- 底本
- Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:723-771
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
このセクションには、祖国への義務、美徳、死の必然性といった人生の教訓に関する対話断片と、ヘラクレスの功業、神々の賛歌、太陽が昇る東方の国に関する叙述的な断片が収められている。
Σπάρτην ἔλαχες, κείνην κόσμει·1 τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ.
スパルタはあなたの割り当てだ、そこを飾りなさい。マイケナイは私たちが個別に治めよう。
πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν
槍の削り屑によって彼は癒やされる。
λοχαῖον σῖτον
伏兵の食糧
ψυκτήρ
冷却器
ἀπέπτυσ’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος.
私は憎き男の、最も憎むべき子を忌み嫌う。
φιλεῖ τοι πόλεμος οὐ πάντων τυχεῖν, ἐσθλῶν δὲ χαίρει πτώμασιν νεανιῶν, κακοὺς δὲ μισεῖ. τῇ πόλει μὲν οὖν νόσος τόδ’ ἐστί, τοῖς δὲ κατθανοῦσιν εὐκλεές.
実に、戦争はすべての者の命を得ることを好まず、優れた若者たちの死を喜び、卑劣な者を憎むものだ。したがって、これは都市にとっては病であるが、死んだ者たちにとっては栄誉あることなのだ。
εἰκὸς δὲ παντὶ καὶ λόγῳ καὶ μηχανῇ πατρίδος ἐρῶντας ἐκπονεῖν σωτηρίαν.
祖国を愛する者たちが、あらゆる言葉と手段によってその救済のために骨折ることは当然である。
ἅπασα Πελοπόννησος εὐτυχεῖ πόλις.
ペロポネソス全体が幸福な都市だ。
οὐκ ἔστι κρεῖσσον ἄλλο πλὴν κρατεῖν δορί.
槍で勝利する以外に、より優れたことはない。
ῥώμη δέ τ’ ἀμαθὴς πολλάκις τίκτει βλάβην.
思慮のない力はしばしば害悪を生み出す。
τοῖς πᾶσιν ἀνθρώποισι κατθανεῖν μένει. κοινὸν δ’ ἔχοντες αὐτὸ κοινὰ πάσχομεν πάντες· τὸ γὰρ χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών.2
死ぬことはすべての人間に待ち受けている。それを共通のものとして持ちつつ、私たちはみな共通の運命を被る。なぜなら、必然は、そうでないものよりも強力なのだから。
ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται, ζῇ δ’ οὐκέτ’ ὄντος σώματος· κακοῖσι δὲ ἅπαντα φροῦδα συνθανόνθ’ ὑπὸ χθονός.
徳は、人が死んでも滅びることはなく、肉体がもはや存在しなくなっても生き続ける。しかし悪しき者たちにおいては、すべてが地下へと共に死に去り、消え失せる。
ἀσύνετος ὅστις ἐν φόβῳ μὲν ἀσθενής, λαβὼν δὲ μικρὸν τῆς τύχης φρονεῖ μέγα.
恐怖の中では弱腰でありながら、幸運を少し得ると高慢になる者は、愚か者である。
ὡς σκαιὸς ἁνὴρ καὶ ξένοισιν ἄξενος καὶ μνημονεύων οὐδὲν ὧν ἐχρῆν φίλου. σπάνιον ἄρ’ ἦν θανοῦσιν ἀσφαλεῖς φίλοι, κἂν ὁμόθεν ὦσι· τὸ γὰρ ἔχειν πλέον κρατεῖ τῆς εὐσεβείας· ἡ δ’ ἐν ὀφθαλμοῖς χάρις ἀπόλωλ’, ὅταν τις ἐκ δόμων ἀνὴρ θάνῃ.
なんと不作法な男か、客に対しても不親切であり、友としてなすべきことを何一つ覚えていない。死者にとって確かな友とは、たとえ親族であっても、実に稀なものなのだ。富を所有することが敬虔さに勝るからであり、家から誰かが死に去れば、目の前の好意は消え去ってしまうのだ。
καλόν γ’ ἀληθὴς κἀτενὴς παρρησία.
真実であり率直な言論の自由は、実に美しい。
πολλοὶ γεγῶτες ἄνδρες οὐκ ἔχουσ’ ὅπως δείξουσιν αὑτοὺς τῶν κακῶν ἐξουσίᾳ.
多くの男たちは、悪の支配のもとで、自分がどのような者であるかを示す手段を持たない。
φεῦ φεῦ, τὸ φῦναι πατρὸς εὐγενοῦς ἄπο ὅσην ἔχει φρόνησιν ἀξίωμά τε. κἂν γὰρ πένης ὢν τυγχάνῃ, χρηστὸς γεγὼς τιμὴν ἔχει τιν’, ἀναμετρούμενος δέ πως τὸ τοῦ πατρὸς γενναῖον ὠφελεῖ τρόπῳ.
ああ、高貴な父親から生まれるということが、どれほど大きな思慮と尊厳をもたらすことか。たとえ貧しくあろうとも、優れた育ちであるならある種の誉れを持ち、父親の気高さをある方法で推し量ることで、生き方に資するのだ。
...... ἦλθεν δ’ ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων ἄθλων ἕνα δεινὸν ὑποστάς, κατ’ ἔναυλ’ ὀρέων ἀβάτους ἐπί τε λειμῶνας ποίμνιά τ’ ἄλση.
……そして彼は、偉大なる試練の一つ、恐るべきものに立ち向かい、山の谷川に沿って、踏み入れがたい草原や羊の群れの遊ぶ森へと、金色の角を持つ雌鹿のもとへ行った。
ἄλλη πρὸς ἄλλο γαῖα χρησιμωτέρα.
土地によって、それぞれ異なる目的に適している。
τὸ δὲ στρατηγεῖν τοῦτ’ ἐγὼ κρίνω, καλῶς γνῶναι τὸν ἐχθρὸν ᾗ μάλισθ’ ἁλώσιμος.
将軍であることとはこれであると私は判断する。すなわち、敵がどこで最も攻略されやすいかをよく知ることだ。
ἄρξεις ἄρ’ οὕτω· χρὴ δὲ τὸν στρατηλάτην ὁμῶς δίκαιον ὄντα ποιμαίνειν στρατόν.
そうしてお前は支配するだろう。将軍たる者は、同様に正しくありつつ、軍勢を導くべきである。
τολμᾶν δὲ χρεών· ὁ γὰρ ἐν καιρῷ μόχθος πολλὴν εὐδαιμονίαν τίκτει θνητοῖσι τελευτῶν.
勇気を持つべきだ。適時の苦労は、最後には、人間たちに多くの幸福をもたらすのだから。
αἰδὼς γὰρ ὀργῆς πλείον’ ὠφελεῖ βροτούς.
慎みは、怒りよりも多く人間を利するのだ。
αἰσίως
幸先よく
ἀνανομήν
再分配
ἄπυργος
塔のない
κατηβολή
打ち倒すこと
σφακελισμός
壊疽
Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκαισι Παρνασὸν κάτα πηδᾷ χορεύων παρθένοις σὺν Δελφίσιν
デュオニュソス、彼はテュルソスと子鹿の皮を身にまとい、松明の燃える中、パルナソス山を下り、デルポイの乙女たちと共に踊りながら跳ね回る。
δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον
私はアルゴス人たちに、アケロオス川の流れを示すだろう。
ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος ἄγρευμ’ ἀνθέων ἡδομένα ψυχᾷ τὸ νήπιον ἄπληστον ἔχων
次から次へと花を摘み上げ、喜ぶ心とともに、幼くして貪欲なものを持ちながら。
ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον
12の巡りの星に沿って
περίβαλ’, ὦ τέκνον, ὠλένας
我が子よ、その腕を回すがよい。
ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει τε τέκνα χἄτερ’ αὖ κτᾶται νέα, αὐτός τε θνήσκει· καὶ τάδ’ ἄχθονται βροτοί, εἰς γῆν φέροντες γῆν.3 ἀναγκαίως δ’ ἔχει βίον θερίζειν ὥστε κάρπιμον στάχυν, καὶ τὸν μὲν εἶναι, τὸν δὲ μή· τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν; δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.
それゆえ私が勧めることを、婦人よ、私から受け入れてほしい。苦労をしない人間など生まれたことはない。子供たちを葬り、また新しい子供を儲け、自身も死んでいく。それでも人間は、土を土へと運びながら、こうしたことに苦悩するのだ。命を、実りある麦の穂のように刈り取ることは避けられない。ある者は生存し、別の者は存在しなくなる。自然の理に従って通り抜けねばならないこのようなことを、なぜ嘆く必要があるのか。人間にとって、避けられないことのうちに恐ろしいものは何もないのだから。
κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον.
悪しき者たちにとっては、利得が正義よりも優位にある。
πρὸς τὰς φύσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν, πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν, τοῖς μὴ δικαίοις δ’ οὐδὲ συμβάλλειν χρεών.
悪人と善人の天性や事柄、そして生き方を観察すべきであり、節度ある人々に対しては大きな説得力を持ち、正しくない人々とは交際すらしないべきである。
ἔξω γὰρ ὀργῆς πᾶς ἀνὴρ σοφώτερος.·
なぜなら、怒りの外にあるすべての男は、より賢いのだから。
ἄελπτον οὐδέν, πάντα δ’ ἐλπίζειν χρεών.
予期せぬことなど何もない。すべてを期待すべきである。
εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα
縁起が良く、無事で、封印されたもの
ἢ ἑτέρᾳ φράσω;
あるいは、別の方法で説明しようか?
ἰδού, πρὸς αἰθέρ’ ἐξαμίλλησαι κόρας γραπτούς 〈τ’ ἐν αἰετ〉οῖσι πρόσβλεψον τύπους.
見よ、天に向けて目を競い合わせ、ペディメントの中の描かれた浮き彫りを見つめよ。
οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν
葡萄の花が、聖なる葡萄の房を育てる。
ἀναδρομαί
急成長
ἄρκτος
熊
ἐκδημία
外国への旅
κροταλισάσης
カタカタと鳴らした
νεαρός
若い
Μέροπι τῆσδ’ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί. καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι Ἕω φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις.
この地の支配者であるメロプスに。その土地は、昇りゆく太陽が四頭立ての戦車から最初の地として黄金の炎を投げかける場所である。そして近隣の黒い肌の人々は、そこを輝かしい暁、そして太陽の繋ぎ場と呼んでいる。
- 723Σπάρτην ἔλαχες, κείνην κόσμει·
「お前はスパルタを割り当てられた、そこを飾りなさい(統治しなさい)」という有名な格言的表現。ἔλαχες は λαγχάνω(抽選で得る、割り当てられる)の2人称単数アオリスト直説法。後半の「マイケナイ」の句では、前半の動詞の意味(あるいは κόσμει, ἄρχομεν 等の動詞)を補って解釈する。
- 733τὸ γὰρ χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών.
χρεών は非人称動詞 χρή の中性分詞(または名詞化された表現)で、「必然」「運命」を意味する。ここでは、「必然なるもの(死の運命)は、必然でないもの(死から逃れること)よりも強力である」という意味になり、人間の死の回避不能性を哲学的に論じている。
- 757εἰς γῆν φέροντες γῆν
類語を並べた慣用表現で、文字通りには「土を土へと運ぶ」の意。人間(土から成る死体)を大地(土)へと埋葬する行為、または人間存在が最終的に塵に帰るという自然の理を象徴的に表しており、直後の植物の収穫の比喩(βίον θερίζειν)に繋がる。
