← エウリピデス

断片

§640-678

富と貧困の対比および愛と人間の欲望

ギリシア悲劇の断片群(断片640-678)。富と貧困の対比、神々の寛大さへの疑義、女性への非難と擁護、人生の多様な欲望や愛(エロース)の性質、海の生活の現実などが語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
640

​...ἀνθρώπων δὲ μαίνονται φρένες, δαπάνας ὅταν θανοῦσι πέμπωσιν κενάς.

……人間の心は狂っている、死者のために虚しい出費を捧げるとき。

πλουτεῖς, τὰ δ’ ἄλλα1 μὴ δόκει ξυνιέναι· ἐν τῷ γὰρ ὄλβῳ φαυλότης ἔνεστί τις, πενία δὲ σοφίαν ἔλαχε διὰ τὸ συγγενές.

あなたは富んでいるが、他のことを理解していると思わないように。なぜなら、繁栄の中にはある種の卑俗さがあり、貧困はその親縁性によって知恵を割り当てられているからだ。

οὐ γὰρ παρὰ κρατῆρα καὶ θοίνην μόνον τὰ χρήματ’ ἀνθρώποισιν ἡδονὰς ἔχει, ἀλλ’ ἐν κακοῖσι δύναμιν οὐ μικρὰν φέρει.

なぜなら、財産は人間にとって、交ぜ桶や宴会の席の傍らにおいてのみ喜びを持つのではなく、災いの中でも少なからぬ力をもたらすからだ。

βαρὺ τὸ φόρημ’ οἴησις ἀνθρώπου κακοῦ.

悪しき人間の思い上がりは、重い荷物である。

ὅταν κακός τις ἐν πόλει πράσσῃ καλῶς, νοσεῖν τίθησι τὰς ἀμεινόνων φρένας, παράδειγμ’ ἐχόντων2 τὴν κακῶν ἐξουσίαν.

悪しき者が城邦で首尾よくやっているとき、それはより優れた人々の心を病ませる。彼らが悪しき者たちの権力を手本とするからである。

645

συγγνώμονάς τοι τοὺς θεοὺς εἶναι δόκει, ὅταν τις ὅρκῳ θάνατον ἐκφυγεῖν θέλῃ ἢ δεσμὸν ἢ βίαια πολεμίων κακά, ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων. ἤτἄρα3 θνητῶν εἰσιν ἀσυνετώτεροι ἢ τἀπιεικῆ πρόσθεν ἡγοῦνται δίκης.

誓いによって死、あるいは捕縛、あるいは敵の暴力的な災いを逃れようとする時、あるいは親殺しの子供たちと家を共有する時、神々は確かに寛大であると思いなさい。さもなければ、彼らは実に凡人よりも愚かであるか、あるいは公平さを正義よりも優先しているのだ。

διαβάλλω

中傷する

ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι παῖδά μοι ξυνοικίσας.

私の娘と結婚したことで、お前は私のふさわしい義理の息子と呼ばれるのだ。

οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων

なぜなら、汚れた者が家に触れることは許されないからだ。

πέπονθεν οἷα καὶ σὲ καὶ πάντας μένει.

彼(彼女)は、あなたや他のすべての人々を待ち受けているような目に遭ったのだ。

650

πόλλ’ ἐλπίδες ψεύδουσι καὶ λόγοι βροτούς.

多くの希望と言葉が凡人を欺く。

οὐ θαῦμ’ ἔλεξας θνητὸν ὄντα δυστυχεῖν.

あなたは凡人が不運に遭うことを、驚くべきこととして語ったのではない。

ὦ παῖδες οἷον φίλτρον ἀνθρώποις φρενός

子供たちよ、何という人間の心の愛薬か。

κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος.

なぜなら、女性の寝床は共有されるべきだったからだ。

δυοῖν λεγόντοιν,4 θατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος.

二人が語り、一方が怒っているとき、言葉で抗弁しない者の方が賢い。

655

οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.

たとえ命なき友であっても、私は裏切ることはないだろう。

​..σα λαιμὸν ἢ πεσοῦσ’ ἀπ’ ἰσθμίου κευθμῶνα πηγαῖον ὕδωρ

……喉を、あるいは地峡の……から、湧き水の潜む場所へと落ちて……

ὅστις δὲ πάσας συντιθεὶς ψέγει λόγῳ γυναῖκας ἑξῆς, σκαιός ἐστι κοὺ σοφός· πολλῶν γὰρ οὐσῶν τὴν μὲν εὑρήσεις κακήν, τὴν δ’ ὥσπερ αὕτη λῆμ’ ἔχουσαν εὐγενές.

すべての女性をひとまとめにして一様に言葉で非難する者は、愚かであり賢くない。なぜなら、多くの女性がいる中で、ある者は悪く、ある者はこの女性のように高貴な気性を備えているのを見出すだろうからだ。

οἳ γῆν ἔχουσ’ Εὐβοΐδα πρόσχωρον πόλιν

隣接する都市、エウボイアの地を所有する者たち

ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὃ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις· ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν λέγοντι5 πείθειν τοὺς πέλας τόλμῃ κακῇ· οἳ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη. ἐγὼ δὲ τούτων οὐδενὸς χρήζω τυχεῖν, δόξαν 〈δὲ〉 βουλοίμην ἂν εὐκλείας ἔχειν.

私たちには、人生についてのあらゆる種類の望みがある。ある者は高貴な生まれを得ることを熱望し、別の者にはそれへの関心はなく、ただ多くの富を持って家の中で主人と呼ばれたいと願う。また別の者は、心から何の健全なことも語らず、悪しき大胆さによって隣人を説得することを好む。また、凡人の中で美徳よりも恥ずべき利得を求める者たちもいる。このように人間の生活は迷いなのだ。だが、私はこれらのうちどれをも得ることを望まず、ただ名誉ある名声を持ちたいと願う。

660

οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται.

なぜなら、私たちを救い出してくれる者は誰もいないからだ。

Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.

すべてにおいて幸福な人間など一人もいない。なぜなら、生まれつき優れた者であっても暮らしが立たなかったり、あるいは生まれが卑しくても豊かな田畑を耕したりするからだ。

πολλοὺς δὲ πλούτῳ καὶ γένει γαυρουμένους γυνὴ κατῄσχυν’ ἐν δόμοισι νηπία.

富や家柄を誇る多くの人々を、愚かな妻が家の中で辱めてきた。

ποιητὴν δ’ ἄρα Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν.

エロースは、以前は詩才がなかった者であっても、詩人に育てるのだ。

πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός, ἀλλ’ εὐθὺς αὐδᾷ τῷ Κορινθίῳ ξένῳ .

手から落ちたものは何ひとつ彼に気づかれないことはなく、すぐに彼はコリントスの客人に呼びかける。

665

τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἔρως μᾶλλον πιέζει

このように彼は取り乱している。説教されると、エロースはますます激しく締め付ける。

ὦ παγκακίστη καὶ γυνή· τί γὰρ λέγων μεῖζόν σε τοῦδ’ ὄνειδος ἐξείποι τις ἄν;

おお、極めて邪悪な、そして女よ。何と言えば、これ以上の侮蔑の言葉をあなたに吐き出すことができようか。

τίς ἄνδρα τιμᾷ ξεναπάτην;

誰が客人を欺く男を敬うだろうか。

ἄνευ τύχης γάρ, ὥσπερ ἡ παροιμία, πόνος μονωθεὶς οὐκέτ’ ἀλγύνει βροτούς.

ことわざにもあるように、運がなければ、孤独な労苦はもはや凡人を苦しめない。

πέλας δὲ ταύτης δεινὸς ἵδρυται Κράγος ἔνθηρος, ᾗ λῃστῆρσι φρουρεῖται.. κλύδωνι δεινῷ καὶ βροτοκτόνῳ βρέμει πτηνὸς πορεύσει

その近くに、獣の住む恐ろしいクラゴス山がそびえ、そこは略奪者たちによって守られている。……。恐ろしく人を殺す波とともに、翼ある旅路で轟いている。

670

βίος δὲ πορφυροῦς θαλάσσιος οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι. ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.

海の紫色の生活は、贅沢な食卓ではなく、海岸の飼い葉桶である。海は湿った母であり、地面を歩む養育者ではない。私たちはこれを耕す。これから、網や罠によって、生活の糧が家へとやってくる。

κομίζετ’ εἴσω τήνδε· πιστεύειν δὲ χρὴ γυναικὶ μηδὲν ὅστις εὖ φρονεῖ βροτῶν.

この女を中へ連れて行け。思慮深い凡人は、女を決して信用すべきではない。

ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.

節度と美徳へと導くエロースこそ、人間にとって羨むべきものだ。私がその一人であらんことを。

χαίρω σέ τ’, ὦ βέλτιστον Ἀλκμήνης τέκος, ...τὸν τε μιαρὸν ἐξολωλότα.

アルクメネの最も優れた子よ、あなたを、そしてあの汚らわしい者が滅び去ったことを私は喜ぶ。

ἑλίσσων

巻きながら

675

καὶ τὰς μὲν ἄξῃ, πῶλον ἢν διδῷς ἕνα, τὰς δ’ ἢν ξυνωρίδ’· αἵ δὲ κἀπὶ τεσσάρων φοιτῶσιν ἵππων ἀργυρῶν. φιλοῦσι δὲ τὸν ἐξ Ἀθηνῶν παρθένους ὅταν φέρῃ πολλάς

そして、もしお前が一頭の若い馬を与えるなら、ある女たちを連れ去るだろうし、二頭立ての馬車を与えるなら、別の女たちを連れ去るだろう。またある女たちは四頭の銀の馬に乗って現れる。そして、アテナイからの者が多くの乙女たちを運んでくるとき、彼女らは彼を愛するのだ。

σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας παιδός, κνεφάλλου δ’ οὐχ ὑπερτείνεις πόδα.

コリントスの少女の質素な寝床とほぼ同じ大きさであり、羊毛のクッションの端を越えて足を伸ばすこともない。

οὐδὲ κωλῆνες νεβρῶν

鹿の仔の腿肉もなく

ἔστι τοι καλὸν κακοὺς κολάζειν

悪しき者たちを懲らしめることは、確かに美しい。

構文注5 件
  1. 641τὰ δ’ ἄλλα

    対格中性複数形で「その他のこと(ここでは富以外の能力や知恵など)」を指す。動詞 ξυνιέναι(理解する)の直接目的語。

  2. 644ἐχόντων

    属格分詞現在能動態。先行する ἀμεινόνων(より優れた人々、属格複数)に一致し、その理由や状況(「〜だからこそ」)を補足している。

  3. 645ἤτἄρα

    ἤτοι ἄρα の縮約。直前の仮定(神々が寛大であるということ)が成り立たない場合の帰結(「さもなければ実に〜」)を導き、強い論理的帰結や反語的推論を示す。

  4. 654δυοῖν λεγόντοιν

    属格独立分詞構文。δυοῖν(二人が)は両数(dual)の属格。後続の θάτερου θυμουμένου も同様に属格独立分詞構文であり、対話の一方の人物が怒っている状況を設定している。

  5. 659λέγοντι

    与格分詞現在能動態。主節の与格支配の動詞 ἀρέσκει(〜に気に入る)の論理的主語である ἄλλῳ(別の者にとって)に一致し、その修飾部を構成している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:640-678