Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §12.1-12.4

诛戮僭主法与建立国库及财务官制

第 12 段,共 23 段 · 希腊语

内容简介

波普利科拉制定了允许未经审判处死企图僭越称霸者的法律,将萨图尔努斯神庙定为国库,允许民众选举财务官,并任命年长的鲁克蕾提乌斯为同僚执政官以示敬意。

§12.1οὕτω δὲ περὶ ταῦτα δημοτικὸς γενόμενος νομοθέτης καὶ μέτριος, ἐν τῷ μὴ μετρίῳ τὴν τιμωρίαν ὑπερέτεινεν.
尽管他在这些事务上成为了一位顺应民心且温和的立法者,但在一件并不温和的事上,他却将刑罚强化到了极致。
ἔγραψε γὰρ νόμον ἄνευ κρίσεως κτεῖνια διδόντα τὸν βουλόμενον τυραννεῖν κτείναντα δὲ φόνου καθαρὸν ἐποίησεν, εἰ παράσχοιτο τοῦ ἀδικήματος τοὺς ἐλέγχους.
因为他制定了一条法律,允许任何人无需审判即可杀死企图僭越称霸的人,并且规定如果杀人者能够提供该罪行的证据,便可免除其谋杀之罪。
ἐπεὶ γὰρ οὐ δυνατὸν ἐπιχειροῦντα τηλικούτοις λαθεῖν ἅπαντας, οὐκ ἀδύνατον δὲ τὸ μὴ λαθόντα τοῦ κριθῆναι φθάσαι κρείττονα γενόμενον, ἣν ἀναιρεῖ τὸ ἀδίκημα κρίσιν, προλαβεῖν ἔδωκε τῷ δυναμένῳ κατὰ τοῦ ἀδικοῦντος.
因为既然企图进行如此重大阴谋的人不可能不被任何人察觉,而一个已被察觉的人通过变得过于强大,从而在被审判之前抢占先机——而这种僭主罪行本身就会消灭审判——也并非不可能,因此他将先发制人对付作恶者的权力赋予了有能力做到这一点的人。
§12.2ἐπῃνέθη δὲ καὶ διὰ τὸν ταμιευτικὸν νόμον.
他也因其国库法而受到赞扬。
ἐπεὶ γὰρ ἔδει χρήματα πρὸς τὸν πόλεμον εἰσενεγκεῖν ἀπὸ τῶν οὐσιῶν τοὺς πολίτας, οὔτʼ αὐτὸς ἅψασθαι τῆς οἰκονομίας οὔτε τοὺς φίλους ἐᾶσαι βουλόμενος οὔθʼ ὅλως εἰς οἶκον ἰδιώτου παρελθεῖν δημόσια χρήματα, ταμιεῖον μὲν ἀπέδειξε τὸν τοῦ Κρόνου ναόν, ᾧ μέχρι νῦν χρώμενοι διατελοῦσι, ταμίας δὲ τῷ δήμῳ δύο τῶν νέων ἔδωκεν ἀποδεῖξαι· §12.3καὶ ἀπεδείχθησαν οἱ πρῶτοι Πούπλιος Ο ὐετούριος καὶ Μινούκιος Μᾶρκος καὶ χρήματα συνήχθη πολλά, τρισκαίδεκα γὰρ ἀπεγράψαντο μυριάδες, ὀρφανοῖς παισὶ καὶ χήραις γυναιξὶν ἀνεθείσης τῆς εἰσφορᾶς.
因为当市民必须从自己的财产中捐献军费以应付战争时,他既不愿自己插手这项财务管理,也不愿让他的朋友们参与,更不希望公款进入私人的住宅,于是他将萨图尔努斯神庙指定为国库,罗马人直到今天仍一直在使用它。 他还赋予民众从青年中选任两名财务官的权力;首批被选任的是普布利乌斯· 维图里乌斯和马尔库斯·米努基乌斯。 并且募集到了大笔资金,因为申报登记的人数达到了十三万,而孤儿和寡妇的战争税则被免除了。
§12.4ταῦτα δὲ διοικήσας ἀπέδειξεν ἑαυτῷ συνάρχοντα τὸν Λουκρητίας πατέρα Λουκρήτιον, ᾧ τῆς ἡγεμονικωτέρας ἐξιστάμενος ὄντι πρεσβυτέρῳ τάξεως παρέδωκε τοὺς καλουμένους φάσκης καὶ τοῦτο διέμεινεν εἰς ἡμᾶς τὸ πρεσβεῖον ἀπʼ ἐκείνου τοῖς γεραιτέροις φυλαττό μενον.
处理完这些事务后,他任命鲁克蕾提亚的父亲鲁克蕾提乌斯为自己的同僚执政官,因为后者年长,他便让出更尊贵的席位,并将被称为“法西斯”的权标移交给对方;这一尊崇年长者的特权从那时起一直保留到我们今天。
ἐπεὶ δʼ ὀλίγαις ἡμέραις ὕστερον ἐτελεύτησεν ὁ Λουκρήτιος, πάλιν ἀρχαιρεσιῶν γενομένων ᾑρέθη Μᾶρκος Ὡράτιος, καὶ συνῆρχε τῷ Ποπλικόλᾳ τὸν ὑπολειπόμενον χρόνον τοῦ ἐνιαυτοῦ.
然而,没过几天鲁克蕾提乌斯便去世了,再次举行选举时,马尔库斯·奥拉提乌斯当选,并在该年余下的时间里与波普利科拉共同执政。

词汇与语法注释

  1. §12.1κτεῖνια διδόντα τὸν βουλόμενον — 不定式 κτεῖναι(文本中误写为 κτεῖνια)作为分词 διδόντα(修饰 νόμον)的宾语,意为“赋予杀死的权利”,而 τὸν βουλόμενον τυραννεῖν(企图称霸的人)则是 κτεῖναι 的直接宾语。
  2. §12.1τὸ μὴ λαθόντα τοῦ κριθῆναι φθάσαι — 不定式 φθάσαι(意为“抢先、在……之前完成”)后接属格冠词性不定式 τοῦ κριθῆναι(被审判)。μὴ λαθόντα 是 φθάσαι 的对格主语,指代“未能逃过注意的人”,并由分词 γενόμενον(通过变得……)修饰。
  3. §12.1ἣν ἀναιρεῖ τὸ ἀδίκημα κρίσιν — 先行词 κρίσιν 被并入关系代词从句(incorporation)的结构。其等同于 κρίσιν, ἣν τὸ ἀδίκημα ἀναιρεῖ(该罪行所消灭的审判)。
  4. §12.2ἔδωκεν ἀποδεῖξαι — 动词 ἔδωκεν(给予)后接表示许可或授权的宾格性不定式 ἀποδεῖξαι,意为“他赋予民众指派(财务官)的权力”。

引用这一段

普鲁塔克, 普布利科拉传 §12.1-12.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:12.1-12.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。