Humanitext Reader

普鲁塔克 · 努马传 §13.1-13.7

天降青铜盾与萨利祭司团的建立

第 13 段,共 22 段 · 希腊语

内容简介

叙述了努马统治时期因青铜盾牌自天而降而建立萨利祭司团的经过,并探讨了该祭司名称、盾牌(安库里亚)形状的起源以及工匠马穆里乌斯的贡献。

§13.1τοὺς δὲ Σαλίους ἱερεῖς ἐκ τοιαύτης λέγεται συστήσασθαι προφάσεως.
据说萨利祭司的建立是出于以下原因。
ἔτος ὄγδοον αὐτοῦ βασιλεύοντος λοιμώδης νόσος περιϊοῦσα τὴν Ἰταλίαν ἐστρόβησε καὶ τὴν Ῥώμην.
在他统治的第八年,一场瘟疫席卷意大利,也使罗马陷入混乱。
ἀθυμούντων δὲ τῶν ἀνθρώπων ἱστορεῖται χαλκῆν πέλτην ἐξ οὐρανοῦ καταφερομένην εἰς τὰς Νομᾶ πεσεῖν χεῖρας.
在人们丧失信心之际,据记载,一面青铜盾牌自天而降,落入努马的手中。
ἐπὶ δὲ αὐτῇ θαυμάσιόν τινα λόγον λέγεσθαι ὑπὸ τοῦ βασιλέως, ὃν Ἠγερίας τε καὶ τῶν Μουσῶν πυθέσθαι.
关于这面盾牌,据说国王讲述了一个奇妙的故事,这是他从埃格里娅和缪斯女神们那里听来的。
§13.2τὸ μὲν γάρ ὅπλον ἥκειν ἐπὶ σωτηρίᾳ τῆς πόλεως, καὶ δεῖν αὐτὸ φρουρεῖσθαι γενομένων ἄλλων ἕνδεκα καὶ σχῆμα καὶ μέγεθος καὶ μορφὴν ἐκείνῳ παραπλησίων, ὅπως ἄπορον εἴη τῷ κλέπτῃ διʼ ὁμοιότητα τοῦ διοπετοῦς ἐπιτυχεῖν ἔτι δὲ χρῆναι Μούσαις καθιερῶσαι τὸ χωρίον ἐκεῖνο καὶ τοὺς περὶ αὐτὸ λειμῶνας, ὅπου τὰ πολλὰ φοιτῶσαι συνδιατρίβουσιν αὐτῷ.
因为他说这件武器是为了城邦的安全而降临的,必须予以保护;且须制作另外十一面在形状、大小和外观上与它极为相似的盾牌,以便盗贼因其相似性而无法成功盗取那面天降之盾;此外,还必须将那个地方以及周围的草地奉献给缪斯女神,因为她们经常去那里与他共度时光。
τὴν δὲ πηγὴν ἣ κατάρδει τὸ χωρίον, ὕδωρ ἱερὸν ἀποδεῖξαι ταῖς Ἑστιάσι παρθένοις, ὅπως λαμβάνουσαι καθʼ ἡμέραν ἁγνίζωσι καὶ ῥαίνωσι τὸ ἀνάκτορον.
而灌溉该地的泉水,他则指定为维斯塔贞女的圣水,以便她们每日汲水来净化和洒扫宫殿。
§13.3τούτοις μὲν οὖν μαρτυρῆσαι λέγουσι καὶ τὰ τῆς νόσου παραχρῆμα παυσάμενα.
据说,瘟疫的立即平息也证实了这些话。
τὴν δὲ πέλτην προθέντος αὐτοῦ καὶ κελεύσαντος ἁμιλλᾶσθαι τοὺς τεχνίτας ὑπὲρ τῆς ὁμοιότητος, τοὺς μὲν ἄλλους ἀπειπεῖν, Οὐετούριον δὲ Μαμούριον ἕνα α τῶν ἄκρων δημιουργῶν οὕτως ἐφικέσθαι τῆς ἐμφερείας, καὶ κατασκευάσαι πάσας ὁμοίας, ὥστε μηδʼ αὐτὸν ἔτι τὸν Νομᾶν διαγινώσκειν.
当他展示这面盾牌并命令工匠们在相似性上一较高下时,其他人都放弃了,唯独杰出工匠之一的韦图里乌斯·马穆里乌斯成功达到了如此高的相似度,并制作得完全一致,以至于连努马自己也无法再分辨它们。
τούτων οὖν φύλακας καὶ ἀμφιπόλους ἀπέδειξε τοὺς Σαλίους ἱερεῖς.
因此,他任命萨利祭司作为这些盾牌的守护者和侍从。
§13.4σάλιοι δὲ ἐκλήθησαν, οὐχ, ὡς ἔνιοι μυθολογοῦσι, Σαμόθρᾳκος ἀνδρὸς ἢ Μαντινέως, ὄνομα Σαλίου, πρώτου τὴν ἐνόπλιον ἐκδιδάξαντος ὄρχησιν, ἀλλὰ μᾶλλον ἀπὸ τῆς ὀρχήσεως αὐτῆς, ἁλτικῆς οὔσης, ἣν ὑπορχοῦνται διαπορευόμενοι τὴν πόλιν, ὅταν τὰς ἱερὰς πέλτας ἀναλάβωσιν ἐν τῷ Μαρτίῳ μηνί, φοινικοῦς μὲν ἐνδεδυμένοι χιτωνίσκους, μίτραις δὲ χαλκαῖς ἐπεζωσμένοι πλατείαις καὶ κράνη χαλκᾶ φοροῦντες, ἐγχειριδίοις δὲ μικροῖς τὰ ὅπλα κρούοντες.
他们被称为萨利,并非如某些人编造的故事那样,是因为一个名叫萨利乌斯的萨莫色雷斯人或曼提尼亚人最先教授武装舞蹈,而更可能是源于这种跳跃式的舞蹈本身。 当他们在三月份拿起神圣的盾牌,穿着红色短外衣,系着宽大的青铜腰带,头戴青铜头盔,用小短剑敲击盾牌,穿过城市时,他们就会跳起这种舞蹈。
§13.5ἡ δὲ ἄλλη τῆς ὀρχήσεως ποδῶν ἔργον ἐστί· κινοῦνται γάρ ἐπιτερπῶς, ἑλιγμούς τινας καὶ μεταβολὰς ἐν ῥυθμῷ τάχος ἔχοντι καὶ πυκνότητα μετὰ ῥώμης καὶ κουφότητος ἀποδιδόντες.
这种舞蹈的其余部分主要是足部动作;因为他们动作优美,在快速而紧凑的节奏中表现出一定的旋转和步伐交替,兼具力量与轻盈。
αὐτὰς ς δὲ τὰς πέλτας ἀγκύλια καλοῦσι διὰ τὸ σχῆμα· κύκλος γάρ οὐκ ἔστιν οὐδὲ ἀποδίδωσιν, ὡς πέλτη, τὴν περιφέρειαν, ἀλλʼ ἐκτομὴν ἔχει γραμμῆς ἑλικοειδοῦς, ἧς αἱ κεραῖαι καμπὰς ἔχουσαι καὶ συνεπιστρέφουσαι τῇ πυκνότητι πρὸς ἀλλήλας ἀγκύλον τὸ σχῆμα ποιοῦσιν·
至于这些盾牌本身,由于它们的形状,他们称之为“安库里亚”;因为它们既不是圆形,也不像普通的轻盾那样呈现圆周轮廓,而是具有螺旋线的切口,其两端弯曲并紧密地朝向彼此,形成了弯曲的形状。
§13.6ἢ διὰ τὸν ἀγκῶνα περὶ ὃν περιφέρονται, ταῦτα γάρ ὁ Ἰόβας εἴρηκε γλιχόμενος ἐξελληνίσαι τοὔνομα.
或者是因为它们被携带时环绕的肘部,因为尤巴在努力将这个名字希腊化时是这样说的。
δύναιτο δὲ ἂν τῆς ἀνέκαθεν φορᾶς πρῶτον ἐπώνυμον γεγονέναι, καὶ τῆς ἀκέσεως τῶν νοσούντων, καὶ τῆς τῶν αὐχμῶν λύσεως, ἔτι δὲ τῆς τῶν δεινῶν ἀνασχέσεως, καθʼ ὃ καὶ τοὺς Διοσκούρους Ἄνακας Ἀθηναῖοι προσηγόρευσαν, εἴ γε δεῖ πρὸς τὴν Ἑλληνικὴν διάλεκτον ἐξάγειν τοὔνομα.
如果确实必须将这个名字引申到希腊方言中,那么它可能是首先得名于自天而降、病人的痊愈、旱灾的解除,或者是灾难的抵御,正如雅典人也将双子神称为“阿纳克斯”一样。
§13.7τῷ δὲ Μαμουρίῳ λέγουσι μισθὸν γενέσθαι τῆς τέχνης ἐκείνης μνήμην τινὰ διʼ ᾠδῆς ὑπὸ τῶν Σαλίων ἅμα τῇ πυρρίχῃ διαπεραινομένης.
据说马穆里乌斯因其精湛的技艺而得到了回报,即萨利祭司在跳拟战舞时通过歌唱来纪念他。
οἱ δὲ οὐ Οὐετούριον Μαμούριον εἶναί φασι τὸν ᾀδόμενον, ἀλλὰ οὐετέρεμ μεμορίαμ, ὅπερ ἐστί, παλαιὰν μνήμην.
但也有人说,歌中所唱的并不是韦图里乌斯·马穆里乌斯,而是“韦特雷姆·梅莫里亚姆”,即古老的记忆。

词汇与语法注释

  1. 13.1ὃν Ἠγερίας τε καὶ τῶν Μουσῶν πυθέσθαι — 虽然这是一个由关系代词 ὃν(先行词为 λόγον)引导的关系从句,但由于受到主句间接引语(λέγεσθαι)的影响,这里使用了不定式(πυθέσθαι)而非直陈式动词。
  2. 13.2γενομένων ἄλλων ἕνδεκα ... παραπλησίων — 这是一个属格绝对结构,名词短语 ἄλλων ἕνδεκα ... παραπλησίων(“其他十一面与之相似的盾牌”)作为属格分词 γενομένων 的逻辑主语,表示时间或条件(“在另外十一面……被制作出来之后”)。
  3. 13.3τούτοις μὲν οὖν μαρτυρῆσαι λέγουσι καὶ τὰ τῆς νόσου παραχρῆμα παυσάμενα — 不定式动词 μαρτυρῆσαι(证实、作证)的主语是中性复数分词短语 τὰ ... παυσάμενα(瘟疫立即平息之事),而 τούτοις 是与其搭配的与格补足语(“对这些事”)。直译为“瘟疫立即平息的事实为这些话作了证”。

引用这一段

普鲁塔克, 努马传 §13.1-13.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:13.1-13.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。