- 底本
- Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:596-639
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
生死や人間の品性、老境の知恵、そして僭主政治や民衆への権力集中に関する教訓的・哲学的な対話断片群。また、鳥の兆候から子供の生死を推測する場面なども含まれる。
οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς;
生きないことは、悪しく生きることよりも優れているのではないか?
τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτὲ λόγος δύναιτο, τὸν δ’1 ἄνω τε καὶ κάτω ῥήτωρ σπαράσσων πολλάκις λυμαίνεται.
優れた品性は法律よりも確実である。というのも、前者はいかなる言論も決して歪めることができないが、後者は弁論家が上下にかき乱し、しばしば台無しにするからだ。
ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστῳ φρενὶ ἔρριψεν ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.2
この言葉を最初に言って新しくした者は、鍛えられていない心で放ったのではない。すなわち、思慮深き人々には運命が味方する、という言葉を。
ἔφεξις
抑制
θρᾶξαι
かき乱すこと
Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖς
メデイアは、王の宮殿の近くで……
τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
何をしたというのか?私によりはっきりと語れ。
αἰνῶ· διδάξαι δ’ ὦ τέκνον σε βούλομαι. ὅταν μὲν ᾖς παῖς, μὴ πλέον παιδὸς φρονεῖν, ἐν παρθένοις δὲ παρθένου τρόπους ἔχειν, ὅταν δ’ ὑπ’ ἀνδρὸς χλαῖναν εὐγενοῦς πέσῃς, ............ τὰ δ’ ἄλλ’ ἀφεῖναι3 μηχανήματ’ ἀνδράσιν.
私は賛成する。しかし、我が子よ、あなたに教えたい。子供であるときは、子供以上に考えないこと、乙女たちの間では、乙女の品行を保つこと、そして高貴な男の外套の下に落ちるときは、 ............ 他の策略は男たちに任せること。
πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου.
あなたを支配する者たちに対して、突き棒を蹴るな。
τὸ δ’ ἔσχατον δὴ τοῦτο θαυμαστὸν βροτοῖς τυραννίς, οὐχ εὕροις ἂν ἀθλιώτερον. φίλους τε πορθεῖν καὶ κατακτανεῖν χρεών, πλεῖστος φόβος πρόσεστι μὴ δράσωσί τι.4
そして、凡人にとってこの極限にして驚くべきものこそが僭主政治である。これより悲惨なものは見出せないだろう。友人を滅ぼし殺害せねばならず、彼らが何か危害を加えはしないかという極めて大きな恐れが付きまとうのだ。
οὐκ ἔστι τὰ θεῶν ἄδικ’, ἐν ἀνθρώποισι δὲ κακοῖς νοσοῦντα σύγχυσιν πολλὴν ἔχει.
神々の御業は不義ではない。しかし、悪しき人間たちの間で病んでいるため、多くの混乱を含んでいる。
ὁρῶσι δ’ οἱ διδόντες εἰς τὰ χρήματα.
与える者たちは財産に目を向けている。
ἐν τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων· ὅταν δὲ πράξωσ’ εὖ, διωθοῦνται χάριν αὐτοὶ δι’ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.
危難の中では、彼らは友人の友人であるかのように振る舞う。だが、彼らがうまくいくと、恩義を押し退け、自分たち自身の力で幸福になったのだと考える。
ὁ γὰρ ξυνὼν κακὸς μὲν ἢν τύχῃ γεγώς, τοιούσδε τοὺς ξυνόντας ἐκπαιδεύεται, χρηστοὺς δὲ χρηστός· ἀλλὰ τὰς ὁμιλίας ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.
なぜなら、交際する者がたまたま悪人であれば、交際する者たちをそのように悪く教育し、善人であれば善く教育するからだ。それゆえ、若者たちよ、善き交わりを追求することに努めなさい。
φθείρου· τὸ γὰρ δρᾶν οὐκ ἔχων λόγους ἔχεις.
失せろ。実行力がないのに、言葉だけはあるからだ。
ἀντεμμάσασθαι
仕返しになすりつけること
ἀρταμεῖν
切り刻むこと
εὐστόχως
的確に
κατηβολή
非難
λύσιμον
解決可能な
ὄβρια
幼獣たち
οὐκ ἔστιν ἀνθρώποισι τοιοῦτος σκότος, οὐ χῶμα γαίας κλῃστόν, ἔνθα τὴν φύσιν ὁ δυσγενὴς κρύψας ἂν εἴη5 σοφός.
人間にはそのような暗闇も、閉ざされた大地の土塁も存在しない、卑しい生まれの者がその本性を隠して賢者でありうるような場所は。
τὸν ὄλβον οὐδὲν οὐδαμοῦ κρίνω βροτοῖς, ὅν γ’ ἐξαλείφει ῥᾷον ἢ γραφὴν θεός.
私は凡人にとっての繁栄を、どこにあっても無に等しいと判断する。神はそれを、絵を消すよりも容易に消し去るのだから。
τὸ γῆρας, ὦ παῖ, τῶν νεωτέρων φρενῶν σοφώτερον πέφυκε κἀσφαλέστερον, ἐμπειρία τε τῆς ἀπειρίας κρατεῖ
我が子よ、老境は若き人々の心よりも、生まれつき賢く、また安全であり、経験は未経験に打ち勝つのだ。
κλύετ’ ὦ μοῖραι Διὸς αἵ τε παρὰ θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι
お聞きください、ゼウスのモイライよ、そして神々の玉座に最も近く座しておられる方々よ。
..τὰ δ’ ἔνθεν οὐκέτ’ ἂν φράσαι λόγῳ δακρύων δυναίμην χωρίς
……その後のことを、私は涙なしには、もはや言葉で語ることはできないだろう。
πάρεσμεν, ἀλλ’ οὐκ ᾐσθάνου παρόντα με.
私たちはここにいるが、あなたは私がここにいることに気づかなかった。
βοάσομαί τἄρα τὰν ὑπέρτονον βοάν· ἰώ, πύλαισιν ἤ τις ἐν δόμοις;
それならば、私は最高に高い声を張り上げよう。おい、門のところに、あるいは家の中に誰かいないか?
ἀρκεῖ
十分だ
οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν.
私はあなたの父親を殺したのではない、しかし敵を殺したのだ。
δήμῳ δὲ μήτε πᾶν ἀναρτήσῃς κράτος μήτ’ αὖ κακώσῃς, πλοῦτον ἔντιμον τιθείς, μηδ’ ἄνδρα δήμῳ πιστὸν ἐκβάλῃς ποτὲ μηδ’ αὖξε καιροῦ μείζον’, οὐ γὰρ ἀσφαλές, μή σοι τύραννος λαμπρὸς ἐξ ἀστοῦ φανῇ. κόλουε δ’ ἄνδρα παρὰ δίκην τιμώμενον· πόλει γὰρ εὐτυχοῦντες οἱ κακοὶ νόσος.
民衆にすべての権力を委ねてはならず、また彼らを虐げてもいけない。富を名誉あるものとし、民衆に信頼されている者を決して追放してはならない。また、彼を適度を超えて強大にしてはならない。安全ではないからだ。市民の中から輝かしい僭主が現れないように。不当に名誉を得ている者を抑えなさい。なぜなら、悪しき者たちが栄えることは、国家にとって病だからだ。
εἰσὶν γὰρ εἰσὶ διφθέραι μελεγγραφεῖς πολλῶν γέμουσαι Λοξίου γηρυμάτων
なぜなら、あるのだ、本当に、ロクシアスの多くの託宣で満ちた、黒インクで書かれた革の書板が。
μηλοσφαγεῖ τε δαιμόνων ἐπ’ ἐσχάραις
そして神々の祭壇で羊を屠る
...καὶ κάταιθε χῶτι λῇς πόει.
……そして焼き尽くせ、そしてあなたの望むことをせよ。
ἐγὼ δὲ Σαρδιανός, οὐκέτ’ Ἀργόλας
私はサルディスの者、もはやアルゴスの者ではない。
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
そして、コッタボスの多くの衝突の音が、キプロスに調和した歌を、家の中で響かせている。
πολλῶν τὰ χρήματ’ αἴτι’ ἀνθρώποις κακῶν.
財産は、人間にとって多くの災いのもとである。
μόμφος
非難
ὅστις νέμει κάλλιστα τὴν αὑτοῦ φύσιν, οὗτος σοφὸς πέφυκε πρὸς τὸ συμφέρον.
自身の本性を最も良く制御する者、その者こそが自己の利益に向けて生まれつき賢いのだ。
οἱ τὰς τέχνας δ’ ἔχοντες ἀθλιώτεροι τῆς φαυλότητος· καὶ γὰρ ἐν κοινῷ ψέγειν ἅπασι κεῖσθαι δυστυχὲς κοὐκ εὐτυχές.
技術を持つ者たちは、平凡な人々よりも悲惨である。というのも、公の場で、すべての者から非難される立場に置かれることは不運であり、幸運ではないからだ。
ἔα ἔα· ὁρῶ γ’ ἐπ’ ἀκταῖς νομάδα κυματοφθόρον ἁλιαίετον· τὸν παῖδα χερσεύειν μόρος. εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο ὁ κύματ’ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν6 τὸν παῖδ’ ἐν ὑγροῖς κύμασιν τεθνηκέναι· νῦν δ’ ἐκλιπὼν ἤθη τε καὶ νομὸν βίου δεῦρ’ ἔπτατ’· οὐκ οὖν ἔσθ’ ὁ παῖς ἐν οἴδμασιν.
おや、おや。 私は海岸に、波を荒らす放浪のウミワシを見る。その子の運命は陸の上にあるのだ。というのも、もし波に住む鳥が陸から海へと飛んだなら、その子が湿った波の中で死んだと解釈されただろう。だが今、その鳥は自分の住処と習性を離れて、こちらへと飛んできた。したがって、その子は波の中にはいないのだ。
φεῦ φεῦ, τὸ γῆρας ὡς ἔχει πολλὰς νόσους.
ああ、ああ、老境はいかに多くの病を抱えていることか。
τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,7 τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;
生きることが死ぬことであり、死ぬことがあちらの下では生きることと考えられているのか、誰が知ろうか。
μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος
なぜなら、あなたのこの最期が、家にとって無駄に終わってしまいますように。
- 597τὸν μὲν... τὸν δ’
先行する2つの名詞 τρόπος と νόμου をそれぞれ指す、前置された冠詞による指示代名詞(「前者」「後者」)の対格。
- 598ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη
接続詞 ὡς が導く名詞節で、先行する名詞 λόγον(言葉)の内容を具体的に説明する同格の機能を持つ。
- 603φρονεῖν... ἔχειν... ἀφεῖναι
これらの一連の不定詞は、独立文において強い指示や教訓を表す命令的不定詞(infinitive of command)として機能している。
- 605μὴ δράσωσί τι
懸念を示す名詞 φόβος に導かれる、接続法を用いた否定の懸念節(「〜しはしないかという恐れ」)。
- 617ἂν εἴη
関係副詞 ἔνθα(そこでは〜)に導かれる節内において、可能・潜在(potential optative)を表す ἄν +希求法の構造。
- 636εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο... ἡρμήνευσεν ἂν
直説法過去(ἔπτατο および ηρμήνευσεν ἄν)を用いた過去の事実に対する反実仮想(contrary to fact)の条件文。
- 638εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν
動詞 οἶδεν(知る)の目的語となる間接疑問節を導く接続詞 εἰ(〜かどうか)。
