Humanitext Reader

普鲁塔克 · 努马传 §15.1-15.6

努马的神奇宴席与向宙斯求得除雷之法

第 15 段,共 22 段 · 希腊语

内容简介

在努马的宗教引导下,罗马市民变得极易信从神迹。文中叙述了努马展示神奇晚宴的逸事,以及他在阿文丁山制服皮库斯和法乌努斯,并通过与宙斯机智交锋,获得用洋葱、头发等代替人祭以净化雷击之法的故事。

§15.1ἐκ δὲ τῆς τοιαύτης παιδαγωγίας πρὸς τὸ θεῖον οὕτως ἡ πόλις ἐγεγόνει χειροήθης καὶ κατατεθαμβημένη τὴν τοῦ Νομᾶ δύναμιν, ὥστε μύθοις ἐοικότας τὴν ἀτοπίαν λόγους παραδέχεσθαι, καὶ νομίζειν μηδὲν ἄπιστον εἶναι μηδὲ ἀμήχανον ἐκείνου. βουληθέντος.
通过这种对神圣事物的引导,这座城市变得如此驯服,对努马的力量如此敬畏,以至于他们接受了在奇异程度上堪比神话的传说,并认为只要是他所期望的,就没有什么是不可能或不可信的。
§15.2λέγεται γοῦν ποτε καλέσας ἐπὶ τὴν τράπεζαν οὐκ ὀλίγους τῶν πολιτῶν, σκεύη τε φαῦλα καὶ δεῖπνον εὐτελὲς πάνυ προθέσθαι καὶ δημοτικὸν ἀρξαμένων δὲ δειπνεῖν ἐμβαλὼν λόγον ὡς ἡ θεὸς ᾗ σύνεστιν ἥκοι πρὸς αὐτόν, αἰφνίδιον ἐπιδεῖξαι τόν τε οἶκον ἐκπωμάτων πλήρη πολυτελῶν καὶ τὰς τραπέζας ὄψων τε παντοδαπῶν καὶ παρασκευῆς δαψιλοῦς γεμούσας.
例如,据说他曾邀请不少公民共进晚餐,摆出粗陋的器皿和非常便宜且平民化的晚餐;但当他们开始用餐时,他放出一个消息,说与他往来的女神已经来到了他身边,顿时,整座房屋便显现出装满了昂贵的杯盏,餐桌上也摆满了各式各样的珍馐和丰盛的食物。
§15.3πᾶσαν δὲ ὑπερβέβληκεν ἀτοπίαν τὸ ὑπὲρ τῆς τοῦ Διὸς ὁμιλίας ἱστορούμενον.
至于有关他与宙斯交往的传说,则超越了一切奇异。
μυθολογοῦσι γάρ εἰς τὸν Ἀβεντῖνον λόφον οὔπω μέρος ὄντα τῆς πόλεως οὐδὲ συνοικούμενον, ἀλλʼ ἔχοντα πηγάς τε δαψιλεῖς ἐν αὑτῷ καὶ νάπας σκιεράς, φοιτᾶν δύο δαίμονάς, Πῖκον καὶ Φαῦνον οὓς τὰ μὲν ἄλλα Σατύρων ἄν τις ἢ Πανῶν γένει προσεικάσειε, δυνάμει δὲ φαρμάκων καὶ δεινότητι τῆς περὶ τὰ θεῖα γοητείας λέγονται ταὐτὰ τοῖς ὑφʼ Ἑλλήνων προσαγορευθεῖσιν Ἰδαίοις Δακτύλοις σοφιζόμενοι περιϊέναι τὴν Ἰταλίαν.
因为神话记载,在阿文丁山(当时该山还不是城市的一部分,也没有人居住,但其自身拥有丰富的泉水和荫凉的山谷)上,有两个神灵,皮库斯和法乌努斯,经常光顾。 这两个神灵在其他方面或许可以被比作萨堤罗斯或潘的神族,但据说他们凭借药草的力量和对神圣巫术的精通,在意大利游历,施展着被希腊人称为“伊代奥斯的达克蒂洛伊”的那些人所用的法术。
§15.4τούτους φασὶ χειρώσασθαι τὸν Νομᾶν, οἴνῳ καὶ μέλιτι κεράσαντα τὴν κρήνην ἀφʼ ἧς ἔπινον συνήθως.
据说努马是通过在他们习惯饮用的泉水中混入酒和蜂蜜来制服他们的。
ληφθέντας δὲ πολλὰς μὲν ἰδέας τρέπεσθαι καὶ μετεκδύεσθαι τὴν αὑτῶν φύσιν, ἀλλόκοτα φάσματα καὶ φοβερὰ τῆς ὄψεως προβαλλομένους·
他们被捕后,变幻出许多形态,脱去自身原本的性质,展现出奇异而可怕的幻象。
ἐπεὶ δὲ ἔγνωσαν ἑαλωκότες ἰσχυρὰν καὶ ἄφυκτον ἅλωσιν, ἄλλα τε προθεσπίσαι πολλὰ τῶν μελλόντων καὶ τὸν ἐπὶ τοῖς κεραυνοῖς ἐκδιδάξαι καθαρμόν, ὃς ποιεῖται μέχρι νῦν διὰ κρομμύων καὶ τριχῶν καὶ μαινίδων.
但当他们发现自己落入牢固且无法逃脱的罗网时,便预言了许多未来的事情,并传授了针对雷击的净化仪式,这种仪式直到今天仍在使用洋葱、头发和鳀鱼来进行。
§15.5ἔνιοι δὲ οὐ τοὺς δαίμονάς φασὶν ὑποθέσθαι τὸν καθαρμόν, ἀλλʼ ἐκείνους μὲν καταγαγεῖν τὸν Δία μαγεύσαντας, τὸν δὲ θεὸν ὀργιζόμενον τῷ Νομᾷ προστάσσειν ὡς χρὴ γενέσθαι τὸν καθαρμὸν κεφαλαῖς·
但有些人说,并非神灵们提议了这种净化法,而是他们通过巫术召降了宙斯,而神灵对努马发怒,命令净化必须用“头”来进行。
ὑπολαβόντος δὲ τοῦ Νομᾶ, κρομμύων;
努马插话道:“洋葱的(头)吗?
εἰπεῖν, ἀνθρώπων τὸν δὲ αὖθις ἐκτρέποντα τὸ τοῦ προστάγματος δεινὸν ἐπερέσθαι, θριξίν;
”神说:“人类的。 ”但努马再次避开这道命令的恐怖之处,追问道:“用头发吗?
ἀποκριναμένου δὲ τοῦ Διός, ἐμψύχοις, ἐπαγαγεῖν τὸν Νομᾶν, μαινίσι;
”宙斯回答说:“用活物的。 ”努马接着说:“用鳀鱼吗?
ταῦτα λέγειν ὑπὸ τῆς Ἠγερίας δεδιδαγμένον.
”据说他之所以说这些话,是因为受到了埃格里娅的指点。
§15.6καὶ τὸν μὲν θεὸν ἀπελθεῖν ἵλεω γενόμενον, τὸν δὲ τόπον Ἰλίκιον ἀπʼ ἐκείνου προσαγορευθῆναι καὶ τὸν καθαρμὸν οὕτω συντελεῖσθαι. ταῦτα μὲν οὖν τὰ μυθώδη καὶ γελοῖα τὴν τῶν τότε ἀνθρώπων ἐπιδείκνυται διάθεσιν πρὸς τὸ θεῖον, ἣν ὁ ἐθισμὸς αὐτοῖς ἐνεποίησεν.
于是神息怒离去,该地自此被称为“伊里基乌斯”,而净化仪式也得以如此完成。
αὐτὸν δὲ τὸν Νομᾶν οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν, ὥστε καὶ προσαγγελίας αὐτῷ ποτε γενομένης ὡς ἐπέρχονται πολέμιοι, μειδιᾶσαι καὶ εἰπεῖν·
这些神话般且滑稽的故事,展现了当时的人们通过习俗在心中建立的对神圣事物的态度。 而据说努马本人在希望中对神灵是如此依恋,以至于有一次接到敌人进犯的报告时,他只是微微一笑说道:“而我正在献祭。
ἐγὼ δὲ θύω.

词汇与语法注释

  1. 15.1ἐκείνου βουληθέντος — 由指示代词 ἐκείνου 和分词 βουληθέντος 构成的属格独立结构(genitive absolute),在此处表示条件(“如果他愿意”),修饰不定式从句“没有什么是不可能或不可信的”。
  2. 15.2λέγεται γοῦν ποτε καλέσας ... ἐπιδεῖξαι — 主控被动动词 λέγεται(据说)在此采用的是人称结构而非无人称结构,使得不定式 προθέσθαι 和 ἐπιδεῖξαι 的逻辑主语为名词主格。因此,修饰该主语的关联分词 καλέσας 和 ἐμβαλὼν 也都采用主格以保持一致。
  3. 15.3οὓς τὰ μὲν ἄλλα ... προσεικάσειε — 语气词 ἄν 与希求法动词 προσεικάσειε 结合,构成潜在希求法(potential optative),表示某种可能性或推断(“人们或许可以将其比作”)。
  4. 15.4ἐπεὶ δὲ ἔγνωσαν ἑαλωκότες — 表示认知、发觉的动词 ἔγνωσαν(他们得知)后接主格补充分词 ἑαλωκότες(已被捕获)。由于被捕获的状态指向主句主语自身,因而采用主格以示指代一致(“当他们发现自己落入网中时”)。
  5. 15.5κρομμύων;, ἀνθρώπων, θριξίν;, ἐμψύχοις, μαινίσι; — 这是一段充满省略(ellipses)的机智对话,围绕神最初的命令 κεφαλαῖς(“用头”,与格复数)展开。努马问的 κρομμύων(“洋葱的”,属格复数)和宙斯答的 ἀνθρώπων(“人类的”,属格复数)均为修饰被省略的“头”的属格。随后的 θριξίν(“用头发”)、ἐμψύχοις(“用活物的”)和 μαινίσι(“用鳀鱼”)则在与格上与 κεφαλαῖς 呼应,展现了努马如何通过巧妙的格位语意游戏将恐怖的人祭命令化解为无害之物。

引用这一段

普鲁塔克, 努马传 §15.1-15.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:15.1-15.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。