§6.1καὶ μὴν τὰ περὶ τὰς ἁρπαγὰς τῶν γυναικῶν ἡμαρτημένα Θησεῖ μὲν εὐσχήμονος ἐνδεᾶ προφάσεως γέγονε.
此外,关于劫掠妇女的过错,忒修斯方面则缺乏任何个体面的借口。
πρῶτον μὲν ὅτι πολλάκις· ἥρπασε γὰρ Ἀριάδνην καὶ Ἀντιόπην καὶ Ἀναξὼ τὴν Τροιζηνίαν, ἐπὶ πάσαις δὲ τὴν Ἑλένην, παρηκμακὼς οὐκ ἀκμάζουσαν, ἀλλὰ νηπίαν καὶ ἄωρον αὐτὸς ὥραν ἔχων ἤδη γάμων πεπαῦσθαι καὶ νομίμων ἔπειτα διὰ τὴν αἰτίαν οὐ γὰρ ἀξιώτεραί γε παιδοποιοὶ τῶν Ἀθήνησιν Ἐρεχθηίδων καὶ Κεκροπίδων αἱ Τροιζηνίων καὶ Λακώνων καὶ Ἀμαζόνων ἀνέγγυοι θυγατέρες ἦσαν.
首先是因为劫掠次数频繁:他劫持了阿丽亚德内、安提俄珀、特罗岑的阿纳克索,而在这一切之上还有海伦,她并非处于青春妙龄,而是一个尚未成熟的幼女,而他自己却已经到了连合法的婚姻也该停止的年纪。 其次是因为动机:因为特罗岑、拉刻代蒙和亚马逊人未定婚约的女儿们,绝不比雅典的埃雷克修斯和凯克洛普斯的后裔们更配生育子嗣。
§6.2ἀλλὰ ταῦτα μὲν ὑποψίαν ἔχει πρὸς ὕβριν καὶ καθʼ ἡδονὴν πεπρᾶχθαι.
然而,这些行为都有因傲慢和追求享乐而胡作非为的嫌疑。
Ῥωμύλος δὲ πρῶτον μὲν ὀκτακοσίων ὀλίγον ἀριθμῷ δεούσας ἁρπάσας, οὐ πάσας, ἀλλὰ μίαν, ὥς φασιν, Ἑρσιλίαν ἔλαβε, τὰς δʼ ἄλλας διένειμε τοῖς ἀγαθοῖς τῶν πολιτῶν ἔπειτα τῇ μετὰ ταῦτα τιμῇ καὶ ἀγαπήσει καὶ δικαιοσύνῃ τῇ περὶ τὰς γυναῖκας ἀπέδειξε τὴν βίαν ἐκείνην καὶ τὴν ἀδικίαν κάλλιστον ἔργον καὶ πολιτικώτατον εἰς κοινωνίαν γενομένην.
相反,罗慕路斯首先在劫掠了数量略少于八百名的妇女时,并没有把她们全部占为己有,而是如人们所说,只娶了一人即赫尔西里亚,将其余的分配给优秀的公民。 其次,通过此后对这些妇女的尊重、爱护和公正,他表明了那次暴力和不义之举,已经变成了一项最美好且最有利于社会结合的政治事业。
§6.3οὕτω συνέμιξεν ἀλλήλοις καὶ συνέπηξε τὰ γένη, καὶ παρέσχε πηγὴν τῆς εἰς αὖθις εὐνοίας καὶ δυνάμεως τοῖς πράγμασιν.
他就这样将两个族群相互融合并紧密联结在一起,为国家的未来提供了好意与力量的源泉。
αἰδοῦς δὲ καὶ φιλίας καὶ βεβαιότητος, ἣν εἰργάσατο περὶ τοὺς γάμους, ὁ χρόνος ἐστὶ μάρτυς, ἐν γὰρ ἔτεσι τριάκοντα καὶ διακοσίοις οὔτε ἀνὴρ ἐτόλμησε γυναικὸς οὔτε γυνὴ κοινωνίαν ἀνδρὸς ἐγκαταλιπεῖν, ἀλλʼ ὥσπερ ἐν Ἓλλησιν οἱ σφόδρα περιττοὶ τὸν πρῶτον ἔχουσιν εἰπεῖν πατροκτόνον ἢ μητροφόνον, οὕτω Ῥωμαῖοι πάντες ἴσασιν ὅτι Καρβίλιος Σπόριος ἀπεπέμψατο γυναῖκα πρῶτος, ἀπαιδίαν αἰτιασάμενος.
而对于他在婚姻中所建立的敬意、友爱与牢固,时间便是见证。 因为在二百三十年间,既没有丈夫敢于抛弃妻子,也没有妻子敢于离开丈夫的共同生活。 相反,正如在希腊人中,那些极端的恶人才能说出第一个杀父者或杀母者的名字一样,所有的罗马人都知道,斯普里乌斯·卡尔维利乌斯是第一个休妻的人,理由是她不孕。
§6.4τῷ δὲ τοσούτῳ χρόνῳ συμμαρτυρεῖ καὶ τὰ ἔργα.
而这些事迹也为此漫长的时间提供了共同见证。
καὶ γὰρ ἀρχῆς ἐκοινώνησαν οἱ βασιλεῖς, καὶ πολιτείας τὰ γένη διὰ τὴν ἐπιγαμίαν ἐκείνην ἀπὸ δὲ τῶν Θησέως γάμων Ἀθηναίοις φιλικὸν μὲν οὐδὲν οὐδὲ κοινωνικὸν ὑπῆρξε πρὸς οὐδένα συμβόλαιον, ἔχθραι δὲ καὶ πόλεμοι καὶ φόνοι πολιτῶν καὶ τέλος Ἀφίδνας ἀπολέσαι καὶ μόλις ὑπʼ οἴκτου τῶν πολεμίων, προσκυνήσαντας καὶ θεοὺς ἀνειπόντας, μὴ παθεῖν ἃ Τρῶες ἔπαθον διʼ Ἀλέξανδρον.
因为由于那次通婚,君王们分享了统治权,两个族群也分享了公民权。 然而,从忒修斯的婚姻中,雅典人不仅没有与任何人建立起任何友好或合作的契约,反而带来了仇恨、战争和公民的杀戮,最后甚至失去了阿菲德奈,他们只能通过向敌人屈膝下跪、并宣称其为神明,借助敌人的怜悯,才勉强避免了特洛伊人因亚历山大而遭受的灾难。
§6.5ἡ μέντοι μήτηρ ἡ Θησέως οὐκ ἐκινδύνευσεν, ἀλλʼ ἔπαθε τὰ τῆς Ἑκάβης, ἐγκαταλιπόντος καὶ προεμένου τοῦ παιδός, εἴγε μὴ πέπλασται τὰ τῆς αἰχμαλωσίας, ὡς ἔδει γε καὶ τοῦτο ψεῦδος εἶναι καὶ τὰ πλεῖστα τῶν ἄλλων, ἐπεὶ καὶ τὰ περὶ τοῦ θείου μυθολογούμενα πολλὴν ποιεῖ διαφοράν.
然而,忒修斯的母亲不仅面临危险,反而遭受了赫卡柏那样的命运,被她的儿子所遗弃和放弃——如果她被俘虏的事情不是虚构的话。 不过,这一事件正如其他大多数事情一样,理应是虚假的,因为关于神圣事物的神话传说也造成了巨大的差异。
Ῥωμύλῳ μὲν γὰρ ἡ σωτηρία μετὰ πολλῆς ὑπῆρξε θεῶν εὐμενείας, ὁ δʼ Αἰγεῖ δοθεὶς χρησμός, ἀπέχεσθαι γυναικὸς ἐπὶ ξένης, ἔοικεν ἀποφαίνειν παρὰ γνώμην θεῶν γεγονέναι τὴν Θησέως τέκνωσιν.
毕竟,对罗慕路斯而言,他的获救伴随着神明极大的好意;而给予埃勾斯的神托——警告他在异乡要节制女色——似乎表明忒修斯的诞生是违反神明意愿的。