§21.1περὶ δὲ παίδων αὐτοῦ καὶ γάμων ἀντιλογίαι γεγόνασι τοῖς ἱστορικοῖς.
关于他的子女和婚姻,历史学家们存在着争议。
οἱ μὲν γὰρ οὔτε γάμον ἄλλον ἢ τὸν Τατίας λαβεῖν αὐτὸν οὔτε παιδὸς ἑτέρου γενέσθαι πατέρα πλὴν μιᾶς θυγατρὸς Πομπιλίας λέγουσιν· οἱ δὲ πρὸς ταύτῃ τέσσαρας υἱοὺς ἀναγράφουσιν αὐτοῦ, Πόμπωνα, Πῖνον, Κάλπον, Μάμερκον, ὧν ἕκαστον οἴκου διαδοχὴν καὶ γένους ἐντίμου καταλιπεῖν.
因为有些人说,他除了娶塔提亚之外没有结过别的婚,除了一个女儿蓬皮莉亚之外,也没有成为其他任何孩子的父亲;而另一些人则在此女之外,还记载了他的四个儿子,蓬蓬、皮诺斯、卡尔波斯、马梅尔科斯,他们中每一个人都留下了显赫家族和高贵氏族的传承。
§21.2εἶναι γάρ ἀπὸ μὲν τοῦ Πόμπωνος τοὺς Πομπωνίους, ἀπὸ δὲ Πίνου τοὺς Πιναρίους, ἀπὸ δὲ Κάλπου τοὺς Καλπουρνίους, ἀπὸ δὲ Μαμέρκου τοὺς Μαμερκίους, οἷς διὰ τοῦτο καὶ Ῥῆγας γενέσθαι παρωνύμιον, ὅπερ ἐστὶ βασιλέας, τρίτοι δέ εἰσιν οἱ τούτων μὲν κατηγοροῦντες ὡς χαριζομένων τοῖς γένεσι καὶ προστιθέντων οὐκ ἀληθῆ στέμματα τῆς ἀπὸ Νομᾶ διαδοχῆς, τὴν δὲ Πομπιλίαν οὐκ ἐκ Τατίας γεγονέναι λέγοντες, ἀλλʼ ἐξ ἑτέρας γυναικός, ἣν ἤδη βασιλεύων ἔγημε, Λουκρητίας·
因为据说,从蓬蓬传下了蓬波尼乌斯家族,从皮诺斯传下了皮纳里乌斯家族,从卡尔波斯传下了卡尔普尔尼乌斯家族,从马梅尔科斯传下了马梅尔基乌斯家族,而后者也因此得到了“雷加斯”的绰号,这也就是“国王们”的意思。 还有第三类人,他们谴责上述学者迎合这些家族、捏造了源自努马的虚假家谱,并称蓬皮莉亚并非塔提亚所生,而是由另一位妇女露克蕾提亚所生,后者是他已即位为王后所娶的。
§21.3πάντες δ’ οὖν ὁμολογοῦσι τὴν Πομπιλίαν Μαρκίῳ γαμηθῆναι.
但无论如何,所有人都同意蓬皮莉亚嫁给了马尔库斯。
παῖς δὲ ἦν ὁ Μάρκιος ἐκείνου Μαρκίου τοῦ Νομᾶν παρορμήσαντος ἐπὶ τὴν βασιλείαν καὶ γὰρ συμμετῴκησεν εἰς Ῥώμην αὐτῷ καὶ τῆς συγκλήτου μετέσχε τιμώμενος, καὶ μετὰ τὴν Νομᾶ τελευτὴν Ὁστιλίῳ περὶ τῆς βασιλείας εἰς ἀγῶνα καταστὰς καὶ ἡττηθεὶς ἀπεκαρτέρησεν.
而这位马尔库斯是那位曾劝说努马继承王位的马尔库斯的儿子;因为他也曾与他一同迁居罗马,并作为元老院议员备受尊敬,并在努马去世后,与霍斯蒂里乌斯竞争王位,失败后绝食自尽。
ὁ δὲ υἱὸς αὐτοῦ Μάρκιος ἔχων τὴν Πομπιλίαν κατέμεινεν ἐν Ῥώμῃ καὶ Μάρκιον Ἄγκον ἐγέννησεν, ὃς μετὰ Τύλλον Ὁστίλιον ἐβασίλευσε.
他的儿子马尔库斯娶了蓬皮莉亚为妻,留在罗马,并生下了安库斯·马尔库斯,后者在图路斯·霍斯蒂里乌斯之后成为了国王。
§21.4τοῦτον, ὡς λέγεται, πενταετῆ καταλιπὼν ὁ Νομᾶς ἐτελεύτησεν, οὐ ταχείας οὐδʼ αἰφνιδίου γενομένης αὐτῷ τῆς τελευτῆς, ἀλλὰ κατὰ μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, ὡς ἱστόρηκε Πείσων.
传闻努马留下这个当时只有五岁的孩子便去世了,他的死并不是迅速或突然的,而是如皮索所记载的,因年老和温和的疾病而逐渐凋谢。
ἐτελεύτησε δὲ χρόνον οὐ πολὺν τοῖς ὀγδοήκοντα προσβιώσας.
他在活到了八十岁出头后去世。