§5.1ἀλλὰ γὰρ ἔτος ἤδη διατελοῦντι τῷ Νομᾷ τεσσαρακοστὸν ἧκον ἀπὸ Ῥώμης οἱ πρέσβεις παρακαλοῦντες ἐπὶ τὴν βασιλείαν.
然而,当努马正在度过第四十个年头时,使者们从罗马来到,敦请他继承王位。
τοὺς δὲ λόγους ἐποιήσατο Πρόκλος καὶ Οὐέλεσος, ὧν πρότερον ἐπίδοξος ἦν ὁ δῆμος αἱρήσεσθαι τὸν ἕτερον βασιλέα, Πρόκλῳ μὲν τῶν Ῥωμύλου λαῶν, Οὐελέσῳ δὲ τῶν Τατίου μάλιστα προσεχόντων.
负责交涉的是普罗克鲁斯和韦莱苏斯,在此之前,民众本可望在他们中选择另一位国王,因为罗姆路斯的部众最拥护普罗克鲁斯,而塔提乌斯的部众最拥护韦莱苏斯。
οὗτοι μὲν οὖν βραχέα διελέχθησαν, οἰόμενοι τῷ Νομᾷ τὴν συντυχίαν ἀσπαζομένῳ γεγονέναι·
因此,这两人简短地说了几句,以为这一机遇对于努马而言是乐于接受的。
§5.2ἦν δ’ οὐ μικρόν, ὡς ἔοικεν, ἔργον, ἀλλὰ καὶ λόγων πολλῶν καὶ δεήσεως τὸ πεῖσαι καὶ μεταστῆσαι γνώμην ἀνδρὸς ἐν ἡσυχία καὶ εἰρήνῃ βεβιωκότος εἰς ἀρχὴν πόλεως τρόπον τινὰ καὶ γεγενημένης πολέμῳ καὶ συνηυξημένης.
但是,这似乎并非易事,反而需要许多言语和恳求,才能说服并改变一个一直生活在宁静与和平中的人的心意,引导他去治理一个在某种程度上因战争而生、并随战争而壮大的城市。
ἔλεγεν οὖν τοῦ τε πατρὸς αὐτοῦ παρόντος καὶ Μαρκίου, τῶν συγγενῶν ἑνός, ὡς
πᾶσα μὲν ἀνθρωπίνου βίου μεταβολὴ σφαλερὸν ᾧ δὲ μήτʼ ἄπεστί τι τῶν ἱκανῶν μήτε μεμπτόν ἐστι τῶν παρόντων, τοῦτον οὐδὲν ἄλλο πλὴν ἄνοια μετακοσμεῖ καὶ μεθίστησιν ἐκ τῶν συνήθων οἷς κἂν εἰ μηδὲν ἕτερον προσείη,
因此,在他的父亲以及亲戚之一马尔库斯在场的情况下,他说道: “人类生活的一切改变都是危险的;而对于那些既不缺乏维持生计的充足之物、对现状也无不满意的人来说,除了愚蠢之外,没有什么会改变他的生活,并使他脱离那些早已习惯的习俗,即使在这些习俗中没有其他的益处,其在确切性上也优于不确定之事。
§5.3τῷ βεβαιοτέρῳ διαφέρει τῶν ἀδήλων, ἀλλʼ οὐδὲ ἄδηλα τὰ τῆς βασιλείας τοῖς Ῥωμύλου τεκμαιρομένῳ παθήμασιν, ὡς πονηρὰν μὲν αὐτὸς ἔλαβε δόξαν ἐπιβουλεῦσαι τῷ συνάρχοντι Τατίῳ, πονηρὰν δὲ τοῖς ὁμοτίμοις περιεποίησεν ὡς ἀνῃρημένος ὑπʼ αὐτῶν, καίτοι Ῥωμύλον μὲν οὗτοι παῖδα θεῶν ὑμνοῦσι φήμαις, καὶ τροφήν τινα δαιμόνιον αὐτοῦ καὶ σωτηρίαν ἄπιστον ἔτι νηπίου λέγουσιν ἐμοὶ δὲ καὶ γένος θνητόν ἐστι καὶ τροφὴ καὶ παίδευσις ὑπʼ ἀνθρώπων ὧν οὐκ ἀγνοεῖτε γεγενημένη·
然而,对于以罗姆路斯的悲惨遭遇来衡量的人来说,王位的前途绝非难以预料:他自己因阴谋陷害共同治理者塔提乌斯而落得恶名,又给同等地位的贵族们带来了因刺杀他而起的恶名。 尽管他们歌颂罗姆路斯为神之子,并谈论他婴儿时期神圣的抚育和难以置信的获救;但对我而言,我的血统是凡人,我的抚育和教育也都是由你们所熟知的人来完成的。
§5.4τὰ δ’ ἐπαινούμενα τοῦ τρόπου βασιλεύειν πόρρω μέλλοντος ἀνδρός, ἡσυχία τε πολλὴ καὶ διατριβὴ περὶ λόγους ἀπράγμονας, ὅ τε δεινὸς οὗτος καὶ σύντροφος εἰρήνης ἔρως καὶ πραγμάτων ἀπολέμων καὶ ἀνθρώπων ἐπὶ τιμῇ θεῶν καὶ φιλοφροσύναις εἰς τὸ αὐτὸ συνιόντων, τὰ δὲ ἄλλα καθʼ ἑαυτοὺς γεωργούντων ἢ νεμόντων.
而我性格中备受赞赏的那些品质,正属于一个远离想要统治的男人:充足的闲暇,专注于不涉俗务的学术探讨,以及这种对和平、对远离战火之事的强烈而共生的热爱,还有人们为了敬神和友谊聚集在一起,而在其他时候则各自耕作或放牧。
§5.5ὑμῖν δέ, ὦ Ῥωμαῖοι, πολλοὺς μὲν ἴσως ἀβουλήτους ἀπολέλοιπε πολέμους Ῥωμύλος, οἷς ἀντερείδοντος ἡ πόλις ἐμπείρου δεῖται βασιλέως καὶ ἀκμάζοντος·
但是,罗马人啊,罗姆路斯也许给你们留下了许多违背意愿的战争,为了抵抗这些战争,城邦需要一位经验丰富且处于壮年的国王;而且由于幸运,民众已经养成了深厚的习惯和强烈的热情,谁都看得出他们渴望扩张并统治他人。
πολλὴ δὲ καὶ συνήθεια καὶ προθυμία διʼ εὐτυχίαν γέγονε τῷ δήμῳ, καὶ οὐδένα λέληθεν αὔξεσθαι καὶ κρατεῖν ἑτέρων βουλόμενος, ὥστε καὶ γέλως ἂν εἴη τἀμά, θεραπεύοντος θεούς, καὶ δίκην τιμᾶν, βίαν δὲ καὶ πόλεμον ἐχθαίρειν διδάσκοντος πόλιν στρατηλάτου μᾶλλον ἢ βασιλέως δεομένην.
因此,对于一个需要统帅胜过需要国王的城邦来说,我去敬奉神明、教导人们尊重正义并痛恨暴力和战争,我的这些做法甚至会沦为笑柄。 ”