§11.1ὑπατείαν μὲν γὰρ ἔδωκε μετιέναι καὶ παραγγέλλειν τοῖς βουλομένοις· πρὸ δὲ τῆς καταστάσεως τοῦ συνάρχοντος οὐκ εἰδὼς τὸν γενησόμενον, ἀλλὰ δεδιὼς ἀντίπραξιν ὑπὸ φθόνου τινὸς ἢ ἀγνοίας, ἐχρήσατο τῇ μοναρχίᾳ πρὸς τὰ κάλλιστα καὶ μέγιστα τῶν πολιτευμάτων, πρῶτον μὲν γὰρ ἀνεπλήρωσε τὴν βουλὴν ὀλιγανδροῦσαν ἐτεθνήκεσαν γὰρ οἱ μὲν ὑπὸ Ταρκυνίου πρότερον, οἱ δὲ ἔναγχος ἐν τῇ μάχῃ.
因为他允许有意者竞选并申报执政官职位;但在任命同僚之前,他因不知未来同僚为何人,且担心由于嫉妒或无知而产生的阻碍,便利用自己的独裁权力,推行了最美好、最伟大的政治改革。 首先,他填补了人数稀少的元老院;因为有些人先前已被塔尔温处死,另一些人则在近期的战斗中阵亡。
§11.2τοὺς δʼ ἐγγραφέντας ὑπʼ αὐτοῦ λέγουσιν ἑκατὸν καὶ ἑξήκοντα τέσσαρας γενέσθαι.
据说由他登记入伍的元老院议员达一百六十四人。
μετὰ δὲ ταῦτα νόμους ἔγραψεν, ὧν μάλιστα μὲν ἰσχυροὺς ἐποίησε τοὺς πολλοὺς ὁ τὸν δῆμον ἀπὸ τῶν ὑπάτων τῷ φεύγοντι δίκην ἐπικαλεῖσθαι διδούς· δεύτερος ὁ τοὺς ἀρχὴν ἀναλαβόντας, ἣν ὁ δῆμος οὐκ ἔδωκεν, ἀποθνῄσκειν κελεύων· §11.3τρίτος δὲ μετὰ τούτους, ὃς ἐβοήθησε τοῖς πένησιν, ᾧ τάτελη τῶν πολιτῶν ἀφεῖλε καὶ προθυμότερον ἅπτεσθαι τῶν ἐργασιῶν ἐποίησεν ἅπαντας.
此后,他制定了法律,其中最使大众力量坚固的一条,是允许被告从执政官处向民众提出申诉;第二条则是命令将那些窃取民意未授予之官职的人处以死刑;继这些之后的第三条法律则救助了穷人,他以此免除了公民的税赋,使所有人都能更积极地从事生业。
ὁ δὲ γραφεὶς κατὰ τῶν ἀπειθούντων τοῖς ὑπάτοις οὐχ ἧττον ἔδοξε δημοτικὸς εἶναι, καὶ πρὸς τῶν πολλῶν μᾶλλον ἢ δυνατῶν γεγράφθαι.
而针对不服从执政官者所制定的法律,也被认为同样具有平民性质,且主要是为大众而非权贵而写。
ζημίαν γὰρ ἀπειθείας ἔταξε βοῶν πέντε καὶ δυεῖν προβάτων ἀξίαν.
因为他将不服从的罚金定为相当于五头牛和两只羊的价值。
§11.4ἦν δὲ τιμὴ προβάτου μὲν ὀβολοὶ δέκα, βοὸς δὲ ἑκατόν, οὔπω νομίσματι χρωμένων πολλῷ τότε Ῥωμαίων, ἀλλὰ προβατείαις καὶ κτηνοτροφίαις εὐθηνούντων.
当时一只羊的价值为十奥博尔,一头牛为一百奥博尔,因为当时的罗马人还未广泛使用货币,而是靠牧羊和畜牧维持富足。
διὸ καὶ τὰς οὐσίας ἄχρι νῦν ἀπὸ τῶν προβάτων πεκούλια καλοῦσι, καὶ τῶν νομισμάτων τοῖς παλαιοτάτοις βοῦν ἐπεχάραττον ἢ πρόβατον ἢ σῦν.
因此,直到今天,他们仍根据羊(pecus)将私人财产称为“peculia”,并且在最古老的货币上铸上牛、羊或猪的图案。
ἐτίθεντο δὲ καὶ παισὶν αὑτῶν Συΐλλους καὶ Βουβούλκους καὶ Καπραρίους ὀνόματα καὶ Πορκίους· κάπρας μὲν τὰς αἶγας, πόρκους δὲ τοὺς χοίρους ὀνομάζοντες.
他们还给自己的孩子起名为“斯伊路斯”(Suillius)、“布布尔库斯”(Bubulcus)、“卡普拉里乌斯”(Caprarius)和“波尔基乌斯”(Porcius),因为他们称山羊为“caprae”,称猪为“porci”。