§18.1ὁ μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίναν βαρὺν ἡγούμενος ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπʼ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλʼ ἐθάρρει καὶ προὐκαλεῖτο πολλάκις ὡς ἐξελέγξων κάκιστον ἀνδρῶν καὶ δικαίως ἀφαιρεθέντα τὴν ἀρχήν, ἀποκριναμένου δὲ τὸν Ταρκυνίου τραχύτερον, οὐδένα ποιεῖσθαι δικαστήν, ἥκιστα δὲ Πορσίναν, εἰ σύμμαχος ὢν μεταβάλλεται,
然而,波普利科拉本人并不认为波塞纳是个令人厌烦的敌人,反而认为他值得成为城邦的重要朋友和盟友,因此他不回避在波塞纳面前与塔克文进行裁判,而是满怀信心,屡次向其发起挑战,意图证明塔克文是人中最邪恶者,且是被公正地剥夺了统治权。 但塔克文的态度十分生硬,回答说他绝不接受任何人作裁判,尤其是波塞纳——如果波塞纳身为盟友却改变立场的话。
§18.2δυσχεράνας καὶ καταγνοὺς ὁ Πορσίνας, ἅμα δὲ τὸν παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον ἐξισταμένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτομόλους, ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περιπορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλλερία.
波塞纳对此感到不快并对塔克文大失所望,同时由于他的儿子阿伦斯也在为罗马人恳求并多方奔走,他结束了战争,条件是罗马人退出他们所占领的伊特鲁里亚领土,送还俘虏,并领回逃兵。 在这些条件之下,罗马人从贵族子弟中送出了十名身穿紫边外衣的少年和同等数量的少女作为人质,其中也包括波普利科拉的女儿瓦莱里娅。