§11.1Νομᾶς δὲ λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐγκύκλιον περιβαλέσθαι τῷ ἀσβέστῳ πυρὶ φρουράν, ἀπομιμούμενος οὐ τὸ σχῆμα τῆς γῆς ὡς Ἑστίας οὔσης, ἀλλὰ τοῦ σύμπαντος κόσμου, οὗ μέσον οἱ Πυθαγορικοὶ τὸ πῦρ ἱδρῦσθαι νομίζουσι, καὶ τοῦτο Ἑστίαν καλοῦσι καὶ μονάδα·
据说努马还建造了圆形的赫斯提亚神殿,作为对不灭之火的保护,这并非模仿作为赫斯提亚的大地形状,而是模仿整个宇宙的形状。 毕达哥拉斯学派认为宇宙的中心安放着火,并将这火称为赫斯提亚和单子。
§11.2τὴν δὲ γῆν οὔτε ἀκίνητον οὔτε ἐν μέσῳ τῆς περιφορᾶς οὖσαν, ἀλλὰ κύκλῳ περὶ τὸ πῦρ αἰωρουμένην οὐ τῶν τιμιωτάτων οὐδὲ τῶν πρώτων τοῦ κόσμου μορίων ὑπάρχειν.
他们还认为,大地既非静止不动,亦不在旋转的中心,而是围绕着火作圆周漂移,并不属于宇宙中最尊贵或最主要的部分。
ταῦτα δὲ καὶ Πλάτωνά φασι πρεσβύτην γενόμενον διανενοῆσθαι περὶ τῆς γῆς ὡς ἐν ἑτέρᾳ χώρᾳ καθεστώσης, τὴν δὲ μέσην καὶ κυριωτάτην ἑτέρῳ τινὶ κρείττονι προσήκουσαν.
据说柏拉图在老年时对大地也抱有这些看法,认为它安设在另一个地方,而中央且最主要的位置则属于其他某种更优越的存在。