§4.1ἐκείνῳ δὲ πρῶτον μὲν ὑπάρχει μέγα τὸ μικροτάτας λαβεῖν ἀρχὰς ἐπὶ τὰ πράγματα.
对于前者而言,首先,他的伟大之处在于从极其微小的起点开始建立其功业。
δοῦλοι γὰρ δὴ καὶ συφορβῶν παῖδες ὀνομαζόμενοι, πρὶν ἐλεύθεροι γενέσθαι, πάντας ὀλίγου δεῖν ἠλευθέρωσαν Λατίνους, ἑνὶ χρόνῳ τῶν καλλίστων ὀνομάτων ἅμα τυχόντες, φονεῖς ἐχθρῶν καὶ σωτῆρες οἰκείων καὶ βασιλεῖς ἐθνῶν καὶ οἰκισταὶ πόλεων, οὐ μετοικισταὶ, καθάπερ ἦν ὁ Θησεύς, ἐκ πολλῶν συντιθεὶς καὶ συνοικοδομῶν ἓν οἰκητήριον, ἀναιρῶν δὲ πολλὰς πόλεις ἐπωνύμους βασιλέων καὶ ἡρώων παλαιῶν.
因为他们曾被称为奴隶和牧猪人之子,在获得自由之前,他们几乎解放了所有的拉丁人,同时在转瞬间获得了最美好的名号:敌人的消灭者、亲人的拯救者、万民的君王和城市之建国者。 他们绝非像忒修斯那样的“搬迁合伙者”——忒修斯将许多城市合并并共同建造为一个住所,却废除了许多冠以古代国王和英雄之名的城市。
§4.2Ῥωμύλος δὲ ταῦτα μὲν ὕστερον ἔδρα, τοὺς πολεμίους ἀναγκάζων τὰ οἰκεῖα καταβάλλοντας καὶ ἀφανίζοντας τοῖς νενικηκόσι προσνέμεσθαι· τὸ δὲ πρῶτον οὐ μετατιθεὶς οὐδʼ αὔξων τὴν ὑπάρχουσαν, ἀλλὰ ποιῶν ἐξ οὐχ ὑπαρχόντων καὶ κτώμενος ἑαυτῷ χώραν ὁμοῦ, πατρίδα, βασιλείαν, γένη, γάμους, οἰκειότητας, ἀνῄρει μὲν οὐδένα οὐδὲ ἀπώλλυεν, εὐεργέτει δὲ τοὺς ἐξ ἀοίκων καὶ ἀνεστίων δῆμον ἐθέλοντας εἶναι καὶ πολίτας, λῃστὰς δὲ καὶ κακούργους οὐκ ἀπέκτεινεν, ἀλλʼ ἔθνη προσηγάγετο πολέμῳ καὶ πόλεις κατεστρέψατο καὶ βασιλεῖς ἐθριάμβευσε καὶ ἡγεμόνας.
罗慕路斯是在后来才做这些事的,他强迫敌人拆毁并消除他们自己的家园,归入征服者的行列;但在最初,他既没有搬迁也没有扩大已有的城市,而是从无到有地创造,并为自己同时赢得了领土、祖国、王权、家族、婚姻和亲属关系。 他没有消灭或毁灭任何人,而是造福了那些渴望从无家无室的状态中成为人民和公民的人;他不仅没有仅仅杀戮强盗和恶徒,而是通过战争降伏了许多部族,征服了许多城市,并对君王和将领们举行了凯旋式。