Humanitext Reader

普鲁塔克 · 努马传 §4.1-4.8

埃格里娅神婚传说与神人相通的考辨

第 4 段,共 22 段 · 希腊语

内容简介

由于努马在隐居生活中产生了与埃格里娅的神圣婚姻传说,作者围绕神明与人类交往的可能性展开了哲学和神话学上的讨论,并在最后提及了统治者伪称神圣权威的政治实效性。

§4.1ὁ δὲ Νομᾶς ἐκλείπων τὰς ἐν ἄστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ πλανᾶσθαι μόνος ἤθελεν, ἐν ἄλσεσι θεῶν καὶ λειμῶσιν ἱεροῖς καὶ τόποις ἐρήμοις ποιούμενος τὴν δίαιταν.
努马离开城市里的生活,大部分时间宁愿独自在野外露宿和漫游,在神圣的树林、圣洁的草地以及荒凉的场所度过余生。
ὅθεν οὐχ ἥκιστα τὴν ἀρχὴν ὁ περὶ τῆς θεᾶς ἔλαβε λόγος, ὡς ἄρα Νομᾶς ἐκεῖνος οὐκ ἀδημονίᾳ τινὶ ψυχῆς καὶ πλάνῃ τὸν μετὰ ἀνθρώπων ἀπολέλοιπε βίον, §4.2ἀλλὰ σεμνοτέρας γεγευμένος ὁμιλίας καὶ γάμων θείων ἠξιωμένος, Ἠγερίᾳ δαίμονι συνὼν ἐρώσῃ καὶ συνδιαιτώμενος, εὐδαίμων ἀνήρ καὶ τὰ θεῖα πεπνυμένος γέγονεν.
因此,尤其是关于女神的传说便应运而生:据说,那位著名的努马之所以离开与人共处的生活,并非因为灵魂的某种烦恼或迷茫,而是因为他品尝到了更神圣的交往,并被配得上神圣的婚姻,与爱慕他的神灵埃格里娅相伴并共同生活,从而成为了一个幸福且在神圣事物上充满智慧的人。
ὅτι μὲν οὖν ταῦτα πολλοῖς τῶν πάνυ παλαιῶν μύθων ἔοικεν, οὓς οἱ Φρύγες τε περὶ Ἄττεω καὶ Βιθυνοὶ περὶ Ἡροδότου καὶ περὶ Ἐνδυμίωνος Ἀρκάδες ἄλλοι τε περὶ ἄλλων εὐδαιμόνων δή τινων καὶ θεοφιλῶν γενέσθαι δοκούντων παραλαβόντες ἠγάπησαν, οὐκ ἄδηλόν ἔστι.
然而,这些传说与许多极古老的传说相似,是显而易见的;这些传说诸如弗里吉亚人关于阿提斯、比提尼亚人关于希罗多德、阿卡迪亚人关于恩迪米翁,以及其他民族关于其他那些被认为变得幸福且受神眷顾之人的传说,他们接受并喜爱这些传说。
§4.3καί που λόγον ἔχει τὸν θεόν, οὐ φίλιππον οὐδὲ φίλορνιν, ἀλλὰ φιλάνθρωπον ὄντα, τοῖς διαφερόντως ἀγαθοῖς ἐθέλειν συνεῖναι, καὶ μὴ δυσχεραίνειν μηδὲ ἀτιμάζειν ἀνδρὸς ὁσίου καὶ σώφρονος ὁμιλίαν.
况且,神既不爱马,也不爱鸟,而是热爱人类,因而乐于与那些特别优秀且善良的人交往,并不嫌弃或轻视一位虔诚且节制之人的陪伴,这大概是合乎情理的。
ὡς δὲ καὶ σώματος ἀνθρωπίνου καὶ ὥρας ἐστί τις θεῷ καὶ δαίμονι κοινωνία καὶ χάρις, ἔργον ἤδη καὶ τοῦτο πεισθῆναι.
但是,若说神明或精灵对人类的身体和青春美貌会产生某种结合与宠爱,这同样也是一件难以令人置信的事。
§4.4καίτοι δοκοῦσιν οὐκ ἀπιθάνως Αἰγύπτιοι διαιρεῖν ὡς γυναικὶ μὲν οὐκ ἀδύνατον πνεῦμα πλησιάσαι θεοῦ καί τινας ἐντεκεῖν ἀρχὰς γενέσεως, ἀνδρὶ δὲ οὐκ ἔστι σύμμιξις πρὸς θεὸν οὐδὲ ὁμιλία σώματος.
尽管如此,埃及人所作的区分似乎不无道理:他们认为,对于女性而言,神的灵气降临并植入某种生育的胚芽并非不可能;但对于男性,则不存在与神的结合或身体接触。
ἀγνοοῦσι δὲ ὅτι τὸ μιγνύμενον ᾧ μίγνυται τὴν ἴσην ἀνταποδίδωσι κοινωνίαν.
然而,他们忽视了这一事实:结合者与被结合者之间,会产生同等对等的相互融合。
οὐ μὴν ἀλλὰ φιλίαν γε πρὸς ἄνθρωπον εἶναι θεῷ καὶ τὸν ἐπὶ ταύτῃ λεγόμενον ἔρωτα καὶ φυόμενον εἰς ἐπιμέλειαν ἤθους καὶ ἀρετῆς, πρέπον ἂν εἴη.
不过,神对人持有友爱,以及据说基于此而产生、旨在培育品格与美德的爱,这倒是极其合宜的。
§4.5καὶ οὐ πλημμελοῦσιν οἱ τὸν Φόρβαντα καὶ τὸν Ὑάκινθον καὶ τὸν Ἄδμητον ἐρωμένους Ἀπόλλωνος γεγονέναι μυθολογοῦντες, ὥσπερ αὖ καὶ τὸν Σικυώνιον Ἱππόλυτον, ᾧ δὴ καί φασιν, ὁσάκις τύχοι διαπλέων εἰς Κίρραν ἐκ Σικυῶνος, τὴν Πυθίαν, οἷον αἰσθανομένου τοῦ θεοῦ καὶ χαίροντος, ἀποθεσπίζειν τόδε τὸ ἡρῷον "καὶ δ’ αὖθʼ Ἱππολύτοιο φίλον κάρα εἰς ἅλα βαίνει.
因此,那些在神话中称福尔巴斯、雅辛托斯和阿德墨托斯成为阿波罗所爱之人的说法,并没有错;同样,关于西锡安的希波吕托斯也是如此,据说每当他从西锡安乘船渡海前往基拉时,皮提娅仿佛感到神明的察觉与喜悦,便会吟诵出下面这行英雄诗句: “而今,希波吕托斯那可爱的头颅又一次走向了大海。
" §4.6Πινδάρου δὲ καὶ τῶν μελῶν ἐραστὴν γενέσθαι τὸν Πᾶνα μυθολογοῦσιν.
” 此外,人们在神话中还说潘爱上了品达及其诗歌。
ἀπέδωκε δέ τινα τιμὴν καὶ Ἀρχιλόχῳ καὶ Ἡσιόδῳ τελευτήσασι διὰ τὰς Μούσας τὸ δαιμόνιον.
神圣的力量在阿基洛科斯和赫西俄德去世后,因缪斯之故而赐予了他们某种荣誉。
Σοφοκλεῖ δὲ καὶ ζῶντι τὸν Ἀσκληπιὸν ἐπιξενωθῆναι λόγος ἐστὶ πολλὰ μέχρι δεῦρο διασώζων τεκμήρια, καὶ τελευτήσαντι τυχεῖν ταφῆς ἄλλος θεός, ὡς λέγεται, παρέσχεν.
关于索福克勒斯,甚至在他活着的时候,就有传说称阿斯克勒庇俄斯曾借宿他家,这一传说至今仍保留着许多证据;据说在他去世后,另一位神明还为他妥善安排了葬礼。
§4.7ἆρα οὖν ἄξιὸν ἔστι, ταῦτα συγχωροῦντας ἐπὶ τούτων, ἀπιστεῖν εἰ Ζαλεύκῳ καὶ Μίνῳ καὶ Ζωροάστρῃ καὶ Νομᾷ καὶ Λυκούργῳ βασιλείας κυβερνῶσι καὶ πολιτείας διακοσμοῦσιν εἰς τὸ αὐτὸ ἐφοίτα τὸ δαιμόνιον, ἢ τούτοις μὲν εἰκὸς ἔστι καὶ σπουδάζοντας θεοὺς ὁμιλεῖν ἐπὶ διδασκαλίᾳ καὶ παραινέσει τῶν βελτίστων, ποιηταῖς δὲ καὶ λυρικοῖς μινυρίζουσιν, εἴπερ ρ ἄρα, χρῆσθαι παίζοντας;
既然在上述那些人的情况下承认了这些事,难道我们应当怀疑:在萨勒乌科斯、米诺斯、佐罗亚斯德、努马和莱库古统领王国、治理城邦之时,神圣的力量也曾为了同样的目的造访他们吗? 或者,更有可能的是,神明们是严肃地与这些(立国者)交往,以传授和劝导最美好的事物;而对于那些哼唱的诗人和抒情歌手,即便真的有所交往,也只不过是戏谑之举?
§4.8εἰ δὲ λέγει τις ἄλλως, κατὰ Βακχυλίδην, πλατεῖα κέλευθος.
如果有人持不同意见,那么正如巴克基利德斯所说: “道路是宽广的。
οὐδὲ γὰρ ἅτερος λόγος ἔχει τι φαῦλον, ὃν περὶ Λυκούργου καὶ Νομᾶ καὶ τοιούτων ἄλλων ἀνδρῶν λέγουσιν, ὡς δυσκάθεκτα καὶ δυσάρεστα πλήθη χειρούμενοι καὶ μεγάλας ς ἐπιφέροντες ταῖς πολιτείαις καινοτομίας, προσεποιήσαντο τὴν ἀπὸ τοῦ θεοῦ δόξαν, αὐτοῖς ἐκείνοις πρὸς οὓς ἐσχηματίζοντο σωτήριον οὖσαν.
” 因为关于莱库古、努马以及其他类似人物所流传的另一种说法,也并没有什么不好:他们为了制服难以驾驭且心怀不满的民众,并在城邦中推行重大变革,因而伪称获得了来自神明的光荣,而这对于他们所针对并施加这种伪装的民众自身而言,起到了拯救的作用。

词汇与语法注释

  1. §4.2ὅτι μὲν οὖν ταῦτα πολλοῖς τῶν πάνυ παλαιῶν μύθων ἔοικεν — 该 ὅτι 引导的从句(“这些事情与……相似”)作为后文主句动词短语 οὐκ ἄδηλόν ἔστι(“是显而易见的”)的主语从句。
  2. §4.3λόγον ἔχει τὸν θεὸν ... ἐθέλειν συνεῖναι — 动词短语 λόγον ἔχει(“是合乎情理的”)带有一个以 τὸν θεόν 为逻辑主语的带对格的不定式(A.C.I.)结构(即 ἐθέλειν συνεῖναι,“乐于交往”),作为它的补足语。
  3. §4.4δοκοῦσιν οὐκ ἀπιθάνως Αἰγύπτιοι διαιρεῖν — 这是动词 δοκέω 与复数主语 Αἰγύπτιοι(“埃及人”)相一致的“人称构筑”(personal construction),而非非人称构筑(δοκεῖ,“似乎埃及人做出了区分”),译为“埃及人似乎做出了区分”。
  4. §4.5ᾧ δὴ καί φασιν ... τὴν Πυθίαν ... ἀποθεσπίζειν — 在由关系词 ᾧ 引导的关系从句中,插入了 φασιν(“他们说”),并以它的宾语(以 τὴν Πυθίαν 为逻辑主语的不定式 ἀποθεσπίζειν)作为补足,形成一个复杂的关系从句内不定式结构。
  5. §4.8προσεποιήσαντο τὴν ἀπὸ τοῦ θεοῦ δόξαν, αὐτοῖς ἐκείνοις πρὸς οὓς ἐσχηματίζοντο σωτήριον οὖσαν — 女性单数宾格分词 οὖσαν 修饰 δόξαν,表示其属性。关系从句 πρὸς οὓς ἐσχηματίζοντο(“他们对其施加装扮的那些人”)的先行词是紧接其前的与格指示代名词 αὐτοῖς ἐκείνοις(“正是那些人”)。

引用这一段

普鲁塔克, 努马传 §4.1-4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:4.1-4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。