Humanitext Reader

欧里庇得斯 · 残篇 §723-771

报国之责与死亡必然性及神话叙述

第 23 段,共 35 段 · 希腊语

内容简介

本章节收录了关于祖国义务、美德、死亡之必然性等人生哲理的戏剧残篇,以及关于赫拉克勒斯的功绩、神明赞歌和太阳升起的东方国度的叙事性残篇。

§723Σπάρτην ἔλαχες, κείνην κόσμει·
斯巴达是你的分得之物,去治理她吧。
τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ.
而迈锡尼则由我们自己来治理。
§724πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν
他被枪头锉下的金属粉末所治愈。
§725λοχαῖον σῖτον §726ψυκτήρ §727ἀπέπτυσ’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος.
伏兵的粮食冷酒器我唾弃仇人之子中最可憎者。
§728φιλεῖ τοι πόλεμος οὐ πάντων τυχεῖν, ἐσθλῶν δὲ χαίρει πτώμασιν νεανιῶν, κακοὺς δὲ μισεῖ.
战争确实不愿夺去所有人的生命,而是以高贵青年之死为乐,却憎恶懦夫。
τῇ πόλει μὲν οὖν νόσος τόδ’ ἐστί, τοῖς δὲ κατθανοῦσιν εὐκλεές.
因此,这于城邦是一场灾难,而于死者则是光荣。
§729εἰκὸς δὲ παντὶ καὶ λόγῳ καὶ μηχανῇ πατρίδος ἐρῶντας ἐκπονεῖν σωτηρίαν.
爱国者以一切言语和手段来力图挽救祖国,本是理所当然的事。
§730ἅπασα Πελοπόννησος εὐτυχεῖ πόλις.
整个伯罗奔尼撒都是一个幸福的城邦。
§731οὐκ ἔστι κρεῖσσον ἄλλο πλὴν κρατεῖν δορί.
除了用长枪战胜敌人之外,别无更上之策。
§732ῥώμη δέ τ’ ἀμαθὴς πολλάκις τίκτει βλάβην.
而无知的力量常常孕育危害。
§733τοῖς πᾶσιν ἀνθρώποισι κατθανεῖν μένει.
死亡在等待着所有人。
κοινὸν δ’ ἔχοντες αὐτὸ κοινὰ πάσχομεν πάντες· τὸ γὰρ χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών.
既然我们共同拥有这一宿命,我们所有人便承受着共同的遭遇;因为必然发生之事,强于那非必然发生之事。
§734ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται, ζῇ δ’ οὐκέτ’ ὄντος σώματος· κακοῖσι δὲ ἅπαντα φροῦδα συνθανόνθ’ ὑπὸ χθονός.
然而美德即便在人死后也不会消逝,即使肉体已不复存在,它依然活着;但对于恶人,一切都随着他们一同死于地下,化为乌有。
§735ἀσύνετος ὅστις ἐν φόβῳ μὲν ἀσθενής, λαβὼν δὲ μικρὸν τῆς τύχης φρονεῖ μέγα.
在恐惧中懦弱无能,而一旦从命运中获得微小好处便傲慢自大的人,实属愚蠢。
§736ὡς σκαιὸς ἁνὴρ καὶ ξένοισιν ἄξενος καὶ μνημονεύων οὐδὲν ὧν ἐχρῆν φίλου.
这人何其粗野,对宾客毫无款待之意,亦不记得任何身为朋友应尽之分。
σπάνιον ἄρ’ ἦν θανοῦσιν ἀσφαλεῖς φίλοι, κἂν ὁμόθεν ὦσι· τὸ γὰρ ἔχειν πλέον κρατεῖ τῆς εὐσεβείας· ἡ δ’ ἐν ὀφθαλμοῖς χάρις ἀπόλωλ’, ὅταν τις ἐκ δόμων ἀνὴρ θάνῃ.
可见对于死者,可靠的朋友实属罕见,即便他们是同胞亲族;因为占有欲胜过虔敬,一旦有人死离家园,眼前的恩义便不复存在。
§737καλόν γ’ ἀληθὴς κἀτενὴς παρρησία.
真实而坚定的坦率直言,确是一件美事。
§738πολλοὶ γεγῶτες ἄνδρες οὐκ ἔχουσ’ ὅπως δείξουσιν αὑτοὺς τῶν κακῶν ἐξουσίᾳ.
许多人生于世间,却无法在恶势力的压迫下展现出自己真实的自我。
§739φεῦ φεῦ, τὸ φῦναι πατρὸς εὐγενοῦς ἄπο ὅσην ἔχει φρόνησιν ἀξίωμά τε.
叹只叹,出身于高贵之父,能带来多么大的智慧与尊严。
κἂν γὰρ πένης ὢν τυγχάνῃ, χρηστὸς γεγὼς τιμὴν ἔχει τιν’, ἀναμετρούμενος δέ πως τὸ τοῦ πατρὸς γενναῖον ὠφελεῖ τρόπῳ.
因为即便他恰好贫穷,但只要天性善良,便拥有一份尊贵,并在某种程度上效法其父的高尚,从而在品格上受益。
§740. . . . . . ἦλθεν δ’ ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων ἄθλων ἕνα δεινὸν ὑποστάς, κατ’ ἔναυλ’ ὀρέων ἀβάτους ἐπί τε λειμῶνας ποίμνιά τ’ ἄλση.
……他奔向那只金角鹿,承担了伟大功绩中那艰难而可怕的一项,沿着山间的溪谷,走向无人践踏的草场和放牧的林苑。
§742ἄλλη πρὸς ἄλλο γαῖα χρησιμωτέρα.
不同的土地适用于不同的用途。
§743τὸ δὲ στρατηγεῖν τοῦτ’ ἐγὼ κρίνω, καλῶς γνῶναι τὸν ἐχθρὸν ᾗ μάλισθ’ ἁλώσιμος.
至于身为统帅,我认为就在于此:清楚地知晓敌人在何处最易被攻破。
§744ἄρξεις ἄρ’ οὕτω· χρὴ δὲ τὸν στρατηλάτην ὁμῶς δίκαιον ὄντα ποιμαίνειν στρατόν.
因此你将如此统治;而身为统帅,必须同样保持公正,去牧养他的军队。
§745τολμᾶν δὲ χρεών· ὁ γὰρ ἐν καιρῷ μόχθος πολλὴν εὐδαιμονίαν τίκτει θνητοῖσι τελευτῶν.
必须勇于尝试;因为适时的劳苦,最终会给凡人孕育出极大的幸福。
§746αἰδὼς γὰρ ὀργῆς πλείον’ ὠφελεῖ βροτούς.
因为谦逊尊重他人,比愤怒更能裨益凡人。
§747αἰσίως §748ἀνανομήν §749ἄπυργος §750κατηβολή §751σφακελισμός §752Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκαισι Παρνασὸν κάτα πηδᾷ χορεύων παρθένοις σὺν Δελφίσιν
吉祥地再分配无塔防守的奠基坏疽狄奥尼索斯,他身披松明,手持酒神杖,裹着小鹿皮,与德尔斐的少女们一同在帕纳塞斯山的松林中跳跃起舞。
§753δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον
我将向阿耳戈斯人指明阿刻罗俄斯河的流向。
§754ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος ἄγρευμ’ ἀνθέων ἡδομένα ψυχᾷ τὸ νήπιον ἄπληστον ἔχων
怀着愉悦的心灵,一朵接一朵地采摘着花朵,带着孩子般永不满足的渴望。
§755ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον §756περίβαλ’, ὦ τέκνον, ὠλένας
沿着黄道十二宫的星辰孩子啊,用你的双臂抱住我。
§757ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι.
妇人啊,接受我向你提出的这些劝告吧。
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει τε τέκνα χἄτερ’ αὖ κτᾶται νέα, αὐτός τε θνήσκει· καὶ τάδ’ ἄχθονται βροτοί, εἰς γῆν φέροντες γῆν.
凡人之中,没有谁生来是不受苦的,他埋葬孩子,又生下新的孩子,自己最终也死去;然而凡人却为这些事悲伤,将泥土运送给泥土。
ἀναγκαίως δ’ ἔχει βίον θερίζειν ὥστε κάρπιμον στάχυν, καὶ τὸν μὲν εἶναι, τὸν δὲ μή·
如同收割饱满的麦穗一般去收割生命,本是必然之事,有人在世,有人离世。
τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
我们为何要为这些必须顺应天性度过的事情而哀叹?
δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.
因为对于凡人而言,凡属必然之事,并无可怕可言。
§758κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον.
对恶人而言,利益高于正义。
§759πρὸς τὰς φύσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν, πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν, τοῖς μὴ δικαίοις δ’ οὐδὲ συμβάλλειν χρεών.
我们必须审视恶人与善人的本性、行事以及生活方式,对明智之人应报以极大的信任,而对不义之辈则连交结都不应当。
§760ἔξω γὰρ ὀργῆς πᾶς ἀνὴρ σοφώτερος. ·
因为身处愤怒之外时,人人都会变得更加明智。
§761ἄελπτον οὐδέν, πάντα δ’ ἐλπίζειν χρεών.
世事无绝对,一切皆应有所预料。
§762εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα §763ἢ ἑτέρᾳ φράσω;
吉祥、完好且已密封之物还是让我用另一种方式来述说?
§764ἰδού, πρὸς αἰθέρ’ ἐξαμίλλησαι κόρας γραπτούς 〈τ’ ἐν αἰετ〉οῖσι πρόσβλεψον τύπους.
看啊,让你的双眸竞相望向苍穹,注注那山墙上描绘的画像。
§765οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν
葡萄花培育着神圣的葡萄串。
§766ἀναδρομαί §767ἄρκτος §768ἐκδημία §769κροταλισάσης §770νεαρός §771Μέροπι τῆσδ’ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί.
急长熊出国游历发出击板声年轻的属于这片土地的主宰梅洛普斯,当太阳乘着四马战车升起时,这里是它用金色火焰照射的第一片土地。
καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι Ἕω φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις.
而皮肤黝黑的邻人们,将这里称为光辉的黎明与太阳的马厩。

词汇与语法注释

  1. 723Σπάρτην ἔλαχες, κείνην κόσμει· — 著名的谚语,意为“你抽签分得了斯巴达,就去治理她吧”。ἔλαχες 是动词 λαγχάνω(通过抽签获得)的第二人称单数不定过去时直陈语气。在后半句中,需要在“迈锡尼”后补充一个省略的动词(如 κόσμει 或 ἄρχομεν)来理解整个结构。
  2. 733τὸ γὰρ χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών. — χρεών 是无人称动词 χρή 的中性分词(或名词化形式),意为“必然”或“命运”。此处的含义是“必然之事(死亡的命运)强于非必然之事(免于死亡)”,以此在哲学上强调死亡是不可避免的。
  3. 757εἰς γῆν φέροντες γῆν — 同义反复的惯用表达,字面意为“将泥土运送给泥土”。它象征性地描述了将人(由泥土构成的尸体)埋入大地(泥土)的殡葬过程,并表现了生命最终归于尘土的自然规律,与后文将生命比作收割麦穗(βίον θερίζειν)相呼应。

引用这一段

欧里庇得斯, 残篇 §723-771. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:723-771

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。