§383τοία Στυγός σε μελανοκάρδιος πέτρα
Ἀχερόντιός τε σκοπελὸς αἱματοσταγὴς
φρουροῦσι Κωκυτοῦ τε περίδρομοι κύνες
Ἔχιδνά θ’ ἑκατογκέφαλος, ἢ τὰ σπλάγχνα σου
διασπαράξει, πλευμόνων τ’ ἀνθάψεται
Ταρτησσία μύραινα·
这样一座斯提克斯的黑心之岩、血流如注的阿刻戎之崖、科库托斯四处奔跑的猎犬,以及会将你的内脏撕裂、咬住你肺部的百头艾奇德娜和塔尔提索斯的海鳝正看守着你。
τὼ νεφρὼ δέ σου
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
διασπάσονται Γοργόνες Τειθράσιαι.
而你那连同内脏本身一起染满鲜血的两个肾脏,将被泰特拉斯的戈耳工们撕成碎片。
§384κάρα τε γάρ σου συγχέω κόμαις ὁμοῦ,
ῥανῶ τε πεδόσ’ ἐγκέφαλον· ὀμμάτων δ’ ἄπο
αἱμοσταγῆ πρηστῆρε ῥεύσονται κάτω.
因为我将把你的头颅和头发一起捣碎,把脑髓洒在地上;从你的双眼中,血淋淋的炽热气流将向下奔流。
§385τί με δῆτ’, ὦ μελέα μᾶτερ, ἔτικτες;
悲惨的母亲啊,你究竟为何生下我?
§386ἀνόνητον ἄγαλμ’, ὦ πάτερ, οἴκοισι τεκών
父亲啊,你在家中把我当作毫无用处的摆设而生下。
§387καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω
然而,我将说出一番值得嫉妒的话。
§388ἀλλ’ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως
ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς.
但在凡人中确实还有另一种爱,那便是对正直、克制和善良灵魂的爱。
καὶ χρῆν δὲ τοῖς βροτοῖσι τόνδ’ εἶναι νόμον
τῶν εὐσεβούντων οἵτινές τε σώφρονες
ἐρᾶν, Κύπριν δὲ τὴν Διὸς χαίρειν ἐᾶν.
对于凡人来说,爱戴虔敬者中那些克制的人,而对宙斯的女儿塞浦路斯女神不予理睬,这应当成为一条法律。
§389ἀνὴρ γὰρ ὅστις χρημάτων μὲν ἐνδεής,
δρᾶσαι δὲ χειρὶ δυνατός, οὐκ ἀφέξεται
τὰ τῶν ἐχόντων χρήμαθ’ ἁρπάζειν βίᾳ.
因为任何缺乏财富却有能力动手行事的男人,绝不会克制自己不去用武力掠夺富有者的财产。
§390συμπολίτης §391οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεῶν· σπουδάζομεν δὲ πόλλ’ ὑπ’ ἐλπίδων, μάτην
πόνους ἔχοντες, οὐδὲν εἰδότες σαφές.
同胞离开神灵,人类便一无所有;我们在希望的驱使下忙碌于许多事情,徒劳地承受痛苦,却对确切的事情一无所知。
§392εἰ δ’ ἄτερ πόνων
δοκεῖς ἔσεσθαι, μῶρος εἶ, θνητὸς γεγώς.
但如果你以为自己可以毫无痛苦地生活,那你作为一个凡人,真是太愚蠢了。
§393γνώμης γὰρ οὐδὲν ἁρετὴ μονουμένη.
因为若没有智慧,孤立的德行便一无是处。
§394οὐ πώποτ’ ἔργου μᾶλλον εἱλόμην λόγους.
我从未选择言辞甚于行动。
§395πλούτου δ’ ἀπορρυέντος ἀσθενεῖς γάμοι· τὴν μὲν γὰρ εὐγένειαν αἰνοῦσιν βροτοί,
μᾶλλον δὲ κηδεύουσι τοῖς εὐδαίμοσιν.
当财富流失时,婚姻的纽带便会脆弱;因为凡人虽然赞美高贵的出身,但他们更愿意与富有者联姻。
§396ἀλλ’ εἴπερ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν
πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον,
ἄπιστ’ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς.
但如果凡人之间确实有可能说出动听的谎言,你也必须相信其相反的一面,即许多不可思议的真相也会发生在凡人身上。
§397θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
如果神灵愿意,你甚至可以在芦苇席上航行。
§398εὕδουσα δ’ Ἰνοῦς συμφορὰ χρόνον πολὺν
νῦν ὄμμ’ ἐγείρει
沉睡了许久的伊诺的灾祸,如今睁开了双眼。
§399φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους
Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων
δράσασα μηδέν;
亲爱的妇女们,如果我从一开始就没有做过任何已经发生的事,我又怎能居住在阿塔马斯的宫殿里呢?
§400ὦ θνητὰ πράγματ’, ὦ γυναικεῖαι φρένες· ὅσον νόσημα τὴν Κύπριν κεκτήμεθα.
噢,凡人的琐事,噢,女人的心,我们在塞浦路斯女神身上承受了多么巨大的疾病啊!
§401φεῦ,
ὅσῳ τὸ θῆλυ δυστυχέστερον γένος
πέφυκεν ἀνδρῶν· ἔν τε τοῖσι γὰρ καλοῖς
πολλῷ λέλειπται κἀπὶ τοῖς αἰσχροῖς πλέον.
叹息,女性的性别比男性要不幸得多;因为在美好事物上她们远远落后,而在可耻事物上则落后得更多。
§402νόμοι γυναικῶν οὐ καλῶς κεῖνται πέρι· χρῆν γὰρ τὸν εὐτυχοῦνθ’ ὅπως πλείστας ἔχειν
[γυναῖκας, εἴπερ τροφὴ δόμοις παρῆν],
ὡς τὴν κακὴν μὲν ἐξέβαλλε δωμάτων,
τὴν δ’ οὖσαν ἐσθλὴν ἡδέως ἐσῴζετο.
关乎女性的法律制定得并不妥当;因为富裕的人应当拥有尽可能多的妻子[如果家中有食物的话],以便他将恶妇逐出殿堂,而欣然保留贤惠的妻子。
νῦν δ’ εἰς μίαν βλέπουσι, κίνδυνον μέγαν
ῥίπτοντες· οὐ γὰρ τῶν τρόπων πειρώμενοι
νύμφας ἐς οἴκους ἑρματίζονται βροτοί.
但如今人们只盯着一个妻子,冒着极大的危险;因为凡人在将新娘迎入家中时,并不通过考验其性格来稳固家业。
§403τίς ἆρα μήτηρ ἢ πατὴρ κακὸν μέγα
βροτοῖς ἔφυσε τὸν δυσώνυμον φθόνον;
究竟是哪位母亲或父亲为凡人制造了那巨大的灾难、恶名昭彰的嫉妒?
ποῦ καί ποτ’ οἰκεῖ σώματος λαχὼν μέρος;
它分得了身体的哪个部位并居住其中?
ἐν χερσὶν ἢ σπλάγχνοισιν ἢ παρ’ ὄμματα;
在双手中,还是在内脏里,亦或是在双眼旁?
ἔσθ’ ἡμῖν ὡς ἦν μόχθος ἰατροῖς μέγας
τομαῖς ἀφαιρεῖν ἢ ποτοῖσι φαρμάκοις
πασῶν μεγίστην τῶν ἐν ἀνθρώποις νόσων.
确实,对于医生来说,通过切除或药物汤剂来消除这人类所有疾病中最大的一种,该是多么巨大的劳苦啊。
§404τό τ’ εὐγενὲς
πολλὴν δίδωσιν ἐλπίδ’ ὡς ἄρξουσι γῆς.
并且高贵的出身给人们带来巨大的希望,相信他们将统治这片土地。
§405τὴν εὐγένειαν, κἂν ἄμορφος ᾖ γάμος,
τιμῶσι πολλοὶ προσλαβεῖν τέκνων χάριν,
τό τ’ ἀξίωμα μᾶλλον ἢ τὰ χρήματα.
即使婚姻不够体面,许多人也会为了孩子,为了门第名望而非财产,去敬重和获取高贵的出身。
§406μὴ σκυθρωπὸς ἴσθ’ ἄγαν
πρὸς τοὺς κακῶς πράσσοντας, ἄνθρωπος γεγώς.
作为一个凡人,不要对那些处境悲惨的人过于冷酷。
§407ἀμουσία τοι μηδ’ ἐπ’ οἰκτροῖσιν δάκρυ
στάζειν· κακὸν δέ, χρημάτων ὄντων ἄλις,
φειδοῖ πονηρᾷ μηδέν’ εὖ ποιεῖν βροτῶν.
即使面对可怜的事情也不落一滴眼泪,实在是缺乏教养;而在财富充足的情况下,却因卑劣的吝啬而不去善待任何凡人,则是邪恶的。
§408ἐν ἐλπίσιν χρὴ τοὺς σοφοὺς ἄγειν βίον.
智者应当在希望中度过一生。
§409μήτ’ εὐτυχοῦσα πᾶσαν ἡνίαν χάλα
κακῶς τε πράσσουσ’ ἐλπίδος κεδνῆς ἔχου.
无论在顺境中不要放松所有的缰绳,还是在逆境中都要紧握美好的希望。
§410τοιάνδε χρὴ γυναικὶ πρόσπολον ἐᾶν
ἥτις τὸ μὲν δίκαιον οὐ σιγήσεται,
τὰ δ’ αἰσχρὰ μισεῖ καὶ κατ’ ὀφθαλμοὺς ἔχει.
人们应当允许妇女拥有这样的女侍,她既不会对正义保持沉默,又憎恨丑恶之事,并时时加以监视。
§411ἴστω δὲ μηδεὶς ταῦθ’ ἃ σιγᾶσθαι χρεών· μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
πρήσειεν ἄν τις, καὶ πρὸς ἄντρ’ εἰπὼν ἕνα
πύθοιντ’ ἂν ἀστοὶ πάντες ἃ κρύπτειν χρεών.
任何人都不要知道这些必须保持沉默的事;因为从微小的火把中,有人就可能点燃伊达的山脊,只要对一个洞穴说出,所有的市民就会知道那些必须隐瞒的事。
§412ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται
πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ
φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ.
因为对我来说,哪怕是一个穷人,或者如果命运愿意,一个比穷人更卑微的人,只要他对我心存善意,克服恐惧说出心底的话,便足够了。
§413ἐπίσταμαι δὲ πάνθ’ ὅσ’ εὐγενῆ χρεών,
σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές,
ὁρᾶν θ’ ἃ δεῖ με κοὐχ ὁρᾶν ἃ μὴ πρέπει,
γαστρὸς κρατεῖν δέ· καὶ γὰρ ἐν κακοῖσιν ὢν
ἐλευθέροισιν ἐμπεπαίδευμαι τρόποις.
我懂得一个出身高贵的人所必须懂得的一切:在需要沉默时保持沉默,在安全时发言,看我该看的,不看我不该看的,并且克制食欲;因为即使处在逆境中,我也接受了自由人方式的教育。