Humanitext Reader

普鲁塔克 · 努马传 §19.1-19.6

古罗马十月历法与各月名称及雅努斯之意

第 19 段,共 22 段 · 希腊语

内容简介

本章节阐述了古罗马最初十个月历法的证据及各月份名称的由来(特别是三月至六月),说明了努马如何将一月移至首位以确立市民政治优于军事力量的原则,并解释了双面神雅努斯的象征意义。

§19.1Ῥωμαῖοι δὲ ὅτι μὲν δέκα μῆνας εἰς τὸν ἐνιαυτὸν ἔταττον, οὐ δώδεκα, τεκμήριον ἡ τοῦ τελευταίου προσηγορία· δέκατον γάρ αὐτὸν ἄχρι νῦν καλοῦσιν ὅτι δὲ τὸν Μάρτιον πρῶτον, ἡ τάξις·
罗马人过去在一年中安排十个月而不是十二个月,其证据在于最后一个月的名称:因为直到今天他们仍称其为第十个月。
τὸν γάρ ἀπʼ ἐκείνου πέμπτον ἐκάλουν πέμπτον ἕκτον δὲ τὸν ἕκτον καὶ τῶν ἄλλων ἑξῆς ὁμοίως ἕκαστον, ἐπεὶ τὸν Ἰανουάριον καὶ τὸν Φεβρουάριον πρὸ τοῦ Μαρτίου τιθεμένοις συνέβαινεν αὐτοῖς τὸν εἰρημένον μῆνα πέμπτον μὲν ὀνομάζειν, ἕβδομον δὲ ἀριθμεῖν.
而三月是第一个月则由顺序证明:因为他们把从三月算起的第五个月称为“第五”,第六个称为“第六”,其余的每个月也同样依序称呼,因为对于那些将一月和二月置于三月之前的人来说,就会出现这样的情况:他们称前述的那个月为“第五”,但计算时却成了“第七”。
§19.2ἄλλως δὲ καὶ λόγον εἶχε τὸν Μάρτιον Ἄρει καθιερωμένον ὑπὸ τοῦ Ῥωμύλου πρῶτον ὀνομάζεσθαι· δεύτερον δὲ τὸν Ἀπρίλλιον, ἐπώνυμον ὄντα τῆς Ἀφροδίτης, ἐν ᾧ θύουσί τε τῇ θεῷ καὶ ταῖς καλάνδαις αἱ γυναῖκες ἐστεφανωμέναι μυρσίνῃ λούονται, τινὲς δὲ οὐ διὰ τὴν Ἀφροδίτην τὸν Ἀπρίλλιὸν φασιν, ἀλλʼ ὥσπερ ἔχει τοὔνομα ψιλόν, Ἀπρίλλιον κεκλῆσθαι τὸν μῆνα τῆς ἐαρινῆς ὥρας ἀκμαζούσης ἀνοίγοντα καὶ ἀνακαλύπτοντα τοὺς βλαστοὺς τῶν φυτῶν τοῦτο γὰρ ἡ γλῶττα σημαίνει.
此外,由罗慕路斯献给阿瑞斯的三月被命名为第一个月也是合情合理的;第二个月是阿普里利斯(四月),得名于阿佛洛狄忒,在这个月中,他们向女神献祭,而在卡兰德(朔日),妇女们戴着香桃木的花环沐浴。 但有些人说,阿普里利斯(四月)这个月份并不是因为阿佛洛狄忒,而是正如这个名字本身的纯粹含义,被称为阿普里利斯是因为在春季最旺盛的时候,它开启并展露了植物的嫩芽;因为他们的语言指的就是这个意思。
§19.3τῶν δ’ ἐφεξῆς τὸν μὲν Μάϊον καλοῦσιν ἀπὸ Μαίας· Ἑρμῇ γὰρ ἀνιέρωται τὸν δὲ Ἰούνιον ἀπὸ τῆς Ἥρας.
在接下来的月份中,他们根据迈亚将五月称为迈乌斯,因为它是献给赫耳墨斯的;而六月则是根据赫拉(朱诺)命名的。
εἰσὶ δέ τινες οἱ τούτους ἡλικίας ἐπωνύμους εἶναι λέγοντες πρεσβυτέρας καὶ νεωτέρας· μαϊώρεις γὰρ οἱ πρεσβύτεροι παρʼ αὐτοῖς, ἰουνιώρεις δὲ οἱ νεώτεροι καλοῦνται, τῶν δὲ λοιπῶν ἕκαστον ἀπὸ τῆς τάξεως, ὥσπερ ἀριθμοῦντες, ὠνόμαζον πέμπτον, ἕκτον, ἕβδομον, ὄγδοον, ἔνατον, δέκατον·
但也有人说,这些名字是根据年长和年轻的年龄命名的;因为在他们中间,年长者被称为“迈奥雷斯”(maiores),年轻者被称为“伊乌尼奥雷斯”(iuniores)。 而其余的每个月,他们都根据其顺序来命名,就好像计数一样,称为“第五”、“第六”、“第七”、“第八”、“第九”、“第十”。
§19.4εἶτα ὁ πέμπτος ἀπὸ Καίσαρος τοῦ καταγωνισαμένου Πομπήϊον Ἰούλιος· ὁ δὲ ἕκτος Αὔγουστος ἀπὸ τοῦ δευτέρου μὲν ἄρξαντος, Σεβαστοῦ δὲ ἐπικληθέντος, ὠνομάσθη.
后来,第五个月因击败庞培的恺撒而命名为尤利乌斯(七月);第六个月因第二位统治者且被尊称为奥古斯都的人而命名为奥古斯都(八月)。
τοὺς δὲ ἐφεξῆςΔομετιανὸς εἰσεποίησε ταῖς αὑτοῦ προσωνυμίαις οὐ πολὺν χρόνον, ἀλλὰ τὰς αὑτῶν ἀναλαβόντες πάλιν ἐκείνου σφαγέντος ὁ μὲν ἕβδομος, ὁ δὲ ὄγδοος καλοῦνται, μόνοι δ’ οἱ τελευταῖοι δύο τὴν ἀπὸ τῆς τάξεως κλῆσιν, ὥσπερ ἔσχον ἐξ ἀρχῆς, διεφύλαξαν.
接下来的月份,多米提安曾一度用自己的名字取而代之,但时间不长,在他被杀后,它们又重新采用了原来的名称,被称为第七个和第八个,只有最后的两个月保留了它们自始就拥有的根据顺序的称呼。
§19.5τῶν δὲ ὑπὸ Νομᾶ προστεθέντων ἢ μετατεθέντων ὁ μὲν Φεβρουάριος οἷον καθάρσιος ἄν τις εἴη· καὶ γάρ ἡ λέξις ἔγγιστα τοῦτο σημαίνει, καὶ τοῖς φθιτοῖς ἐναγίζουσι τότε καὶ τὴν τῶν Λουπερκαλίων ἑορτὴν εἰς τὰ πολλὰ καθαρμῷ προσεοικυῖαν τελοῦσιν ὁ δὲ πρῶτος Ἰανουάριος ἀπὸ τοῦ Ἰανοῦ, δοκεῖ δέ μοι τὸν Μάρτιον ὁ Νομᾶς ἐπώνυμον ὄντα τοῦ Ἄρεως ἐκ τῆς προεδρίας μεταστῆσαι, βουλόμενος ἐν παντὶ τῆς πολεμικῆς δυνάμεως προτιμᾶσθαι τὴν πολιτικήν.
在努马增加或调整位置的月份中,二月(费布鲁阿里乌斯)可以说是一个“净化”的月份;因为这个词的意思非常接近于此,当时他们向亡者献祭,并举行卢佩尔卡利亚节,这在很大程度上类似于净化仪式。 而第一个月一月(亚努阿里乌斯)得名于雅努斯;在我看来,努马将以阿瑞斯命名的三月从首位移开,是因为他希望在一切事物中,市民的政治力量都应该优于军事力量。
§19.6ὁ γὰρ Ἰανὸς ἐν τοῖς πάνυ παλαιοῖς εἴτε δαίμων εἴτε βασιλεὺς γενόμενος πολιτικὸς καὶ κοινωνικὸς ἐκ τοῦ θηριώδους καὶ ἀγρίου λέγεται μεταβαλεῖν τὴν δίαιταν.
因为雅努斯在极古老的时代里,无论是神灵还是国王,都变得具有市民性和社会性,据说他将人们的生活方式从野兽般和狂野的状态改变过来。
καὶ διὰ τοῦτο πλάττουσιν αὐτὸν ἀμφιπρόσωπον, ὡς ἑτέραν ἐξ ἑτέρας τῷ βίῳ περιποιήσαντα τὴν μορφὴν καὶ διάθεσιν.
由于这个原因,人们将他塑造成双面(两张脸的面貌),因为他为生活带来了与先前不同的另一种形式和状态。

词汇与语法注释

  1. §19.1ἐπεὶ τὸν Ἰανουάριον καὶ τὸν Φεβρουάριον πρὸ τοῦ Μαρτίου τιθεμένοις συνέβαινεν αὐτοῖς τὸν εἰρημένον μῆνα πέμπτον μὲν ὀνομάζειν, ἕβδομον δὲ ἀριθμεῖν. — 与格分词 `τιθεμένοις` 与 `αὐτοῖς` 一致,作为无人称动词 `συνέβαινεν` 的逻辑主体。它指的是那些将一月和二月置于三月之前的罗马人,从而解释了名称(“第五”)与实际顺序(“第七”)不符的矛盾。
  2. §19.2τῆς ἐαρινῆς ὥρας ἀκμαζούσης — 属格独立结构,表示时间或环境(“当春季最旺盛的时候”),其中分词 `ἀκμαζούσης` 修饰名词 `ὥρας`。
  3. §19.5ὁ μὲν Φεβρουάριος οἷον καθάρσιος ἄν τις εἴη — 带有 `ἄν` 和祈愿式 `εἴη` 的潜在祈愿 (potential optative) 结构,表达一种委婉或推测性的主张(“可以说,好比是……”)。代词 `τις` 起到不定代词的主语作用,或用以缓和语气。
  4. §19.6ὡς ἑτέραν ἐξ ἑτέρας τῷ βίῳ περιποιήσαντα τὴν μορφὴν καὶ διάθεσιν — 连词 `ὡς` 与宾格分词 `περιποιήσαντα`(与 `αὐτόν` 一致)连用,表示他被如此塑造的主观原因或依据(“作为带来……的人”)。短语 `ἑτέραν ἐξ ἑτέρας`(由一种到另一种)强调了生活方式的根本性转变。

引用这一段

普鲁塔克, 努马传 §19.1-19.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:19.1-19.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。