§16.1ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην ἐν ᾗ καὶ τὸν υἱὸν ἀπώλεσε μονομαχήσαντα Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευσε Λάραν Πορσίναν, ἄνδρα καὶ δύναμιν μεγίστην ἔχοντα τῶν Ἰταλικῶν βασιλέων καὶ δοκοῦντα χρηστὸν εἶναι καὶ φιλότιμον ὁ δʼ ὑπέσχετο βοηθήσειν.
塔克文在经历了一场大战(在那场战斗中,他的儿子与布鲁图斯单挑而阵亡)之后,逃往克鲁西乌姆,向拉拉斯·波塞纳求援。 波塞纳在意大利诸王中实力最强,且被公认为贤明而重荣誉,他便许诺予以援助。
καὶ πρῶτον μὲν ἔπεμψεν εἰς Ῥώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον ὡς δʼ οὐχ ὑπήκουσαν οἱ Ῥωμαῖοι, καταγγείλας αὐτοῖς πόλεμον καὶ χρόνον ἐν ᾧ καὶ τόπον εἰς ὃν ἔμελλεν ἐμβαλεῖν, ἀφίκετο μετὰ πολλῆς δυνάμεως.
首先,他向罗马派遣使者,命令他们接纳塔克文;但罗马人并未听从,于是他向他们宣战,并宣告了他将要入侵的时间和地点,随后率领大军抵达。
§16.2Ποπλικόλας δʼ ᾑρέθη μὲν ἀπὼν ὕπατος τὸ δεύτερον, καὶ σὺν αὐτῷ Τίτος Λουκρήτιος·
波普利科拉在缺席的情况下第二次当选执政官,与他一同当选的还有提图斯·卢克莱修。
ἐπανελθὼν δὲ εἰς Ῥώμην καὶ βουλόμενος τῷ φρονήματι πρῶτον ὑπερβαλέσθαι τὸν Πορσίναν, ἔκτιζε πόλιν Σιγλιουρίαν ἤδη πλησίον ὄντος αὐτοῦ, καὶ τειχίσας μεγάλοις ἀναλώμασιν ἑπτακοσίους ἐποικοὺς ἀπέστειλεν, ὡς ῥᾳδίως φέρων καὶ ἀδεῶς τὸν πόλεμον.
波普利科拉回到罗马后,希望首先在气魄上压倒波塞纳,因而在波塞纳已逼近的情况下,开始建造西格利乌里亚城,并在耗费巨资筑起城墙后,派遣了七百名移民前往,以此表明他能够轻松且无所畏惧地应对战争。
§16.3οὐ μὴν ἀλλὰ προσβολῆς ὀξείας τῷ τείχει γενομένης ἐξεώσθησαν οἱ φύλακες ὑπὸ τοῦ Πορσίνα, καὶ φεύγοντες ὀλίγου συνεπεσπάσαντο τοὺς πολεμίους εἰς τὴν πόλιν.
然而,当城墙遭到猛烈进攻时,守军被波塞纳击退,他们在逃跑时几乎把敌人也顺带引进了城里。
ἔφθη; δὲ πρὸ τῶν πυλῶν ἐκβοηθήσας ὁ Ποπλικόλας, καὶ μάχην συνάψας παρὰ τὸν ποταμόν ἀντεῖχε πλήθει βιαζομένοις τοῖς πολεμίοις, ἄχρι οὗ τραύμασι νεανικοῖς περιπεσὼν ἀπεκομίσθη φοράδην ἐκ τῆς μάχης.
幸而波普利科拉及时赶到城门前接应,并在河畔与敌人交战,抵抗着凭人数优势步步紧逼的敌军,直到他身受重伤,被用担架抬离战场。
§16.4τὸ δʼ αὐτὸ καὶ Λουκρητίου τοῦ συνάρχοντος αὐτῷ παθόντος ἀθυμία τοῖς Ῥωμαίοις ἐνέπεσε, καὶ φυγῇ πρὸς τὴν πόλιν ἔσῳζον ἑαυτούς, ὠθουμένων δὲ τῶν πολεμίων διὰ τῆς ξυλίνης γεφύρας ἐκινδύνευσεν ἡ Ῥώμη κατὰ κράτος ἁλῶναι.
当他的同僚卢克莱修也遭遇了同样的事情时,罗马人陷入了沮丧之中,纷纷逃向城内以求自保;而随着敌人经由木桥涌来,罗马面临着被强攻攻陷的危险。
πρῶτος δὲ Κόκλιος Ὡράτιος καὶ σὺν αὐτῷ δύο τῶν ἐπιφανεστάτων ἀνδρῶν, Ἑρμίνιος καὶ Λάρκιος, ἀντέστησαν περὶ τὴν ξυλίνην γέφυραν.
但霍拉提乌斯·科克莱斯首先挺身而出,与他并肩作战的还有两位最杰出的人物——赫尔米尼乌斯和拉尔基乌斯,他们在木桥旁坚守。
§16.5ὁ δʼ Ὡράτιος τὸν Κόκλιον ἐπωνύμιον ἔσχεν ἐν πολέμῳ τῶν ὀμμάτων θάτερον ἐκ κοπείς· ὡς δʼ ἔνιοι λέγουσι, διὰ σιμότητα τῆς ῥινὸς ἐνδεδυκυίας ὥστε μηδὲν εἶναι τὸ διορίζον τὰ ὄμματα καὶ τὰς ὀφρῦς συγκεχύσθαι, Κύκλωπα βουλόμενοι καλεῖν αὐτὸν οἱ πολλοὶ τῆς γλώττης ὀλισθαινούσης ἐκράτησεν ὑπὸ πλήθους Κόκλιον καλεῖσθαι.
这位霍拉提乌斯之所以得到“科克莱斯”这一绰号,是因为在战争中他的一只眼睛被挖去了;但正如一些人所说,这是因为他的鼻子扁平下凹,以至于双眼之间毫无间隔,且眉毛连在一起,因而大众本想称他为“独眼巨人”,但由于口误,在众人之中“科克莱斯”这个称呼最终占了上风。
§16.6οὗτος ἑστὼς πρὸ τῆς γεφύρας ἠμύνετο τοὺς πολεμίους, ἄχρι οὗ διέκοψαν οἱ σὺν αὐτῷ κατόπιν τὴν γέφυραν.
他只身站在桥前抵御敌人,直到他的同伴在后方将桥砍断。
οὕτω δὲ μετὰ τῶν ὅπλων ἀφεὶς ἑαυτὸν εἰς τὸν ποταμόν ἀπενήξατο, καὶ προσέμιξε τῇ πέραν ὄχθῃ δόρατι Τυρρηνικῷ βεβλημένος τὸν γλουτόν.
随后,他身着铠甲跃入河中,游到了对岸,尽管他的臀部被伊特鲁里亚人的长矛刺中。
§16.7ὁ δὲ Ποπλικόλας τὴν ἀρετὴν θαυμάσας αὐτίκα μὲν εἰσηγήσατο Ῥωμαίους ἅπαντας, ὅσην ἕκαστος ἐν ἡμέρᾳ τροφὴν ἀνήλισκε, δοῦναι συνεισενεγκόντας, ἔπειτα τῆς χώρας ἣν αὐτὸς περιαρόσειεν ἐν ἡμέρᾳ, πρὸς δὲ τούτοις εἰκόνα χαλκῆν ἔστησαν αὐτῷ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, τὴν γενομένην ἐκ τοῦ τραύματος τῷ ἀνδρὶ χωλότητα μετὰ τιμῆς παρηγοροῦντες.
波普利科拉对他的英勇赞叹不已,立即提议全体罗马人共同集资,将每人一天所消耗的口粮赠送给他,随后又将他一天之内所能环绕耕作的土地赠予他。 除此之外,他们还在赫菲斯托斯的神庙里为他树立了一尊青铜像,用荣誉来抚慰这个因受伤而致残的人。