Humanitext Reader

普鲁塔克 · 忒修斯与罗慕路斯比较列传 §5.1-5.2

对亲族的恩义与埃勾斯之死的责任

第 5 段,共 6 段 · 希腊语

内容简介

文中对比了罗慕路斯对母亲和祖父做出的杰出贡献,与忒修斯因遗忘船帆命令导致父亲埃勾斯坠亡、从而引发雅典作家编造故事为其开脱的疏忽。

§5.1καὶ τὸ μὲν Ῥώμου πάθος ἀμφισβητούμενον ἔχει τὸν αὐτόχειρα, καὶ τὸ πλεῖστον εἰς ἑτέρους τῆς αἰτίας τρέπουσι· τὴν δὲ μητέρα διολλυμένην ἔσωσε περιφανῶς, καὶ τὸν πάππον ἀκλεῶς δουλεύοντα καὶ ἀτίμως εἰς τὸν Αἰνείου θρόνον ἐκάθισε, καὶ πολλὰ μὲν ἑκὼν εὐεργέτησεν, ἔβλαψε δὲ αὐτὸν οὐδὲ ἄκων.
至于雷穆斯之死,其亲手加害者仍存争议,人们大多将罪责推卸给他人;然而罗慕路斯显赫地营救了垂死的母亲,并将那名声扫地、屈辱服役的祖父扶上了埃涅阿斯的王位,而且他出于自愿给予了祖父许多恩惠,即便无意中也从未伤害过他。
§5.2τὴν δὲ Θησέως λήθην καὶ ἀμέλειαν τῆς περὶ τὸ ἱστίον ἐντολῆς μόλις ἂν οἶμαι μακρᾷ τινι παραιτήσει καὶ ἐν ῥᾳθύμοις δικασταῖς αἰτίαν ἀποφυγεῖν πατροκτονίας·
相反,我认为忒修斯对关于船帆的命令的遗忘和疏忽,即使在宽大的法官面前,通过某种冗长的辩护,也难以洗脱杀父的罪名。
ὃ δὴ καὶ συνιδών τις Ἀττικὸς ἀνὴρ ὡς παγχάλεπόν ἐστι βουλομένοις ἀπολογεῖσθαι, πλάττει τὸν Αἰγέα τῆς νεὼς προσφερομένης ὑπὸ σπουδῆς ἀνατρέχοντα πρὸς τὴν ἀκρόπολιν θέας ἕνεκα καὶ σφαλλόμενον καταπεσεῖν, ὥσπερ ὀπαδῶν ἔρημον, ἢ τὴν ἐπὶ θάλατταν ὁδὸν σπεύδοντι μὴ παρούσης τινὸς θεραπείας.
正因如此,某位雅典作家看出了这一点——对于想要进行辩护的人来说这是极其困难的——于是便编造故事说:在船只驶近时,埃勾斯因行色匆匆而跑上卫城观看,却失足坠落,仿佛他身边没有随从,又或者是他在匆忙赶往海边的路上,没有任何侍从在场陪伴一样。

词汇与语法注释

  1. §5.1ἀμφισβητούμενον ἔχει τὸν αὐτόχειρα — 动词 ἔχει 带有直接宾语 τὸν αὐτόχειρα 和谓语性形容词 ἀμφισβητούμενον(中性单数,指代整个争议状态),意为“使其加害者处于争议之中”(即关于亲手杀害者是谁存在争议)。
  2. §5.2τὴν δὲ Θησέως λήθην καὶ ἀμέλειαν — 此宾格短语在由 οἶμαι 引导的宾格不定式结构中,担任不定式 ἀποφυγεῖν 的逻辑主语。以抽象名词“遗忘与疏忽”为主语,构成了无生命主语的句式。
  3. §5.2σπεύδοντι — 动词 σπεύδω 的与格现在分词。它打破了与宾格 ἔρημον(指代埃勾斯)的一致关系,作为关系与格,与属格独立结构 μὴ παρούσης τινὸς θεραπείας 相连,意为“对于急忙赶路的他而言,在没有任何侍从在场的情况下”。

引用这一段

普鲁塔克, 忒修斯与罗慕路斯比较列传 §5.1-5.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg003.humanitext-grc2:5.1-5.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。