Humanitext Reader

欧里庇得斯 · 残篇 §640-678

财富与贫困的对比以及爱欲与人世欲望

第 21 段,共 35 段 · 希腊语

内容简介

希腊悲剧残篇(残篇640-678)。涉及财富与贫穷的对比、对神明宽恕的质疑、对女性的贬低与辩护、人生的多样欲望、爱欲(Eros)的本质以及海上生活的艰辛现实。

§640. . . ἀνθρώπων δὲ μαίνονται φρένες, δαπάνας ὅταν θανοῦσι πέμπωσιν κενάς.
……人类的心灵是疯狂的,当他们为死者送去虚无的开销时。
§641πλουτεῖς, τὰ δ’ ἄλλα μὴ δόκει ξυνιέναι· ἐν τῷ γὰρ ὄλβῳ φαυλότης ἔνεστί τις, πενία δὲ σοφίαν ἔλαχε διὰ τὸ συγγενές.
你虽富有,但不要以为自己懂得别的事;因为在富贵中存有某种卑俗,而贫穷因其亲缘关系而分得了智慧。
§642οὐ γὰρ παρὰ κρατῆρα καὶ θοίνην μόνον τὰ χρήματ’ ἀνθρώποισιν ἡδονὰς ἔχει, ἀλλ’ ἐν κακοῖσι δύναμιν οὐ μικρὰν φέρει.
因为财富不仅在混酒器和宴席旁带给人类快乐,而且在祸患中也带来了不小的力量。
§643βαρὺ τὸ φόρημ’ οἴησις ἀνθρώπου κακοῦ.
恶人的自负是沉重的负担。
§644ὅταν κακός τις ἐν πόλει πράσσῃ καλῶς, νοσεῖν τίθησι τὰς ἀμεινόνων φρένας, παράδειγμ’ ἐχόντων τὴν κακῶν ἐξουσίαν.
当恶人在城邦中得意时,这使更好的人的心灵生病,因为他们把恶人的权势当作榜样。
§645συγγνώμονάς τοι τοὺς θεοὺς εἶναι δόκει, ὅταν τις ὅρκῳ θάνατον ἐκφυγεῖν θέλῃ ἢ δεσμὸν ἢ βίαια πολεμίων κακά, ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων.
的确,当有人想用誓言来逃避死亡、监禁或敌人的暴力祸害时,或者当有人与弑亲的孩子们共处一室时,要认为神明是宽恕的。
ἤτἄρα θνητῶν εἰσιν ἀσυνετώτεροι ἢ τἀπιεικῆ πρόσθεν ἡγοῦνται δίκης.
否则,他们要么确实比凡人更愚蠢,要么把温和公平放在正义之前。
§646διαβάλλω §647ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι παῖδά μοι ξυνοικίσας.
诽谤让你与我的孩子共同生活后,你被称为我称职的女婿。
§648οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων
因为凡俗不洁之人接触房屋是不合神法的。
§649πέπονθεν οἷα καὶ σὲ καὶ πάντας μένει.
他遭受了同样等待着你和所有人的命运。
§650πόλλ’ ἐλπίδες ψεύδουσι καὶ λόγοι βροτούς.
许多希望和言辞欺骗了凡人。
§651οὐ θαῦμ’ ἔλεξας θνητὸν ὄντα δυστυχεῖν.
你所说的并不是什么惊人之事:凡人注定要遭遇不幸。
§652ὦ παῖδες οἷον φίλτρον ἀνθρώποις φρενός
孩子啊,这是对人类心灵何等的力量!
§653κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος.
因为女性的床榻本来应当是共有的。
§654δυοῖν λεγόντοιν, θατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος.
两人争辩,若一人发怒,那不在言语上反抗的人更为聪明。
§655οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.
即使是没有生命的友人,我也不会背叛。
§656. . σα λαιμὸν ἢ πεσοῦσ’ ἀπ’ ἰσθμίου κευθμῶνα πηγαῖον ὕδωρ §657ὅστις δὲ πάσας συντιθεὶς ψέγει λόγῳ γυναῖκας ἑξῆς, σκαιός ἐστι κοὺ σοφός· πολλῶν γὰρ οὐσῶν τὴν μὲν εὑρήσεις κακήν, τὴν δ’ ὥσπερ αὕτη λῆμ’ ἔχουσαν εὐγενές.
……喉咙,或者从地峡的……坠入源泉之水的深渊凡是将所有女人混为一谈、接连用言语加以指责的人,是愚蠢而不聪明的;因为女子众多,你会发现其中一人是恶毒的,而另一人则像这位女子一样拥有高贵的气概。
§658οἳ γῆν ἔχουσ’ Εὐβοΐδα πρόσχωρον πόλιν §659ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὃ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις· ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ· οἳ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν ζητοῦσιν·
占有邻近城市优波亚土地的人们我们的生活中有着各种各样的欲望:有人渴望获得高贵的出身,而另一个人对此不以为意,只希望在屋中被称为拥有丰厚家产的主人;又有人乐于凭着邪恶的胆量、口中说着毫无健全可言的话去说服邻人;还有凡人把可耻的利益置于美德之前而加以追求。
οὕτω βίοτος ἀνθρώπων πλάνη.
因此,人类的生活是一场迷途。
ἐγὼ δὲ τούτων οὐδενὸς χρήζω τυχεῖν, δόξαν 〈δὲ〉 βουλοίμην ἂν εὐκλείας ἔχειν.
但我不想得到这些中的任何一样,而只希望能享有荣耀的名声。
§660οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται.
因为没有人会将我们救出。
§661Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.
没有一个人是事事幸福的;因为要么他天生高贵却无以为生,要么他出身低微却耕耘着肥沃的土地。
§662πολλοὺς δὲ πλούτῳ καὶ γένει γαυρουμένους γυνὴ κατῄσχυν’ ἐν δόμοισι νηπία.
许多以财富和出身自豪的人,被家中的愚蠢妻子羞辱了。
§663ποιητὴν δ’ ἄρα Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν.
爱神确实能把人教导成诗人,即使他先前并不懂诗歌。
§664πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός, ἀλλ’ εὐθὺς αὐδᾷ τῷ Κορινθίῳ ξένῳ .
从他手中落下的任何东西都没有瞒过他,他立刻对那位科林斯的客人说话。
§665τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἔρως μᾶλλον πιέζει
他如此局促不安;而受到劝告时,爱意压迫得更加紧迫。
§666ὦ παγκακίστη καὶ γυνή·
噢,最恶毒的人,而且是个女人!
τί γὰρ λέγων μεῖζόν σε τοῦδ’ ὄνειδος ἐξείποι τις ἄν;
因为人们还能说什么比这更大的侮辱来斥责你呢?
§667τίς ἄνδρα τιμᾷ ξεναπάτην;
谁会尊敬一个欺骗客人的男人?
§668ἄνευ τύχης γάρ, ὥσπερ ἡ παροιμία, πόνος μονωθεὶς οὐκέτ’ ἀλγύνει βροτούς.
正如俗话所说,若是没有运气,孤立的劳苦便不再使凡人感到痛苦。
§669πέλας δὲ ταύτης δεινὸς ἵδρυται Κράγος ἔνθηρος, ᾗ λῃστῆρσι φρουρεῖται. . κλύδωνι δεινῷ καὶ βροτοκτόνῳ βρέμει πτηνὸς πορεύσει
在其附近耸立着可怕的、野兽出没的克拉戈斯山,那里被强盗守卫着……它随着可怕且杀人的波涛在飞行的旅程中咆哮。
§670βίος δὲ πορφυροῦς θαλάσσιος οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι.
海上的紫色生活并不是丰盛的餐桌,而是岸边的马槽。
ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.
大海是潮湿的母亲,而不是在陆地上行走的乳母;我们耕耘它,生活借着网和索具从这里回到家中。
§671κομίζετ’ εἴσω τήνδε· πιστεύειν δὲ χρὴ γυναικὶ μηδὲν ὅστις εὖ φρονεῖ βροτῶν.
把这个女人带进去;凡是有理智的凡人,决不该相信女人。
§672ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.
而那导向节制与美德的爱,对人类而言是值得羡慕的;愿我能成为其中一员。
§673χαίρω σέ τ’, ὦ βέλτιστον Ἀλκμήνης τέκος, . . . τὸν τε μιαρὸν ἐξολωλότα.
阿尔克墨涅最高贵的孩子啊,我为你感到高兴,也为那个污秽之人的灭亡而高兴。
§674ἑλίσσων §675καὶ τὰς μὲν ἄξῃ, πῶλον ἢν διδῷς ἕνα, τὰς δ’ ἢν ξυνωρίδ’· αἵ δὲ κἀπὶ τεσσάρων φοιτῶσιν ἵππων ἀργυρῶν.
旋转着如果你给一匹幼马,你将带走一些女子,如果给一双,则带走另一些;还有些女子甚至骑着四匹银马而行。
φιλοῦσι δὲ τὸν ἐξ Ἀθηνῶν παρθένους ὅταν φέρῃ πολλάς
当来自雅典的人带来许多少女时,她们便爱他。
§676σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας παιδός, κνεφάλλου δ’ οὐχ ὑπερτείνεις πόδα.
你几乎与一个科林斯女孩的矮床大小相当,你的脚绝不超出垫子的边缘。
§677οὐδὲ κωλῆνες νεβρῶν §678ἔστι τοι καλὸν κακοὺς κολάζειν
也没有小鹿的腿肉惩治恶人确实是一件美妙的事。

词汇与语法注释

  1. 641τὰ δ’ ἄλλα — 中性复数宾格,意为“其他事情”(特指财富以外的事物),作不定式 ξυνιέναι 的直接宾语。
  2. 644ἐχόντων — 属格阳性复数现在时主动分词,与前方的属格 ἀμεινόνων(更好的人们)一致,表原因或伴随状况。
  3. 645ἤτἄρα — ἤτοι ἄρα 的缩合。引入若前述假设(神明是宽恕的)不成立时的相反推论(“否则实际上……”),表达强烈的逻辑推论或反讽。
  4. 654δυοῖν λεγόντοιν — 属格独立分词结构。δυοῖν 是双数属格(“当两人说话时”)。接下来的 θατέρου θυμουμένου 亦是属格独立结构,用于设定其中一人发怒的背景情况。
  5. 659λέγοντι — 与格单数现在时主动分词,与 ἄλλῳ(对另一个人)一致,该词是由动词 ἀρέσκει(使……喜欢)所支配的与格。

引用这一段

欧里庇得斯, 残篇 §640-678. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:640-678

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。