Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §17.1-17.5

围城中的反击与穆基乌斯·斯凯沃拉的义举

第 17 段,共 23 段 · 希腊语

内容简介

在罗马遭受波塞纳围困与饥荒之际,波普利科拉击败了另一支伊特鲁里亚军队。同时,穆基乌斯·斯凯沃拉企图刺杀波塞纳,被捕后他展现出不屈的气概,赢得波塞纳的赞赏并为和平铺平了道路。

§17.1ἐπικειμένου δὲ Πορσίνα τῇ πόλει καί λιμὸς ἥπτετο τῶν Ῥωμαίων, καί Τυρρηνῶν ἕτερος στρατὸς αὐτὸς καθʼ αὑτὸν εἰς τὴν χώραν ἐνέβαλε.
在波塞纳围攻该城时,饥荒也袭击了罗马人,此外另一支伊特鲁里亚军队也独自侵入了他们的领土。
Ποπλικόλας δὲ τὸ τρίτον ὑπατεύων Πορσίνᾳ μὲν ἀτρεμῶν καί φυλάττων τὴν πόλιν ᾤετο δεῖν ἀντέχειν, τοῖς δὲ Τυρρηνοῖς ἐπεξῆλθε καί συμβαλὼν ἐτρέψατο καί πεντακισχιλίους αὐτῶν ἀνεῖλε.
波普利科拉第三次担任执政官,他认为应当坚守,对波塞纳保持静观并守卫城市,但他出兵迎击了另一支伊特鲁里亚人,与之交战并将其击溃,斩杀了他们中的五千人。
τὸ δὲ περὶ Μούκιον εἴρηται μὲν ὑπὸ πολλῶν καὶ διαφόρως, λεκτέον δὲ ᾗ μάλιστα πιστεύεται καί ἡμῖν.
关于穆基乌斯的事迹,许多人已有不同的叙述,但我们也应当按照最公认的版本来加以讲述。
§17.2ἦν ἀνὴρ εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος·
他是一个在各方面都十分优秀的男子,在军事上尤为杰出。
ἐπιβουλεύων δὲ τὸν Πορσίναν ἀνελεῖν παρεισῆλθεν εἰς τὸ στρατόπεδον Τυρρηνίδα φορῶν ἐσθῆτα καί φωνῇ χρώμενος ὁμοία περιελθὼν δὲ τὸ βῆμα τοῦ βασιλέως καθεζομένου, καί σαφῶς μὲν αὑτὸν οὐκ εἰδώς, ἐρέσθαι δὲ περὶ αὐτοῦ δεδιώς, ἐν ᾠήθη μάλιστα τῶν συγκαθεζομένων ἐκεῖνον εἶναι σπασάμενος τὸ ξίφος ἀπέκτεινεν.
他密谋刺杀波塞纳,身穿伊特鲁里亚服饰,使用相似的语言,潜入了敌营。 他在国王坐着的讲台周围走动,但由于不清楚哪个是国王,又害怕打听,便拔出剑来,将那些同坐在一起的人中他认为最可能是国王的那个人杀死了。
§17.3ἐπὶ τούτῳ δὲ συλληφθεὶς ἀνεκρίνετο·
他因此被捕并接受审讯。
καί τινος ἐσχαρίδος πῦρ ἐχούσης μέλλοντι τῷ Πορσίνᾳ θύειν κεκομισμένης, ὑπερσχὼν τὴν δεξιὰν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἰταμῷ καί ἀτρέπτῳ τῷ προσώπῳ, μέχρι οὗ θαυμάσας ἀφῆκεν αὑτὸν καί τὸ ξίφος ἀποδιδοὺς ὤρεξεν ἀπὸ τοῦ βήματος· ὁ δὲ τὴν εὐώνυμον προτείνας ἐδέξατο.
正当一个放有炭火的火盆被抬来,准备供即将进行祭祀的波塞纳使用时,他将右手伸到火上,在皮肉被烧灼的时候,他依然站立着,用无畏且毫不动摇的神色注视着波塞纳,直到波塞纳惊叹不已,释放了他,并从讲台上把剑递还给他;而他则伸出左手接过了剑。
καί διὰ τοῦτό φασιν αὐτῷ γενέσθαι τὸν Σκαιόλαν ἐπίκλησιν, ὅπερ ἐστὶ Λαιόν.
因此,人们说他得到了斯凯沃拉这一绰号,其意为左撇子。
§17.4ἔφη δὲ τὸν φόβον τοῦ Πορσίνα νενικηκὼς ἡττᾶσθαι τῆς ἀρετῆς, καί χάριτι μηνύειν ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσε.
他说,由于战胜了对波塞纳的恐惧,他被其美德所折服,因此出于感激而透露了那些在强迫之下绝不会说出的事情。
τριακόσιοι γὰρ Ῥωμαίων, ἔφη, τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν ἐπιτηροῦντες· ἐγὼ δὲ κλήρῳ λαχὼν καί προεπιχειρήσας οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καί φίλου μᾶλλον ἢ πολεμίου
「因为有三百名罗马人,」他说,「怀着与我相同的决心,正在你的营地里徘徊,窥伺着机会;而我通过抽签决定并首先采取行动,尽管我错失了一位优秀的、更适合作为朋友而非敌人的人,但我并不抱怨自己的命运,」「对罗马人而言。
§17.5Ῥωμαίοις εἶναι πρέποντος ταῦθʼ ὁ Πορσίνας ἀκούσας ἐπίστευσε καί πρὸς τὰς διαλύσεις ἥδιον ἔσχεν, οὐ τοσοῦτό, μοι δοκεῖ, φόβῳ τῶν τριακοσίων, ὅσον ἀγασθεὶς καί θαυμάσας τὸ φρόνημα, καὶ τὴν ἀρετὴν τῶν Ῥωμαίων.
」波塞纳听了这些话,信以为真,对达成和解变得更加积极,在我看来,这与其说是出于对那三百人的恐惧,不如说是出于对罗马人的气魄和美德的赞赏与惊叹。
τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων Ἀθηνόδωρος ὁ Σάνδωνος ἐν τῷ πρὸς Ὀκταουίαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι φησίν.
这位被几乎所有人称为穆基乌斯和斯凯沃拉的人,桑顿之子阿特诺多罗斯在写给凯撒的姐姐奥克塔维亚的著作中说,他还被命名为奥普西戈诺斯。

词汇与语法注释

  1. §17.1ἐπικειμένου δὲ Πορσίνα — 属格独立分词结构,表示波塞纳包围城市这一事件的背景或时间。
  2. §17.2ὃν ᾠήθη μάλιστα τῶν συγκαθεζομένων ἐκεῖνον εἶναι — 关系代名词 ὃν(在某些抄本中传为 ἐν)既作为依附于 ᾠήθη(他以为)的带对格的不定式结构(ἐκεῖνον εἶναι,“那人就是国王”)的主语(或表语),同时也是主句动词 ἀπέκτεινεν 的直接宾语。这是一种复杂的嵌套结构。
  3. §17.5φίλου μᾶλλον ἢ πολεμίου §17.5 Ῥωμαίοις εἶναι πρέποντος — 现在分词属格 πρέποντος 与前一节(§17.4)中的 ἀνδρὸς ἀγαθοῦ καί φίλου 一致并对其进行修饰。与格 Ῥωμαίοις(对罗马人而言)受 πρέποντος(适合的)支配。由于章节标记 §17.5 插入在此名词短语中间,翻译时需要注意跨章节的语法连贯性。

引用这一段

普鲁塔克, 普布利科拉传 §17.1-17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:17.1-17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。