§15.1ἔοικε δὲ καὶ περὶ τὸν δεύτερον ναὸν ὁμοία τύχη γενέσθαι τῆς καθιερώσεως, τὸν μὲν γὰρ πρῶτον, ὡς εἴρηται, Ταρκυνίου κατασκευάσαντος, Ὡρατίου δὲ καθιερώσαντος, ἐν τοῖς ἐμφυλίοις πολέμοις πῦρ ἀπώλεσε· τὸν δὲ δεύτερον ἀνέστησε μὲν Σύλλας, ἐπεγράφη δὲ τῇ καθιερώσει Κάτουλος Σύλλα προ αποθανόντος.
关于第二座神殿的献殿礼,似乎也碰到了类似的命运。 因为第一座神殿,如前所述,是由塔克文建造,并由霍拉提乌斯奉献的,但在内战中被大火吞噬;而第二座神殿是由苏拉重建,由于苏拉在落成前去世,卡图鲁斯的名字被刻在了献殿礼的铭文上。
§15.2τούτου δὲ πάλιν ἐν ταῖς κατὰ Οὐιτέλλιον στάσεσι διαφθαρέντος τὸν τρίτον τῇ πρὸς τἆλλα καὶ τοῦτο χρησάμενος εὐποτμίᾳ Οὐεσπασιανὸς ἐξ ἀρχῆς ἄχρι τέλους ἀναγαγὼν, ἐπεῖδε γενόμενον καὶ φθειρόμενον μετʼ ὀλίγον οὐκ ἐπεῖδεν, ἀλλὰ τοσοῦτον εὐτυχίᾳ Σύλλαν παρῆλθεν ὅσον ἐκεῖνον μὲν τῆς ἀφιερώσεως τοῦ ἔργου, τοῦτον δὲ τῆς ἀναιρέσεως προαποθανεῖν.
在维特里乌斯时期的动乱中,此殿再次被毁,韦斯巴芗在其他事物及此事上均享有极佳的运气,他自始至终完成了第三座神殿的建造,目睹了它的落成,却未曾亲眼看见它不久后的毁灭;相反,他在幸运上超越了苏拉,其程度正如苏拉在该工程奉献之前去世,而他则在该工程毁灭之前去世。
ἅμα γὰρ τῷ τελευτῆσαι Οὐεσπασιανὸν ἐνεπρήσθη τὸ Καπιτώλιον.
因为就在韦斯巴芗驾崩的同时,卡皮托里乌斯便被焚毁了。
§15.3ὁ δὲ τέταρτος οὗτος ὑπὸ Δομετιανοῦ καὶ συνετελέσθη καὶ καθιερώθη.
而这第四座神殿则是由多米提安落成并举行献殿礼的。
λέγεται δὲ Ταρκύνιον εἰς τοὺς θεμελίους ἀναλῶσαι λίτρας ἀργυρίου τετρακισμυρίας· τούτου δὲ τοῦ καθʼ ἡμᾶς τὸν μέγιστον ἐν Ῥώμῃ τῶν ἰδιωτικῶν πλοῦτον ἐκλογισθέντα τὸ τῆς χρυσώσεως μὴ τελέσαι ἂν ἀνάλωμα, πλέον ἢ δισχιλίων καὶ μυρίων ταλάντων γενόμενον.
据说塔克文为地基花费了四万磅白银;但对于我们时代的这座神殿,即使算上罗马最富有私人的全部家产,也无法支付其贴金的费用,因为这一项就超过了一万二千塔兰同。
§15.4οἱ δὲ κίονες ἐκ τοῦ Πεντελῆσιν ἐτμήθησαν λίθου, κάλλιστα τῷ πάχει πρὸς τὸ μῆκος ἔχοντες· εἴδομεν γὰρ αὐτοὺς Ἀθήνησιν.
柱子是用彭特利孔山的石材开采出来的,其粗细与长度的比例极其完美;因为我们在雅典见过它们。
ἐν δὲ Ῥώμῃ πληγέντες αὖθις καὶ ἀναξυσθέντες οὐ τοσοῦτον ἔσχον γλαφυρίας ὅσον ἀπώλεσαν συμμετρίας καὶ τοῦ καλοῦ, διάκενοι καὶ λαγαροὶ φανέντες.
但在罗马重新被雕琢磨光后,它们并没有增加多少光滑度,反而失去了对称与美感,显得过于空洞和瘦削。
§15.5ὁ μέντοι θαυμάσας τοῦ Καπιτωλίου τὴν πολυτέλειαν, εἰ μίαν εἶδεν ἐν οἰκίᾳ Δομετιανοῦ στοὰν ἢ βασιλικὴν ἢ βαλανεῖον ἢ παλλακίδων δίαιταν, οἷόν ἐστι τὸ λεγόμενον Ἐπιχάρμου πρὸς τὸν ἄσωτον,
"οὐ φιλάνθρωπος τύ γʼ ἐσσʼ· ἔχεις νόσον χαίρεις διδούς,"
τοιοῦτον ἄν τι πρὸς Δομετιανὸν εἰπεῖν προήχθη·
然而,任何对卡皮托里乌斯的奢华叹为观止的人,若是看到多米提安宫殿里哪怕是一个柱廊、巴西利卡、浴场,或是侍妾的居室,都会被触动而对多米提安说出类似于伊皮卡尔摩斯对浪荡子所说的话: “你并非慷慨,而是得了一种病,以施予为乐。
οὐκ εὐσεβὴς οὐδὲ φιλότιμος τύ γʼ ἐσσί· ἔχεις νόσον χαίρεις κατοικοδομῶν, ὥσπερ ὁ Μίδας ἐκεῖνος, ἅπαντά σοι χρυσᾶ καὶ λίθινα βουλόμενος γίνεσθαι.
” 他会被驱使去这样说: “你既不虔敬,也不追求荣誉;你得了一种病,以建造为乐,就像那个著名的米达斯一样,巴不得所有的东西都为你变成金子和石头。
ταῦτα μὲν οὖν περὶ τούτων.
” 关于这些事,就谈到这里。