§20.1μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος μὲν ἀπεδείχθη Μᾶρκος Οὐαλλέριος, ἀδελφὸς Ποπλικόλα, καὶ Ποστούμιος Τούβερτος.
此后,当萨宾人侵入其领土时,波普利科拉的兄弟马尔库斯·瓦莱里乌斯与波斯图米乌斯·图贝尔图斯被任命为执政官。
πραττομένων δὲ τῶν μεγίστων γνώμῃ καὶ παρουσίᾳ Ποπλικόλα δυσὶ μάχαις μεγάλαις ὁ Μᾶρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε.
在最重大的事务皆凭波普利科拉的建议和在场而进行期间,马尔库斯在两次大战中取得胜利,其中在第二次战役中,他未折损一名罗马人,便歼灭了一万三千名敌军。
§20.2καὶ γέρας ἔσχεν ἐπὶ τοῖς θριάμβοις οἰκίαν αὐτῷ γενέσθαι δημοσίοις ἀναλώμασιν ἐν Παλατίῳ.
作为凯旋式的奖赏,他获得了一项特权,即在帕拉蒂乌姆山丘上用公费为他建造一座住宅。
τῶν δʼ ἄλλων τότε θυρῶν εἴσω τῆς οἰκίας εἰς τὸ κλεισίον ἀνοιγομένων, ἐκείνης μόνης τῆς οἰκίας ἐποίησαν ἐκτὸς ἀπάγεσθαι τὴν αὔλειον, ὡς δὴ κατὰ τὸ συγχώρημα τῆς τιμῆς ἀεὶ τοῦ δημοσίου προσεπιλαμβάνοι.
当时其他所有住宅的门都是向内、即向着房间方向开启的,唯独那座住宅的玄关大门被做成向外开启,以便根据这一荣誉的让渡,他可以始终多占一点公共空间。
§20.3τὰς δʼ Ἑλληνικὰς πρότερον οὕτως ἔχειν ἁπάσας λέγουσιν, ἀπὸ τῶν κωμῳδιῶν λαμβάνοντες, ὅτι κόπτουσι καὶ ψοφοῦσι τὰς αὑτῶν θύρας ἔνδοθεν οἱ προϊέναι μέλλοντες, ὅπως αἴσθησις ἔξω γένοιτο τοῖς παρερχομένοις ἢ προεστῶσι καὶ μὴ καταλαμβάνοιντο προϊούσαις ταῖς κλεισιάσιν εἰς τὸν στενωπόν.
据说以前希腊所有的住宅也是这样,这是从喜剧中推导出来的,因为将要外出的人会从内部敲击并使自己的门发出声响,以便向外面路过或站在门前的人示警,使他们不至于因门扇向小巷一侧开启而被撞个正着。