Humanitext Reader

普鲁塔克 · 努马传 §10.1-10.7

维斯塔贞女的任期特权与违戒极刑

第 10 段,共 22 段 · 希腊语

内容简介

文中叙述了维斯塔贞女的奉献历史、三十年任期的不同阶段及各项特权,并详细描述了因违背贞洁誓言而被活埋于地下墓室这一庄严而恐怖的极刑仪式程序。

§10.1πρῶτον μὲν οὖν ὑπὸ Νομᾶ καθιερωθῆναι λέγουσι Γεγανίαν καὶ Βερηνίαν, δεύτερον δὲ Κανουληΐαν καὶ Ταρπηΐαν· ὕστερον δὲ Σερβίου δύο προσθέντος ἄλλας τῷ ἀριθμῷ διατηρεῖσθαι μέχρι τῶν χρόνων τούτων τὸ πλῆθος, ὡρίσθη δὲ ταῖς ἱεραῖς παρθένοις ὑπὸ τοῦ βασιλέως ἁγνεία τριακονταέτις, ἐν ᾗ τὴν μὲν πρώτην δεκαετίαν ἃ χρὴ δρᾶν μανθάνουσι, τὴν δὲ μέσην ἃ μεμαθήκασι δρῶσι, τὴν δὲ τρίτην ἑτέρας αὐταὶ διδάσκουσιν.
首先,人们说盖加妮娅和贝雷妮娅是由努马奉献的,其次是卡努莱娅和塔培亚;后来,当塞维乌斯又增加了两个名额后,这一人数一直维持至今。 国王为神圣的处女们规定了三十年的纯洁期,在这一期间,第一个十年她们学习该做的事,中间的十年她们做所学到的事,第三个十年她们自己教导别人。
§10.2εἶτα ἀνεῖται τῇ βουλομένῃ μετὰ τὸν χρόνον τοῦτον ἤδη καὶ γάμου μεταλαμβάνειν καὶ πρὸς ἕτερον τραπέσθαι βίον, ἀπαλλαγείσῃ τῆς ἱερουργίας, λέγονται δὲ οὐ πολλαὶ ταύτην ἀσπάσασθαι τὴν ἄδειαν, οὐδὲ ἀσπασαμέναις χρηστὰ πράγματα συντυχεῖν, ἀλλὰ μετανοίᾳ καὶ κατηφείᾳ συνοῦσαι τὸν λοιπὸν βίον ἐμβαλεῖν τὰς ἄλλας εἰς δεισιδαιμονίαν, ὥστε μέχρι γήρως καὶ θανάτου διατελεῖν ἐγκαρτερούσας καὶ παρθενευομένας.
此后,对于愿意的人,在度过这段时光之后,便可以参与婚姻并转向另一种生活,从而免除神职。 然而,据说并没有多少人乐意接受这种自由,而那些接受了这一自由的人也没有遇到好结果;相反,她们在悔恨和沮丧中度过余生,这使其他的处女陷入对神惩的恐惧,以至于她们宁愿坚持贞洁,直到年老和死亡。
§10.3τιμὰς δὲ μεγάλας ἀπέδωκεν αὐταῖς, ὧν ἔστι καὶ τὸ διαθέσθαι ζῶντος ἐξεῖναι πατρὸς καὶ τἆλλα πράττειν ἄνευ προστάτου διαγούσας, ὥσπερ αἱ τρίπαιδες.
努马也赋予了她们极大的特权,其中之一便是:即使父亲在世,她们也有权立遗嘱,并且像生育了三个孩子的妇女一样,无需保护人即可处理其他事务。
ῥαβδουχοῦνται δὲ προϊοῦσαι· κἂν ἀγομένῳ τινὶ πρὸς θάνατον αὐτομάτως συντύχωσιν, οὐκ ἀναιρεῖται, δεῖ δὲ ἀπομόσαι τὴν παρθένον ἀκούσιον καὶ τυχαίαν καὶ οὐκ ἐξεπίτηδες γεγονέναι τὴν ἀπάντησιν.
她们外出时有扈从先导;如果她们偶然遇到被押解去死刑的人,那人便免于一死,但处女必须起誓,证明这次相遇是无意的、偶然的,而非故意为之。
ὁ δὲ ὑπελθὼν κομιζομένων ὑπὸ τὸ φορεῖον ἀποθνήσκει.
而当她们乘舆出行时,任何从舆轿下穿过的人都会被处死。
§10.4κόλασις δὲ τῶν μὲν ἄλλων ἁμαρτημάτων πληγαὶ ταῖς παρθένοις ἰς, τοῦ μεγίστου Ποντίφικος κολάζοντος ἔστιν ὅτε καὶ γυμνὴν τὴν πλημμελήσασαν, ὀθόνης ἐν παλινσκίῳ παρατεινομένης· ἡ δὲ τὴν παρθενίαν καταισχύνασα ζῶσα κατορύττεται παρὰ τὴν Κολλίνην λεγομένην πύλην ἐν ᾗ τις ἔστιν ἐντὸς τῆς πόλεως ὀφρὺς γεώδης παρατείνουσα πόρρω·
而对于其他过错的惩罚是鞭笞处女,由大祭司长来惩罚犯错者,有时甚至是在拉起遮光幕的暗处让其赤裸受刑;但是,玷污了处女贞洁的人,则要在被称为科林门的旁边被活埋,在那里,城墙内侧有一处向远处延伸的土堤。
§10.5καλεῖται δὲ χῶμα διαλέκτῳ τῇ Λατίνων, ἐνταῦθα κατασκευάζεται κατάγειος οἶκος οὐ μέγας, ἔχων ἄνωθεν κατάβασιν.
在拉丁人的语言中这被称为“丘(土垒)”,在那里建造了一个并不太大的地下墓室,上方有入口可以下去。
κεῖται δὲ ἐν αὐτῷ κλίνη τε ὑπεστρωμένη καὶ λύχνος καιόμενος, ἀπαρχαί τε τῶν πρὸς τὸ ζῆν ἀναγκαίων βραχεῖαί τινες, οἷον ἄρτος, ὕδωρ ἐν ἀγγείῳ, γάλα, ἔλαιον, ὥσπερ ἀφοσιουμένων τὸ μὴ λιμῷ διαφθείρειν σῶμα ταῖς μεγίσταις καθιερωμένον ἁγιστείαις.
其中放有一张铺好被褥的床、一盏点着的灯,以及一些维持生命所必需的微薄的食物,如面包、器皿里的水、牛奶和油,这仿佛是执行者们为了洗刷“让献身于最伟大神圣仪式的身体因饥饿而毁灭”的罪愆。
§10.6αὐτὴν δὲ τὴν κολαζομένην εἰς φορεῖον ἐνθέμενοι καὶ καταστεγάσαντες ἔξωθεν καὶ καταλαβόντες ἱμᾶσιν, ὡς μηδὲ φωνὴν ἐξάκουστον γενέσθαι, κομίζουσι διʼ ἀγορᾶς, ἐξίστανται δὲ πάντες σιωπῇ καὶ παραπέμπουσιν ἄφθογγοι μετά τινος δεινῆς κατηφείας οὐδὲ ἔστιν ἕτερον θέαμα φρικτότερον, οὐδʼ ἡμέραν ἡ πόλις ἄλλην ἄγει στυγνοτέραν ἐκείνης.
他们将受罚的妇女放进舆轿,从外面遮盖严实并用皮带绑紧,使人连声音都听不到,然后抬着她穿过广场。 所有人都静默地让开道路,无言地伴随着某种可怕的沮丧目送她过去;没有任何景象比这更令人毛骨悚然,城市也没有哪一天比那一天更加阴郁。
§10.7ὅταν δὲ πρὸς τὸν τόπον κομισθῇ τὸ φορεῖον, οἱ μὲν ὑπηρέται τοὺς δεσμοὺς ἐξέλυσαν, ὁ δὲ τῶν ἱερέων ἔξαρχος εὐχάς τινας ἀπορρήτους ποιησάμενος καὶ χεῖρας ἀνατείνας θεοῖς πρὸ τῆς ἀνάγκης, ἐξάγει συγκεκαλυμμένην καὶ καθίστησιν ἐπὶ κλίμακος εἰς τὸ οἴκημα κάτω φερούσης.
当舆轿被抬到目的地时,侍从们解开绳索,祭司长在无可避免的惩罚执行前进行了一些秘密的祈祷,并向神明伸出双手,随后将蒙着面纱的她领出来,安置在通往地下室的梯子上。
εἶτα αὐτὸς μὲν ἀποτρέπεται μετὰ τῶν ἄλλων ἱερέων τῆς δὲ καταβάσης ἥ τε κλίμαξ ἀναιρεῖται καὶ κατακρύπτεται τὸ οἴκημα γῆς πολλῆς ἄνωθεν ἐπιφορουμένης, ὥστε ἰσόπεδον τῷ λοιπῷ χώματι γενέσθαι τὸν τόπον, οὕτω μὲν αἱ προέμεναι τὴν ἱερὰν παρθενίαν κολάζονται.
接着,他本人与其他祭司一同转身离去,待她下去后,梯子被撤走,上面堆上大量的泥土将地下室掩盖起来,使这个地方与土堤的其他部分齐平。 那些失去神圣贞洁的处女就是这样被惩罚的。

词汇与语法注释

  1. §10.2ἀπαλλαγείσῃ — 与格分词 ἀπαλλαγείσῃ 修饰前文的 τῇ βουλομένῃ(“愿意的人”),表示免除神职这一附带状况或条件。
  2. §10.3ζῶντος ... πατρὸς — 名词 πατρός 与分词 ζῶντος 构成属格绝对(genitive absolute)结构,表示让步语气:“即使父亲依然在世”。
  3. §10.3διαγούσας — 宾格分词 διαγούσας 作为不定式 πράττειν 的逻辑主语(隐含的宾格主语),指代上下文中的维斯塔贞女。
  4. §10.5ἀφοσιουμένων — 与 ὥσπερ 连用的 ἀφοσιουμένων 是省略了逻辑主语(即执行埋葬的人们或一般社会大众)的属格绝对结构,表示他们的宗教意图:“仿佛是为了洗刷罪愆”。

引用这一段

普鲁塔克, 努马传 §10.1-10.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:10.1-10.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。