Humanitext Reader

普鲁塔克 · 努马传 §9.1-9.8

大祭司职位的设立与维斯塔贞女

第 9 段,共 22 段 · 希腊语

内容简介

本节阐述了努马设立大祭司制度及其名称的多种语源解释,并说明了他们维护木桥的职责。同时介绍了大祭司长的职能、维斯塔贞女的制度,以及在圣火熄灭时利用凹面镜从太阳光中重新引燃的具体物理方法。

§9.1Νομᾷ δὲ καὶ τὴν τῶν ἀρχιερέων, οὓς Ποντίφικας καλοῦσι, διάταξιν καὶ κατάστασιν ἀποδιδόασι, καί φασιν αὐτὸν ἕνα τούτων τὸν πρῶτον γεγονέναι.
人们也将被称为大祭司的制度和任命归功于努马,并说他自己就是他们中的第一人。
κεκλῆσθαι δὲ τοὺς Ποντίφικας οἱ μὲν ὅτι τοὺς θεοὺς θεραπεύουσι δυνατοὺς καὶ κυρίους ἁπάντων ὄντας· ὁ γάρ δυνατὸς ὑπὸ Ῥωμαίων ὀνομάζεται πότηνς·
有些人说大祭司之所以如此得名,是因为他们侍奉强有力的、主宰万物的神明;因为强有力的人被罗马人称为“波滕斯”。
§9.2ἕτεροι δέ φασι πρὸς ὑπεξαίρεσιν γεγονέναι τοὔνομα τῶν δυνατῶν, ὡς τοῦ νομοθέτου τὰς δυνατὰς ἐπιτελεῖν ἱερουργίας τοὺς ἱερεῖς κελεύοντος, ἂν δὲ ᾖ τι κώλυμα μεῖζον, οὐ συκοφαντοῦντος.
但另一些人说,这个名字是为了排除不可能的情况而产生的,因为立法者命令祭司们履行可能的仪式,如果有更大的阻碍,则不予起诉。
οἱ δὲ πλεῖστοι μάλιστα καὶ τὸ γελώμενον τῶν ὀνομάτων δοκιμάζουσιν, ὡς οὐδὲν ἀλλʼ ἢ γεφυροποιοὺς τοὺς ἄνδρας ἐπικληθέντας ἀπὸ τῶν ποιουμένων περὶ τὴν γέφυραν ἱερῶν, ἁγιωτάτων καὶ παλαιοτάτων ὄντων πόντεμ γάρ οἱ Λατῖνοι τὴν γέφυραν ὀνομάζουσιν.
然而,大多数人最赞同这个名字中那个被嘲笑的解释,即这些人因在桥梁周围举行最神圣、最古老的祭祀,而被称为“造桥者”;因为拉丁人称桥梁为“庞特姆”。
§9.3εἶναι μέντοι καὶ τὴν τήρησιν αὐτῆς καὶ τὴν ἐπισκευήν, ὥσπερ ἄλλο τι τῶν ἀκινήτων καὶ πατρίων ἱερῶν, προσήκουσαν τοῖς ἱερεῦσιν.
然而,这座桥梁的维护和修理,就像其他不可移动的、祖传的神圣事物一样,属于祭司们的职责。
οὐ γάρ θεμιτόν, ἀλλʼ ἐπάρατον ἡγεῖσθαι Ῥωμαίους τὴν κατάλυσιν τῆς ξυλίνης γεφύρας, λέγεται δὲ καὶ τὸ πάμπαν ἄνευ σιδήρου κατὰ δή τι λόγιον συγγεγομφῶσθαι διὰ τῶν ξύλων, ἡ δὲ λιθίνη πολλοῖς ὕστερον ἐξειργάσθη χρόνοις ὑπʼ Αἰμιλίου ταμιεύοντος.
因为罗马人认为拆毁木桥是不合神法的,甚至是会招致诅咒的。 据说,根据某种神谕,这座桥完全没有使用铁件,而是用木料榫接而成的;而石桥则是许久之后由财务官埃米利乌斯建造完成的。
§9.4οὐ μὴν ἀλλὰ καὶ τὴν ξυλίνην τῶν Νομᾶ χρόνων ἀπολείπεσθαι λέγουσιν, ὑπὸ Μαρκίου τοῦ Νομᾶ θυγατριδοῦ βασιλεύοντος ἀποτελεσθεῖσαν.
尽管如此,他们说即使是那座木桥也并非属于努马的时代,而是在努马的外孙马尔基乌斯在位时才竣工的。
ὁ δὲ μέγιστος τῶν Ποντιφίκων οἷον ἐξηγητοῦ καὶ προφήτου, μᾶλλον δὲ ἱεροφάντου τάξιν εἴληχεν, οὐ μόνον τῶν δημοσίᾳ δρωμένων ἐπιμελούμενος, ἀλλὰ καὶ τοὺς ἰδίᾳ θύοντας ἐπισκοπῶν καὶ· κωλύων παρεκβαίνειν τὰ νενομισμένα, καὶ διδάσκων ὅτου τις δέοιτο πρὸς θεῶν τιμὴν ἢ παραίτησιν.
而大祭司长则承担着解释者和预言者、或者说更像是秘仪传授者的角色,他不仅负责管理公祭,还监视私祭的人,防止他们偏离传统的习俗,并指导人们在敬神或祈求神明宽恕时需要准备什么。
§9.5ἦν δὲ καὶ τῶν ἱερῶν παρθένων ἐπίσκοπος, ἃς Ἑστιάδας προσαγορεύουσι.
他也是被称为维斯塔贞女的神圣处女们的监护人。
Νομᾷ γὰρ δὴ καὶ τὴν τῶν Ἑστιάδων παρθένων καθιέρωσιν καὶ ὅλως τὴν περὶ τὸ πῦρ τὸ ἀθάνατον, ὃ φυλάττουσιν αὗται, θεραπείαν τε καὶ τιμὴν ἀποδιδόασιν, εἴτε ὡς καθαρὰν καὶ ἄφθαρτον τὴν τοῦ πυρὸς οὐσίαν ἀκηράτοις καὶ ἀμιάντοις παρατιθεμένου σώμασιν, εἴτε τὸ ἄκαρπον καὶ ἄγονον τῇ παρθενίᾳ συνοικειοῦντος.
因为人们也将维斯塔贞女的奉献,以及对她们所守护的不灭之火的照管和尊崇,完全归功于努马,这或者是由于他认为火的本质是纯洁而不朽的,因而将其托付给纯洁无瑕的身体,或者是由于他将火的不育和无子与处女性结合在一起。
ἐπεί τοι τῆς Ἑλλάδος ὅπου πῦρ ἄσβεστόν ἐστιν, ὡς Πυθοῖ καὶ Ἀθήνησιν, οὐ παρθένοι, γυναῖκες δὲ πεπαυμέναι γάμων ἔχουσι τὴν ἐπιμέλειαν·
毕竟,在希腊那些有不灭之火的地方,如在皮托和雅典,负责照管的不是处女,而是已经停止婚姻生活的妇女。
§9.6ἐὰν δὲ ὑπὸ τύχης τινὸς ἐκλίπῃ, καθάπερ Ἀθήνησι μὲν ἐπὶ τῆς Ἀριστίωνος λέγεται τυραννίδος ἀποσβεσθῆναι τὸν ἱερὸν λύχνον, ἐν Δελφοῖς δὲ τοῦ ναοῦ καταπρησθέντος ὑπὸ Μήδων, περὶ δὲ τὰ Μιθριδατικὰ καὶ τὸν ἐμφύλιον Ῥωμαίων πόλεμον ἅμα τῷ βωμῷ τὸ πῦρ ἠφανίσθη, οὔ φασι δεῖν ἀπὸ ἑτέρου πυρὸς ἐναύεσθαι, καινὸν δὲ ποιεῖν καὶ νέον, ἀνάπτοντας ἀπὸ τοῦ ἡλίου φλόγα καθαρὰν καὶ ἀμίαντον.
但如果由于某种意外火熄灭了,就像在雅典,据说在阿里斯提翁僭主统治时期圣灯被熄灭了,而在德尔斐,当神殿被波斯人烧毁时,以及在米特里达梯战争和罗马内战期间,火与祭坛一起消失了,他们说不应该从另外的火中引燃,而是要重新制作新鲜的火,从太阳中引燃纯洁无瑕的火焰。
§9.7ἐξάπτουσι δὲ μάλιστα τοῖς σκαφείοις, ἃ κατασκευάζεται μὲν ἀπὸ πλευρᾶς ἰσοσκελοῦς ὀρθογωνίου τριγώνου κοιλαινόμενα, συννεύει δ’ εἰς ἓν ἐκ τῆς περιφερείας κέντρον.
他们主要使用凹面镜来点火,这种器皿是从等腰直角三角形的直角边凹陷下去制成的,并从圆周汇聚于一个中心。
ὅταν οὖν θέσιν ἐναντίαν λάβῃ πρὸς τὸν ἥλιον, ὥστε τὰς αὐγὰς πανταχόθεν ἀνακοπτομένας ἀθροίζεσθαι καὶ συμπλέκεσθαι περὶ τὸ κέντρον, αὐτόν τε διακρίνει τὸν ἀέρα λεπτυνόμενον, καὶ τὰ κουφότατα καὶ ξηρότατα τῶν προστιθεμένων ὀξέως ἀνάπτει κατὰ τὴν ἀντέρεισιν, σῶμα καὶ πληγὴν πυρώδη τῆς αὐγῆς λαβούσης.
因此,当它面向太阳放置时,从四面八方反射出来的光线会聚集并交织在中心,它本身就会使变稀薄的空气分解,并由于阻碍作用而迅速点燃放在那里的最轻、最干燥的物质,因为光线获得了形体和炽热的冲击。
§9.8ἔνιοι μὲν οὖν οὐδὲν ὑπὸ τῶν ἱερῶν παρθένων ἀλλʼ ἢ τὸ ἄσβεστον ἐκεῖνο φρουρεῖσθαι πῦρ νομίζουσιν ἔνιοι δὲ εἶναί τινὰ φασιν ἀθέατα τοῖς ἄλλοις ἱερὰ κρυπτόμενα, περὶ ὧν ὅσα καὶ πυθέσθαι καὶ φράσαι θεμιτὸν ἐν τῷ Καμίλλου βίῳ γέγραπται.
因此,有些人认为,神圣的处女们守护的无非是那不灭之火;但另一些人则说,有些不容他人窥视的神圣器物被隐藏着,关于这些,凡是允许打听和叙述的事情,都已经写在《卡米路斯传》中了。

词汇与语法注释

  1. 9.2πρὸς ὑπεξαίρεσιν — 意为“为了排除(不可能之事)”。对应于上下文(即祭司只需履行可能之仪式,若有重大阻碍则不予起诉),此处指一种特殊的语源解释,即认为源自“波滕斯”(意为“可能、强有力者”)的大祭司之名,暗含了免除不可能任务的含义。
  2. 9.3εἶναι μέντοι — 以带格不定式(accusative with infinitive)开始。承接前文引出的传闻主动词(如“他们说”),以间接引语的形式展开新句,这是古典希腊语叙事散文的典型句法特征。
  3. 9.4τῶν Νομᾶ χρόνων ἀπολείπεσθαι — 此处的不定式 ἀπολείπεσθαι 意为“不及”、“落后于”。属格 τῶν Νομᾶ χρόνων 起到比较或分离的作用,表明即使是那座木桥也并非建于努马时代,而是在较晚的马尔基乌斯国王统治时期才完工的。
  4. 9.6ἐὰν δὲ ὑπὸ τύχης τινὸς ἐκλίπῃ — 本句以条件从句(ἐάν 搭配虚拟语气)开始,但由于夹杂了关于雅典、德尔斐以及米特里达梯战争期间圣火熄灭的历史先例的长插入语,其主句(归结节)被吸收并整合进间接引语“他们说不应该……”(οὔ φασι δεῖν...)的否定陈述中。
  5. 9.7σῶμα καὶ πληγὴν πυρώδη τῆς αὐγῆς λαβούσης — 由阴性单数属格名词 αὐγῆς 与属格分词 λαβούσης 构成的属格独立结构(genitive absolute),意为“光线获得了形体和炽热的冲击”。这是对点燃过程的物理性解释,生动地将汇聚的太阳光线描绘成仿佛获得了物理质量和冲击力。

引用这一段

普鲁塔克, 努马传 §9.1-9.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:9.1-9.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。