§564ὅταν κακοὶ πράξωσιν, ὦ ξένοι, καλῶς,
ἄγαν κρατοῦντες κοὺ νομίζοντες δίκην
δώσειν ἔδρασαν πάντ’ ἐφέντες ἡδονῇ.
恶人们境遇顺利的时候,朋友们啊,他们过度扩张统治,且不认为会受到惩罚,便放纵于一切享乐而行事。
§565〈ΔΙΟΜ.〉 σὺ δ’ ὧδ’ ἔρημος ξυμμάχων ἀπόλλυσαι;
〈迪奥墨德斯〉:而你就这样失去盟友、走向毁灭吗?
〈ΟΙΝ.〉 οἳ μὲν γὰρ οὐκέτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί.
〈俄纽斯〉:因为一些人已经不在了,而剩下的人都是恶人。
§566ὡς οὐδὲν ἀνδρὶ πιστὸν ἄλλο πλὴν τέκνων· κέρδους δ’ ἕκατι καὶ τὸ συγγενὲς νοσεῖ.
对人而言,除了孩子之外,没有别的是可靠的;为了利益,甚至连亲情也会变质。
§567τὰς βροτῶν
γνώμας σκοπῶν ὥστε Μαγνῆτις λίθος
τὴν δόξαν ἕλκει καὶ μεθίησιν πάλιν.
观察凡人的思想,它就像磁石一样,吸引了舆论,随后又将其放开。
§569ἀθράνευτον §570ἀκρίζων §571ἀμηχανῶ δ’ ἔγωγε κοὐκ ἔχω μαθεῖν,
εἴτ’ οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα
θνητοῖσιν εἴτ’ ἄπαιδα καρποῦσθαι βίον.
未经净化的掠过山顶我自己也感到无能为力,无法得知,对凡人而言是有孩子更好,还是享受无子的生活更好。
ὁρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους· ὅσοισι δ’ εἰσίν, οὐδὲν εὐτυχεστέρους.
因为我看到那些没有生育的人极其痛苦,而那些有孩子的人也并没有更幸福。
καὶ γὰρ κακοὶ γεγῶτες ἐχθίστη νόσος,
κἂν αὖ γένωνται σώφρονες, κακὸν μέγα,
λυποῦσι τὸν φύσαντα μὴ πάθωσί τι.
因为如果孩子变坏,那便是最可憎的病痛;如果他们明理,那也是一个巨大的负担,因为父母会时刻担心他们遭遇不幸。
§572ἕν ἐστι πάντων πρῶτον εἰδέναι τουτί,
φέρειν τὰ συμπίπτοντα μὴ παλιγκότως·
在所有事情中,首要的是懂得这一点:毫无怨言地承受降临的灾祸。
χοὗτός γ’ ἀνὴρ ἄριστος αἵ τε συμφοραὶ
ἧσσον δάκνουσιν.
这样的人才是最优秀的,灾祸对他的伤害也最小。
ἀλλὰ ταῦτα γὰρ λέγειν
ἐπιστάμεσθα, δρᾶν δ’ ἀμηχάνως ἔχει.
然而,我们虽然懂得如何谈论这些,却无力去实践。
§573ἀλλ’ ἔστι γὰρ δὴ κὰν κακοῖσιν ἡδονὴ
θνητοῖς ὀδυρμοὶ δακρύων τ’ ἐπιρροαί· ἀλγηδόνας δὲ ταῦτα κουφίζει φρενῶν
καὶ καρδίας ἔλυσε τοὺς ἄγαν πόνους.
但是,即使在灾祸中,凡人也有叹息和流泪的快乐;这些能减轻心灵的痛苦,并解开内心过度的忧伤。
§574τεκμαιρόμεσθα τοῖς παροῦσι τἀφανῆ.
我们用眼前的事物来推测未知的事物。
§575ὅστις δὲ θνητῶν βούλεται δυσώνυμον
εἰς γῆρας ἐλθεῖν, οὐ λογίζεται καλῶς· μακρὸς γὰρ αἰὼν μυρίους τίκτει πόνους.
凡人中若有人想要达到那声名狼藉的暮年,他的算盘就打错了;因为漫长的岁月会孕育出无数的痛苦。
§576ὁ πλεῖστα πράσσων πλεῖσθ’ ἁμαρτάνει βροτῶν.
多管闲事的凡人犯错最多。
§577ἐγὼ μὲν εὖτ’ ἂν τοὺς κακοὺς ὁρῶ βροτῶν
πίπτοντας, εἶναι φημὶ δαιμόνων γένος.
至于我,当我看到恶人堕落时,我便说神明确实存在。
§578τὰ τῆς γε λήθης φάρμακ’ ὀρθώσας μόνος,
ἄφωνα φωνήεντα συλλαβὰς τιθεὶς
ἐξηῦρον ἀνθρώποισι γράμματ’ εἰδέναι,
ὥστ’ οὐ παρόντα ποντίας ὑπὲρ πλακὸς
τἀκεῖ κατ’ οἴκους πάντ’ ἐπίστασθαι καλῶς,
παισίν τ’ ἀποθνῄσκοντα χρημάτων μέτρον
γράψαντας εἰπεῖν, τὸν λαβόντα δ’ εἰδέναι.
我独自一人整顿了忘却的药方,将无声的辅音和有声的母音组合成音节,发明了文字让人们掌握。 因此,即使不在现场,隔着辽阔的大海,人们也能清楚地了解家中的一切;将死之人也可以写下财产的数额告知孩子们,继承者也得以此知晓。
ἃ δ’ εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακὰ
δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν.
人们在争端中陷入的恶事,书板会做出裁决,不容许人说谎。
§579πάλαι πάλαι δή σ’ ἐξερωτῆσαι θέλων,
σχολή μ’ ἀπεῖργε
很久、很久以前我就想向你提问,但缺乏闲暇阻碍了我。
§580Ἀγάμεμνον, ἀνθρώποισι πᾶσιν αἱ τύχαι
μορφὴν ἔχουσι, συντρέχει δ’ εἰς ἓν τόδε· τούτου δὲ πάντες, οἵ τε μουσικῆς φίλοι
ὅσοι τε χωρὶς ζῶσι, χρημάτων ὕπερ
μοχθοῦσιν, ὃς δ’ ἂν πλεῖστ’ ἔχῃ σοφώτατος.
阿伽门农啊,对所有人来说,命运有着不同的形态,但它们都汇聚到了这一点:所有人,无论是热爱文艺的人还是与之无缘的人,都在为财富而劳碌,拥有最多的人便是最聪明的。
§581στρατηλάται τἄν μυρίοι γενοίμεθα,
σοφὸς δ’ ἂν εἷς τις ἢ δύ’ ἐν μακρῷ χρόνῳ.
将军我们可以有成千上万个,但智者在漫长的岁月中可能只有一两个。
§582εἰ τῶν πολιτῶν οἶσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δ’ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθ’, ἴσως σωθεῖμεν ἄν.
如果我们对现在信任的市民产生怀疑,转而使用我们以前不重用的市民,我们或许能够获救。
§583ὅστις λέγει μὲν εὖ, τὰ δ’ ἔργ’ ἐφ’ οἷς λέγει
αἴσχρ’ ἐστί, τούτου τὸ σοφὸν οὐκ αἰνῶ ποτέ.
那些言辞动听、但所言之事却极其可耻的人,我决不赞赏他们的聪明。
§584εἷς τοι δίκαιος μυρίων οὐκ ἐνδίκων
κρατεῖ τὸ θεῖον τὴν δίκην τε συλλαβών.
一个正义的人,若能争取到神意与正义的支持,便能战胜万个不义之人。
§585τοῦ γὰρ δικαίου κὰν βροτοῖσι κἀν θεοῖς
ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.
因为只有正义之人的名声,无论在凡人还是在神明之中,都永远是不朽的。
§586Θύσαν Διονύσου
κόραν, ὃς ἀν’ Ἴδαν
τέρπεται σὺν ματρὶ φίλᾳ
τυμπάνων 〈ἐπ’〉 ἰαχαῖς
狂乱信女的女儿,他与亲爱的母亲在伊达山上,伴随着手鼓的呼喊而欢愉。
§587. . . κώπην χρυσόκολλον §588ἐκάνετ’ ἐκάνετε τὰν
πάνσοφον, ὦ Δαναοί,
τὰν οὐδέν’ ἀλγύνουσαν ἀηδόνα μουσᾶν.
……金镶嵌的船桨你们杀死了,你们杀死了那位全知者,阿耳戈斯人啊,那只从未伤害过任何人的缪斯夜莺。
船首冲角对我而言,祖国是阿格斯,名字是赫拉克勒斯,我诞生于万神之父宙斯。
ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
因为宙斯来到了我母亲高贵的床榻,正如真理所传颂的那样。
ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυσθέως.
我是迫于欧律斯透斯的暴力来到这里的。
§592ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον
χάσμ’ εὐφήμως προχέωμεν
为了让我们能庄严地将这些仪式用土器倒入大地的裂缝中。
§593σὲ τὸν αὐτοφυᾶ τὸν ἐν αἰθερίῳ
ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθ’,
ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία
νὺξ αἰολόχρως, ἄκριτός τ’ ἄστρων
ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει
你这自生者,在以太的旋涡中织造了万物的本性,光芒、色彩斑斓的暗夜以及无数的星群,都在你的周围不断地翩翩起舞。
§594ἀκάμας τε χρόνος περί γ’ ἀενάῳ
ῥεύματι πλήρης φοιτᾷ τίκτων
αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι
ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς
τὸν Ἀτλάντειον τηροῦσι πόλον
疲倦的时间在无尽的洪流中,充盈地流逝,自己孕育着自己;双熊用它们疾飞的翅膀,守护着阿特拉斯的天极。
§595αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις
被敬畏的未锻造之锁链所束缚。