαι τὸν ποταμόν.
那些说只有克洛伊莉娅一人骑马渡河的人,便以此事作为证据。
§19.5οἱ δʼ οὔ φασιν, ἀλλὰ τιμῆσαι τὸ ἀνδρῶδες αὐτῆς τὸν Τυρρηνόν.
但另一些人则说并非如此,而是伊特鲁里亚人为了表彰她那不输男子的英勇。
ἀνάκειται δὲ τὴν ἱερὰν ὁδὸν πορευομένοις εἰς Παλάτιον ἀνδριὰς αὐτῆς ἔφιππος, ὅν τινες οὐ τῆς Κλοιλίας, ἀλλὰ τῆς Οὐαλλερίας εἶναι λέγουσιν.
在通往帕拉蒂乌姆山丘的圣道上,立着一座她骑马的雕像,有人说那不是克洛伊莉娅的,而是瓦莱里娅的。
ὁ δὲ Πορσίνας διαλλαγεὶς τοῖς Ῥωμαίοις ἄλλην τε ἑαυτοῦ πολλὴν μεγαλοφροσύνην ἐπεδείξατο τῇ πόλει, καὶ τὰ ὅπλα τοὺς Τυρρηνοὺς ἀναλαβεῖν κελεύσας, ἄλλο δὲ μηδέν, §19.6ἀλλʼ ἐκλείπειν τὸν χάρακα σίτου τε πολλοῦ καὶ χρημάτων γέμοντα παντοδαπῶν, παρέδωκε τοῖς Ῥωμαίοις.
波塞纳与罗马人达成和解,向城邦展现了他其他许多慷慨大度之举,他命令伊特鲁里亚人只带上武器,别无他物,而是留下装满了丰富粮食和各种财宝的营地离去,将其移交给罗马人。
διὸ καὶ καθʼ ἡμᾶς ἔτι πωλοῦντες τὰ δημόσια πρῶτα κηρύττουσι τὰ Πορσίνα χρήματα, τιμὴν τῷ ἀνδρὶ τῆς χάριτος ἀίδιον ἐν τῇ μνήμῃ διαφυλάττοντες.
因此,直到我们今天,在拍卖公有财产时,人们仍首先宣布这是“波塞纳的财产”,以此在记忆中永远保留对这位伟人恩泽的尊崇。
εἱστήκει δὲ καὶ χαλκοῦς ἀνδριὰς αὐτοῦ παρὰ τὸ βουλευτήριον, ἁπλοῦς καὶ ἀρχαϊκὸς τῇ ἐργασίᾳ.
在议事堂旁也立着一座他的青铜雕像,其工艺简朴而古雅。