§6.1τοιούτοις λόγοις ἀφοσιουμένου τὴν βασιλείαν τοῦ ἀνδρός, οἵ τε Ῥωμαῖοι πᾶσαν ἐποιοῦντο σπουδὴν ἀντιβολοῦντες καὶ δεόμενοι μὴ σφᾶς αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ πόλεμον ἐμφύλιον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἀμφότεραι συννεύσουσιν αἱ στάσεις, ὅ τε πατήρ καὶ ὁ Μάρκιος ἐκείνων μεταστάντων ἰδίᾳ προσκείμενοι τὸν Νομᾶν ἔπειθον δέχεσθαι μέγα καὶ θεῖον δῶρον.
当这个男人用这样的话语推卸王位时,罗马人竭尽全力,恳求并请求他不要让他们再次陷入党争和内战,因为没有其他能让双方派系共同妥协的人选。 在使者们退席之后,他的父亲和马尔库斯私下劝说,说服努马接受这份伟大而神圣的礼物。
§6.2εἰ δὲ αὐτὸς οὔτε πλούτου δέῃ διʼ αὐτάρκειαν οὔτε δόξαν ἀρχῆς καὶ δυναστείας ἐζήλωκας κρείσσονα τὴν ἀπʼ ἀρετῆς ἔχων, ἀλλʼ ὑπηρεσίαν γε θεοῦ τὸ βασιλεύειν ἡγούμενος, ὅς γε ἀνίστησι καὶ οὐκ ἐᾷ κεῖσθαι καὶ ἀργεῖν τὴν ἐν σοὶ τοσαύτην δικαιοσύνην, μὴ φεῦγε μηδὲ ἀποδίδρασκε τὴν ἀρχήν, ἀνδρὶ φρονίμῳ πράξεων καλῶν καὶ μεγάλων οὖσαν χώραν, ἐν ᾗ καὶ θεραπεῖαι θεῶν μεγαλοπρεπεῖς εἰσι καὶ πρὸς εὐσέβειαν ἀνθρώπων ἡμερώσεις ῥᾷστα καὶ τάχιστα μετακοσμουμένων ὑπὸ §6.3τὸν κρατοῦντος, οὗτοι καὶ Τάτιον ἔστερξαν ἔπηλυν ἡγεμόνα, καὶ τὴν Ῥωμύλου μνήμην ἀποθεοῦσι ταῖς τιμαῖς.
“即使你因自足而不需要财富,也不向往统治和权力的荣耀,因为你拥有来自美德的更高尚的荣耀;但是,既然你认为君临统治是对神的侍奉——正是这位神唤醒了你心中如此巨大的正义,而不容许其搁置和荒废——就请不要逃避或躲闪这一职位。 对于一个明智的人来说,这是施展美好而伟大作为的舞台,在此处不仅有对神明庄严的崇敬,而且在统治者的引导下,人们最容易、最迅速地被感化而走向虔敬。 这些人甚至爱戴了外来的领袖塔提乌斯,并以极高的荣誉将罗姆路斯的记忆奉为神明。
τίς δὲ οἶδεν εἰ καὶ νικῶντι δήμῳ πολέμου κόρος ἐστί, καὶ μεστοὶ θριάμβων καὶ λαφύρων γεγονότες ἡγεμόνα πρᾷον καὶ δίκης ἑταῖρον ἐπʼ εὐνομίᾳ καὶ εἰρήνῃ ποθοῦσιν;
又有谁知道,一个屡获胜利的民族是否也对战争感到了厌倦,并在满载凯旋与战利品之后,为了法度与和平而渴望一位温和、友爱正义的领袖呢?
εἰ δὲ δὴ καὶ παντάπασιν ἀκρατῶς ἔχουσι καὶ μανικῶς πρὸς πόλεμον, ἆρʼ οὐχὶ βέλτιον ἀλλαχόσε τὴν ὁρμὴν αὐτῶν τρέπειν, διὰ χειρὸς ἔχοντα τὰς ἡ νίας, τῇ δὲ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει σύνδεσμον εὐνοίας καὶ φιλίας πρὸς πόλιν ἀκμάζουσαν καὶ δυνατὴν γενέσθαι;
退一步说,即使他们完全无法自制、对战争近乎疯狂,难道在手中握紧缰绳的同时,将他们的冲动引向别处,并为你自己的祖国以及整个萨宾民族,建立起与一个正在兴旺且强大的城邦之间的友好和友谊的纽带,不是一件更好的事吗?
§6.4τούτοις προσῆν, ὡς λέγεται, σημεῖά τε χρηστὰ καὶ σπουδὴ τῶν πολιτῶν καὶ ζῆλος, ὡς ἐπύθοντο τὴν πρεσβείαν, δεομένων βαδίζειν καὶ παραλαμβάνειν τὴν βασιλείαν ἐπὶ κοινωνίᾳ καὶ συγκράσει τῶν πολιτῶν.
” 据传说,除了这些劝说之外,还出现了吉兆,以及公民们的热情与期盼;当他们获悉使团的使命后,便纷纷恳求他前去接掌王位,以实现公民的团结与融合。