Humanitext Reader

普鲁塔克 · 努马传 §8.1-8.10

努马的宗教教化与毕达哥拉斯的影响

第 8 段,共 22 段 · 希腊语

内容简介

阐述了努马如何利用宗教仪式和迷信来抚平好战的罗马民众,并介绍了一系列旨在将努马的政策与生活(如对沉默的崇拜、无形之神的信仰、不流血的祭祀等)同毕达哥拉斯学说联系在一起的轶事与相似点。

§8.1ταῦτα δὲ ὁ Νομᾶς ἐπʼ εὐνοίᾳ καὶ χάριτι τοῦ δήμου πολιτευσάμενος εὐθὺς ἐπεχείρει τὴν πόλιν, ὥσπερ σίδηρον, ἐκ σκληρᾶς καὶ πολεμικῆς μαλακωτέραν ποιῆσαι καὶ δικαιοτέραν.
努马在施展这些政治策略以赢得民众的恩惠与好感之后,立刻企图将这个城邦像铁一样,从坚硬且好战的状态塑造得更加温和与公正。
ἀτεχνῶς γὰρ ἣν Πλάτων ἀποκαλεῖ φλεγμαίνουσαν πόλιν ἐκείνη τότʼ ἦν, συστᾶσα μὲν εὐθὺς ἐξ ἀρχῆς τόλμῃ τινὶ καὶ παραβόλῳ θρασύτητι τῶν θρασυτάτων καὶ μαχιμωτάτων ἐκεῖ πανταχόθεν ὠσαμένων, §8.2ταῖς δὲ πολλαῖς στρατείαις καὶ τοῖς συνεχέσι πολέμοις τροφῇ χρησαμένη καὶ αὐξήσει τῆς δυνάμεως, καὶ καθάπερ τὰ καταπηγνύμενα τῷ σείεσθαι μᾶλλον ἑδράζεται, ῥώννυσθαι δοκοῦσα διὰ τῶν κινδύνων, οὕτω δὴ μετέωρον καὶ τετραχυμένον δῆμον οὐ μικρᾶς οὐδὲ φαύλης οἰόμενος εἶναι πραγματείας μεταχειρίσασθαι καὶ μετακοσμῆσαι πρὸς εἰρήνην, ἐπηγάγετο τὴν ἀπὸ τῶν θεῶν βοήθειαν,
因为当时的那个城邦,简直就是柏拉图所称的“发炎的城邦”,它从一开始就是由那些从四面八方涌入、最勇敢且最富战斗力的人,凭着某种胆量和冒险的蛮勇凝聚而成的,并且它以多次征伐和不断的战争作为其力量的滋养与增长,正如被钉入地下的东西在摇晃中反而更加巩固一样,它似乎通过危险而变得强固。 因此,他认为要治理这样一个浮躁且粗野的民众,并为了和平而改变他们的秩序,绝非易事,也不是微不足道的任务,于是他引入了来自神明的帮助。
§8.3τὰ μὲν πολλὰ θυσίαις καὶ πομπαῖς καὶ χορείαις, ἃς αὐτὸς ὠργίασε καὶ κατέστησεν, ἅμα σεμνότητι διαγωγὴν ἐπίχαριν καὶ φιλάνθρωπον ἡδονὴν ἐχούσαις, δημαγωγῶν καὶ τιθασεύων τὸ θυμοειδὲς καὶ φιλοπόλεμον ἔστι δ’ ὅτε καὶ φόβους τινὰς ἀπαγγέλλων παρὰ τοῦ θεοῦ καὶ φάσματα δαιμόνων ἀλλόκοτα καὶ φωνὰς οὐκ εὐμενεῖς, ἐδούλου καὶ ταπεινὴν ἐποίει τὴν διάνοιαν αὐτῶν ὑπὸ δεισιδαιμονίας.
他在大部分情况下,通过祭祀、游行和舞蹈——这些都是由他亲自设立并确立的,既带有庄严性,又包含令人愉悦的消遣和人性化的快乐——来引导并驯化他们暴躁且好战的脾气;有时,他还通过宣告来自神明的某种恐惧、神灵的怪异幻象以及不祥的声音,用迷信来奴役并使他们的思想变得顺从。
§8.4ἐξ ὧν καὶ μάλιστα λόγον ἔσχεν ἡ σοφία καὶ ἡ παίδευσις τοῦ ἀνδρός, ὡς Πυθαγόρᾳ συγγεγονότος.
由此,这个男人的智慧和教养尤其获得了他曾与毕达哥拉斯结交的声誉。
μέγα γὰρ ἦν μέρος, ὡς ἐκείνῳ τῆς φιλοσοφίας, καὶ τούτῳ τῆς πολιτείας ἡ περὶ τὸ θεῖον ἁγιστεία καὶ διατριβή.
因为,对于神圣事物的祭祀与专心投入,对这个人的政治来说是一个巨大的部分,正如它对那个人的哲学来说是一个巨大的部分一样。
λέγεται δὲ καὶ τὸν ἔξωθεν ὄγκον καὶ σχηματισμὸν ἀπὸ τῆς αὐτῆς Πυθαγόρᾳ διανοίας περιβαλέσθαι.
据说,他的外在威严和仪表也是出于与毕达哥拉斯相同的意图而展现出来的。
§8.5καὶ γάρ ἐκεῖνος ἀετόν τε δοκεῖ πραῦναι, φωναῖς τισιν ἐπιστήσας καὶ καταγαγὼν ὑπεριπτάμενον, τόν τε μηρὸν ὑποφῆναι χρυσοῦν Ὀλυμπίασι διαπορευόμενος τὴν πανήγυριν· ἄλλας τε τερατώδεις μηχανὰς αὐτοῦ καὶ πράξεις ἀναγγέλλουσιν, ἐφʼ αἷς καὶ Τίμων ὁ Φλιάσιος ἔγραψε· " Πυθαγόρην δὲ γόητας ἀποκλίνοντʼ ἐπὶ δόξας θήρῃ ἐπʼ ἀνθρώπων, σεμνηγορίης ὀαριστὴν " §8.6τῷ δὲ Νομᾷ δρᾶμα θεᾶς τινος ἢ νύμφης ὀρείας ἔρως ἦν καὶ συνουσία πρὸς αὐτὸν ἀπόρρητος, ὥσπερ εἴρηται, καὶ κοιναὶ μετὰ Μουσῶν διατριβαί.
因为那位哲学家似乎也曾驯服过一只老鹰,在它飞过时用某些声音使其停下并降落,并且在路过奥林匹亚盛会时隐约露出了金大腿;他们还报告了他其他不可思议的策略和事迹,对此,弗里乌斯的蒂蒙也写道: “而毕达哥拉斯,倾向于术士的虚名,以此猎取人类,作为庄严辞令的倾诉者” 而对于努马来说,他的戏剧则是某位女神或山中宁芙对他的爱情与秘密交往(如前所述),以及与缪斯神女们的共同活动。
τὰ γὰρ· πλεῖστα τῶν μαντευμάτων εἰς Μούσας ἀνῆγε, καὶ μίαν Μοῦσαν ἰδίως καὶ διαφερόντως ἐδίδαξε σέβεσθαι τοὺς Ῥωμαίους, Τακίταν προσαγορεύσας, οἷον σιωπηλὴν ἢ ἐνεάν· ὅπερ εἶναι δοκεῖ τὴν Πυθαγόρειον ἀπομνημονεύοντος ἐχεμυθίαν καὶ τιμῶντος.
因为他将自己的大部分神谕归功于缪斯,并且他教会罗马人特别且与众不同地崇拜一位缪斯,他称其为“塔基塔”(意为沉默或无言者);这似乎表明他记着并尊重毕达哥拉斯学派的“缄默”。
§8.7ἔστι δὲ καὶ τὰ περὶ τῶν ἀφιδρυμάτων νομοθετήματα παντάπασιν ἀδελφὰ τῶν Πυθαγόρου δογμάτων, οὔτε γὰρ ἐκεῖνος αἰσθητὸν ἢ παθητόν, ἀόρατον δὲ καὶ ἄκτιστον καὶ νοητὸν ὑπελάμβανεν εἶναι τὸ πρῶτον, οὗτός τε διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους νομίζειν.
此外,他关于神像的立法与毕达哥拉斯的教义完全是同气连枝的;因为毕达哥拉斯既不认为第一原理是可感知的或受动的,而是不可见的、未经创造的且只能靠理智理解的,努马也同样禁止罗马人认为神的形象具有人形或动物形状。
οὐδʼ ἦν παρʼ αὑτοῖς οὔτε γραπτὸν οὔτε πλαστὸν εἶδος θεοῦ πρότερον, §8.8ἀλλʼ ἐν ἑκατὸν ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς μὲν οἰκοδομού μεν οι καὶ καλιάδας ἱερὰς ἱστῶντες, ἄγαλμα δὲ οὐδὲν ἔμμορφον ποιούμενοι διετέλουν, ὡς οὔτε ὅσιον ἀφομοιοῦν τὰ βελτίονα τοῖς χείροσιν οὔτε ἐφάπτεσθαι θεοῦ δυνατὸν ἄλλως ἢ νοήσει, κομιδῆ δὲ καὶ τὰ τῶν θυσιῶν ἔχεται τῆς Πυθαγορικῆς ἁγιστείας·
在此之前,他们中间既没有绘画的,也没有塑造的神的形象;相反,在最初的一百七十年里,他们虽然建造庙宇、设立神圣的小祠,却一直没有制作任何有形体的神像,因为他们认为既不应当用较差的事物来比拟较好的事物,也不可能通过思想以外的其他方式来触及神。
ἀναίμακτοι γάρ ἦσαν αἵ γε πολλαί, διʼ ἀλφίτου καὶ σπονδῆς καὶ τῶν εὐτελεστάτων πεποιημέναι.
此外,他们的祭祀方式也与毕达哥拉斯的仪式非常吻合;因为大部分祭祀都是不流血的,仅由大麦粉、奠酒和最廉价的祭品制成。
§8.9χωρὶς δὲ τούτων ἑτέροις ἔξωθεν ἐπαγωνίζονται τεκμηρίοις οἱ τὸν ἄνδρα τῷ ἀνδρὶ συνοικειοῦντες.
除去这些之外,那些将此人与彼人联系在一起的人,还借助其他外部证据来支持他们的论点。
ὧν ἓν μέν ἐστιν ὅτι Πυθαγόραν Ῥωμαῖοι τῇ πολιτείᾳ προσέγραψαν, ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινὶ λόγῳ πρὸς Ἀντήνορα γεγραμμένῳ, παλαιὸς ἀνήρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς ἕτερον δὲ ὅτι τεσσάρων υἱῶν βασιλεῖ Νομᾷ γενομένων ἕνα Μάμερκον ἐπὶ τῷ Πυθαγόρου παιδὶ προσηγόρευσεν.
其中之一是罗马人曾将毕达哥拉斯载入公民名册,正如喜剧诗人埃庇卡摩斯在写给安特诺尔的一篇论述中所记载的那样,埃庇卡摩斯是一位古人,且曾参与过毕达哥拉斯的学派。 另一个是,当国王努马生了四个儿子时,他根据毕达哥拉斯的儿子将其中一人命名为马默库斯。
§8.10ἀπʼ ἐκείνου δὲ καὶ τὸν Αἰ μιλίων οἶκον ἀναμιχθέντα τοῖς πατρικίοις ὀνομασθῆναί φασιν, οὕτως ὑποκοριζομένου τοῦ βασιλέως τὴν ἐν τοῖς λόγοις τοῦ ἀνδρὸς αἱμυλίαν καὶ χάριν, αὐτοὶ δ’ ἀκηκόαμεν πολλῶν ἐν Ῥώμῃ διεξιόντων ὅτι χρησμοῦ ποτε Ῥωμαίοις γενομένου τὸν φρονιμώτατον καὶ τὸν ἀνδρειότατον Ἑλλήνων ἱδρύσασθαι παρʼ αὑτοῖς, ἔστησαν ἐπὶ τῆς ἀγορᾶς εἰκόνας χαλκᾶς δύο, τὴν μὲν Ἀλκιβιάδου, τὴν δὲ Πυθαγόρου.
据说,后来融入贵族阶层的埃米利乌斯家族正是得名于他,因为国王以此昵称该人在言语中的那股讨喜的甜美与魅力。 我自己也曾听罗马的许多人详细讲述过,当时有一则神谕给罗马人,让他们在自己的城邦里供奉希腊人中最聪明和最勇敢的人,于是他们在广场上竖立了两尊青铜像,一尊是阿尔西比亚德斯的,另一尊是毕达哥拉斯的。
ταῦτα μὲν οὖν ἀμφισβητήσεις ἔχοντα πολλὰς καὶ τὸ κινεῖν διὰ μακροτέρων καὶ τὸ πιστοῦσθαι μειρακιώδους ἔστι φιλονεικίας.
那么,这些包含着许多争议的事物,无论是更长篇大论地探讨它们,还是试图加以证实,都属于小孩子般的争强好胜。

词汇与语法注释

  1. §8.1ἣν Πλάτων ἀποκαλεῖ φλεγμαίνουσαν πόλιν ἐκείνη τότʼ ἦν — 主句的主语代词 `ἐκείνη` 被以 `ἣν` 开始的关系从句修饰。关系代词 `ἣν` 作 `ἀποκαλεῖ` 的直接宾语,而 `φλεγμαίνουσαν πόλιν` 作其宾语补足语,构成双宾格结构(“柏拉图称之为发炎的城邦的那种东西”)。
  2. §8.2τῷ σείεσθαι μᾶλλον ἑδράζεται — 冠词性不定式 `τῷ σείεσθαι` 用作表示手段或原因的与格(“通过被摇晃”)。它修饰被动语态动词 `ἑδράζεται`(单数,与中性复数主语 `τὰ καταπηγνύμενα`[被牢牢钉入之物]一致)。
  3. §8.6ὅπερ εἶναι δοκεῖ τὴν Πυθαγόρειον ἀπομνημονεύοντος ἐχεμυθίαν καὶ τιμῶντος — 属格分词 `ἀπομνημονεύοντος` 和 `τιμῶντος` 作为表示特征/性质的属格(描述属格),用作系表结构不定式 `εἶναι`(由 `δοκεῖ` 引导)的表语,意为“这似乎是记着并尊重……的人的特征”。句法上的主语是先行关系代词 `ὅπερ`,实质上的行为者指努马。
  4. §8.10οὕτως ὑποκοριζομένου τοῦ βασιλέως τὴν ἐν τοῖς λόγοις τοῦ ἀνδρὸς αἱμυλίαν καὶ χάριν — 这是一个属格绝对结构,以名词 `τοῦ βασιλέως` 为逻辑主语,现在分词 `ὑποκοριζομένου` 为谓语。此处作状语以表示原因(“因为国王以此昵称了……”)。

引用这一段

普鲁塔克, 努马传 §8.1-8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:8.1-8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。