Humanitext Reader

欧里庇得斯 · 残篇 §596-639

论人的品性、生死与统治的格言

第 20 段,共 35 段 · 希腊语

内容简介

探讨生死、品性与法律、老年智慧、僭主政治以及民粹治理的哲理诗残篇。其中还包含一段通过海雕的征兆推测孩子生死的描写。

§596οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς;
不活下去,岂不比痛苦地苟活更好吗?
§597τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτὲ λόγος δύναιτο, τὸν δ’ ἄνω τε καὶ κάτω ῥήτωρ σπαράσσων πολλάκις λυμαίνεται.
优良的品性比法律更为安全;因为前者,任何言论都无法将其扭曲,而后者,辩士常常将其上下颠倒、撕碎并加以败坏。
§598ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστῳ φρενὶ ἔρριψεν ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.
那个最先说出并使这句格言流传的人,并非凭着未经锻炼的心灵将其抛出,那便是:好运与明智之人同在。
§599ἔφεξις §600θρᾶξαι §601Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖς
抑制扰乱美狄亚在王宫旁…… 做了什么事?
§602τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
对我说明白些。
§603αἰνῶ· διδάξαι δ’ ὦ τέκνον σε βούλομαι.
我赞同;但孩子啊,我想教导你。
ὅταν μὲν ᾖς παῖς, μὴ πλέον παιδὸς φρονεῖν, ἐν παρθένοις δὲ παρθένου τρόπους ἔχειν, ὅταν δ’ ὑπ’ ἀνδρὸς χλαῖναν εὐγενοῦς πέσῃς, . . . . . . . . . . . . τὰ δ’ ἄλλ’ ἀφεῖναι μηχανήματ’ ἀνδράσιν.
当你是个孩子时,不要考虑超出孩子的事;在少女之中,要保有少女的品行;而当你落入高贵男子的斗篷之下时,............ 其他的筹划就留给男人们吧。
§604πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου.
不要向统治你的人踢刺棒。
§605τὸ δ’ ἔσχατον δὴ τοῦτο θαυμαστὸν βροτοῖς τυραννίς, οὐχ εὕροις ἂν ἀθλιώτερον.
而对凡人来说,这最极端的惊人事物便是僭主政治,你找不到比这更悲惨的了。
φίλους τε πορθεῖν καὶ κατακτανεῖν χρεών, πλεῖστος φόβος πρόσεστι μὴ δράσωσί τι.
你不得不毁灭并杀害朋友,而且时刻伴随着极大的恐惧,担心他们会采取行动。
§606οὐκ ἔστι τὰ θεῶν ἄδικ’, ἐν ἀνθρώποισι δὲ κακοῖς νοσοῦντα σύγχυσιν πολλὴν ἔχει.
神明的事物并非不公,但在恶人之中受损,便包含了极大的混乱。
§607ὁρῶσι δ’ οἱ διδόντες εἰς τὰ χρήματα.
而给予者们看重的是财富。
§608ἐν τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων· ὅταν δὲ πράξωσ’ εὖ, διωθοῦνται χάριν αὐτοὶ δι’ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.
处于险境时,他们表现得像朋友的朋友;但当他们顺利时,便推开恩义,自认为全靠自己才获得好运。
§609ὁ γὰρ ξυνὼν κακὸς μὲν ἢν τύχῃ γεγώς, τοιούσδε τοὺς ξυνόντας ἐκπαιδεύεται, χρηστοὺς δὲ χρηστός·
因为与之相处的人若碰巧是恶人,便会把身边相处的人也教育成那般,若是贤人,则教育成贤人。
ἀλλὰ τὰς ὁμιλίας ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.
所以,青年们啊,请努力追求崇高的交往。
§610φθείρου·
滚开!
τὸ γὰρ δρᾶν οὐκ ἔχων λόγους ἔχεις.
因为你空有言辞,却无行动。
§611ἀντεμμάσασθαι §612ἀρταμεῖν §613εὐστόχως §614κατηβολή §615λύσιμον §616ὄβρια §617οὐκ ἔστιν ἀνθρώποισι τοιοῦτος σκότος, οὐ χῶμα γαίας κλῃστόν, ἔνθα τὴν φύσιν ὁ δυσγενὴς κρύψας ἂν εἴη σοφός.
轮流抹去肢解准确地指责可解脱的幼兽人间既没有那样的黑暗,也没有封闭的土堆,能让出身卑贱者隐藏其本性而显得聪明。
§618τὸν ὄλβον οὐδὲν οὐδαμοῦ κρίνω βροτοῖς, ὅν γ’ ἐξαλείφει ῥᾷον ἢ γραφὴν θεός.
我认为凡人的富贵在任何地方都微不足道,神明抹去它,比抹去一幅画还要容易。
§619τὸ γῆρας, ὦ παῖ, τῶν νεωτέρων φρενῶν σοφώτερον πέφυκε κἀσφαλέστερον, ἐμπειρία τε τῆς ἀπειρίας κρατεῖ
孩子啊,老年天生比年轻人的心灵更睿智、更稳妥,经验也战胜了无知。
§620κλύετ’ ὦ μοῖραι Διὸς αἵ τε παρὰ θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι
倾听吧,宙斯的命运三女神,以及坐在神明宝座最近处的人们。
§621. . τὰ δ’ ἔνθεν οὐκέτ’ ἂν φράσαι λόγῳ δακρύων δυναίμην χωρίς
……自那以后的事,若没有眼泪,我已无法用言语表达。
§622πάρεσμεν, ἀλλ’ οὐκ ᾐσθάνου παρόντα με.
我们在此,但你没有察觉到我在场。
§623βοάσομαί τἄρα τὰν ὑπέρτονον βοάν· ἰώ, πύλαισιν ἤ τις ἐν δόμοις;
那我就要发出极其尖锐的呼喊:喂,门前有人吗? 还是在屋里?
§624ἀρκεῖ §625οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν.
足够了我没有杀你的父亲,但杀了个敌人。
§626δήμῳ δὲ μήτε πᾶν ἀναρτήσῃς κράτος μήτ’ αὖ κακώσῃς, πλοῦτον ἔντιμον τιθείς, μηδ’ ἄνδρα δήμῳ πιστὸν ἐκβάλῃς ποτὲ μηδ’ αὖξε καιροῦ μείζον’, οὐ γὰρ ἀσφαλές, μή σοι τύραννος λαμπρὸς ἐξ ἀστοῦ φανῇ.
既不要把所有权力都交托给民众,也不要虐待他们,应当视财富为尊贵,决不要驱逐一个受民众信任的人,也不要使他的势力膨胀到超出分寸,因为这并不安全,免得市民中出现显赫的僭主。
κόλουε δ’ ἄνδρα παρὰ δίκην τιμώμενον· πόλει γὰρ εὐτυχοῦντες οἱ κακοὶ νόσος.
对于不义而受尊崇的人,要加以压制;因为恶人得势对城邦而言是一场疾病。
§627εἰσὶν γὰρ εἰσὶ διφθέραι μελεγγραφεῖς πολλῶν γέμουσαι Λοξίου γηρυμάτων
因为确实有,确实有写满黑色字迹的皮革书卷,装满了洛克西阿斯的众多神谕。
§628μηλοσφαγεῖ τε δαιμόνων ἐπ’ ἐσχάραις §629. . . καὶ κάταιθε χῶτι λῇς πόει.
在神明的祭坛上宰杀绵羊 ……然后烧毁,随你便怎么做。
§630ἐγὼ δὲ Σαρδιανός, οὐκέτ’ Ἀργόλας
而我是萨尔迪斯人,不再是阿耳戈斯人。
§631πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
屋里回响着多次科塔博斯游戏的击打声,那是契合塞浦路斯女神的歌。
§632πολλῶν τὰ χρήματ’ αἴτι’ ἀνθρώποις κακῶν.
财产是人类许多祸害的根源。
§633μόμφος §634ὅστις νέμει κάλλιστα τὴν αὑτοῦ φύσιν, οὗτος σοφὸς πέφυκε πρὸς τὸ συμφέρον.
责备谁能最妥善地驾驭自己的天性,谁就天生在谋求切身利益上是聪明的。
§635οἱ τὰς τέχνας δ’ ἔχοντες ἀθλιώτεροι τῆς φαυλότητος· καὶ γὰρ ἐν κοινῷ ψέγειν ἅπασι κεῖσθαι δυστυχὲς κοὐκ εὐτυχές.
掌握技艺的人比平庸无才者更为悲惨;因为暴露于众目睽睽之下、接受所有人的指责,是一件不幸而非幸运的事。
§636ἔα ἔα·
哎呀,哎呀!
ὁρῶ γ’ ἐπ’ ἀκταῖς νομάδα κυματοφθόρον ἁλιαίετον· τὸν παῖδα χερσεύειν μόρος.
我看见岸边有一只游荡、摧残波涛的海雕;那孩子的命运在陆地上。
εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο ὁ κύματ’ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν τὸν παῖδ’ ἐν ὑγροῖς κύμασιν τεθνηκέναι· νῦν δ’ ἐκλιπὼν ἤθη τε καὶ νομὸν βίου δεῦρ’ ἔπτατ’· οὐκ οὖν ἔσθ’ ὁ παῖς ἐν οἴδμασιν.
因为,如果这只栖息于波涛之中的鸟儿从陆地飞向海洋,那就意味着孩子已经在潮湿的波浪中死去了;但现在,它离开了往常的栖息地和生存习性,飞到了这里;因此,孩子并不在汹涌的波涛之中。
§637φεῦ φεῦ, τὸ γῆρας ὡς ἔχει πολλὰς νόσους.
唉,唉,老年有着多么繁多的病痛啊。
§638τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;
谁知道活着是不是就是死亡,而死亡在地下是否被视为活着呢?
§639μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος
因为愿你这般的结局,对家族而言徒劳而终。

词汇与语法注释

  1. §597τὸν μὲν... τὸν δ’ — 指代前文两个名词 τρόπος 和 νόμου 的前置冠词(作指示代词,即“前者”与“后者”)的宾格。
  2. §598ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη — 由连词 ὡς 引导的名词性从句,具有同格功能,具体说明前文名词 λόγον(话语)的内容。
  3. §603φρονεῖν... ἔχειν... ἀφεῖναι — 这一系列不定词在独立句中起到了命令式不定词(infinitive of command)的作用,用以表达强烈的指示或教导。
  4. §605μὴ δράσωσί τι — 由表示担忧的名词 φόβος 引导、使用虚拟语气(subjunctive)的否定担忧从句(“担心他们做出什么事来”)。
  5. §617ἂν εἴη — 在由关系副词 ἔνθα(在那里)引导的从句中,表示可能或潜在(potential optative)的 ἄν + 希求法结构。
  6. §636εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο... ἡρμήνευσεν ἂν — 使用直陈式过去时(ἔπτατο 和 ηρμήνευσεν ἄν)构成的针对过去事实的虚拟条件句(与过去事实相反)。
  7. §638εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν — 动词 οἶδεν(知道)的宾语,引导间接疑问从句的连词 εἰ(是否)。

引用这一段

欧里庇得斯, 残篇 §596-639. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:596-639

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。