§347εἰ δ’ ἦσθα μὴ κάκιστος, οὔποτ’ ἂν πάτραν
τὴν σὴν ἀτίζων τήνδ’ ἂν ηὐλόγεις πόλιν· ὡς ἔν γ’ ἐμοὶ κρίνοιτ’ ἂν οὐ καλῶς φρονεῖν
ὅστις πατρῴας γῆς ἀτιμάζων ὅρους
ἄλλην ἐπαινεῖ καὶ τρόποισιν ἥδεται.
若非你极度卑劣,你绝不会在侮辱自己祖国的同时去赞美这座城市;因为在我看来,任何轻视祖先土地边界、赞美他国并乐于其风俗的人,都将被判定为不明智。
§348ἁζοίμην
我愿敬畏。
§349Αἰθιοπίαν νιν ἐξέσῳσ’ ἐπὶ χθόνα
我将他救到了埃塞俄比亚之地。
§350καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων,
φράσον σελήνας τάσδε πυρίνου χλόης
告诉我,因为你正从屋里送出丰盛的祭品,这些由麦面制成的月牙形祭饼…… 妇女们啊,高呼吧!
§351ὀλολύζετ’, ὦ γυναῖκες, ὡς ἔλθῃ θεὰ
χρυσῆν ἔχουσα Γοργόν’ ἐπίκουρος πόλει.
愿手持黄金美杜莎的女神降临,作为这座城市的帮手。
§352ὡς σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ
στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.
因为明智的将领应当与神明并肩挥戈,而不是违背神明的意志。
§353οὐδεὶς στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν.
凡是不义出征的人,没有一个能安全归来。
§354τὰς οὐσίας γὰρ μᾶλλον ἢ τὰς ἁρπαγὰς
τιμᾶν δίκαιον· οὔτε γὰρ πλοῦτός ποτε
βέβαιος ἄδικος
尊重私产而非掠夺才是公义;因为不义之财绝非稳固。
§355ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος.
巨轮胜过小舟。
§356ὀλίγους ἐπαινῶ μᾶλλον ἢ πολλοὺς κακούς.
我赞美少数善人,胜过多数恶人。
§357ζεῦγος τριπάρθενον
三位处女的羁绊。
§358οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις· ἐρᾶτε μητρός, παῖδες, ὡς οὐκ ἔστ’ ἔρως
τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.
对孩子们来说,没有什么比母亲更甜蜜的了;孩子们啊,爱你们的母亲吧,因为再没有其他爱能如此甜蜜地让人去爱。
§359θετῶν δὲ παίδων ποῦ κράτος;
但养子们的力量何在?
τὰ φύντα γὰρ
κρείσσω νομίζειν τῶν δοκημάτων χρεών.
因为理应认为,亲生子嗣胜过虚有其名的孩子。
§360τὰς χάριτις ὅστις εὐγενῶς χαρίζεται,
ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,
χρόνῳ δὲ δρῶσι, δυσγενέστερον. . ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.
高尚地施予恩惠的人在凡人中更显甜蜜;而那些虽施恩却拖延许久的人,则显得卑劣……但我将献出我的女儿去受死。
λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν
οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν· ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις
πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι
ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
我考虑了许多:首先,我找不到比这更好的城市;在这里,首先,人民并非外来,我们生来便是这片土地的土著;而其他城市如棋子的变动般建立,相互引入外人。
ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν,
ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,
λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ.
从别处迁入城市居住的人,就像嵌入木头中不合缝的劣质榫头,名义上是公民,实际上却不然。
ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,
ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.
其次,我们生育孩子是为了保护神明的祭坛和祖国。
πόλεως δ’ ἀπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν
ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,
ἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν;
整个城市的名字只有一个,但居住其中的人却很多;当可以牺牲一人代替大家去死时,我怎能毁掉这些人?
εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον σθένει
πταίσας ἀπάσης πόλεος οὐδ’ ἴσον φέρει.
因为如果我懂得数量,懂得大重于小,那么一个家庭即使破灭,其力量也无法胜过整个城市,亦不能带来同等的重量。
εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς
ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,
οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,
θάνατον προταρβοῦσ’;
如果在我们家中的不是女儿,而是男儿的麦穗,而敌人的战火正笼罩着城市,难道我会因害怕他的死亡而不送他去参与长枪的战斗吗?
ἀλλ’ ἔμοιγ’ εἴη τέκνα
〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι,
μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα.
不,我希望我的孩子们既能战斗,又能在男子中出类拔萃,而不仅仅是作为城市的虚影存在。
τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα,
πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.
然而,母亲送别孩子时的眼泪,常常会让许多奔赴战场的人意志消沉。
μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ
ζῆν παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά.
我憎恨那些为了孩子苟活而放弃崇高名誉、或提出卑劣建议的女人。
καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα
τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην· τἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
πόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται.
况且,在战场上与众人一同牺牲的人,既能获得共同的墓穴,也能赢得同等的荣誉;但我的女儿独自为这座城市牺牲,将获得唯一的冠冕。
καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω
σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν;
她将救下生她的母亲、你,以及她的两个同胞;接受这些难道不是一件崇高的事情吗?
τὴν οὐκ ἐμὴν. . πλὴν φύσει δώσω κόρην
θῦσαι πρὸ γαίας.
我将献出我的女儿——除了血缘之外,她不属于我私有——为这片土地献祭。
εἰ γὰρ αἱρεθήσεται
πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;
因为如果城市失守,我的孩子们对我还有什么意义?
οὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται;
到那时,我所拥有的一切难道还能保全吗?
ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν.
别人或许会来统治,但我将拯救这座城市。
ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος,
οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ
προγόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ· οὐδ’ ἀντ’ ἐλαίας χρυσέας τε Γοργόνος
τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις
Εὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς
στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.
在公共利益最为重大的那个地方,绝不允许任何人在没有我自愿灵魂同意的情况下,抛弃我们祖先的古老法则;绝不允许色雷斯人尤摩尔波斯用花冠装点人民,使三叉戟直立于城市的基石之上,代替橄榄树和黄金美杜莎,而帕拉斯却在任何地方都不受尊崇。
χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,
σῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς
οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν.
公民们,带走我的骨肉吧,拯救你们自己,去赢得胜利;因为用一条生命换取城市的存续,我绝不可能不拯救它。
ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε
οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως
οἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν.
啊,祖国,但愿所有居住在你怀抱中的人都像我一样爱你;这样我们就能安居乐业,你也绝不会遭受任何灾殃。
§361ἐγὼ δὲ τοὺς καλῶς τεθνηκότας
ζῆν φημὶ μᾶλλον τοῦ βλέπειν τοὺς μὴ καλῶς.
我认为,高尚地死去的人,比卑劣地苟活的人更具有生命力。