§168ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση.
私生子在名义上是值得谴责的,但其天性却是相同的。
§169. . ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν.
我们已经到了灾难的极限界线。
§170οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος,
καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει.
除言语之外,别无说服女神的神殿,而她的祭坛就在人的本性之中。
§171δεῖ τοῖσι πολλοῖς τὸν τύραννον ἁνδάνειν.
僭主必须取悦于大众。
§172οὔτ’ εἰκὸς ἄρχειν οὔτε χρῆν εἶναι νόμον
τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν
ὃς τῶν ὁμοῖων βούλεται κρατεῖν μόνος.
既不适宜实行僭主统治,也不该以此为法律;而想要独自统治与自己同等之人,亦是愚蠢。
§173οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ
πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.
若城邦分裂,公民之间的内讧往往会成为人类的家常便饭。
§174[μὴ οὖν ἔθελε λυπεῖν σαυτὸν ἐξειδὼς ὅτι
πολλάκι τὸ λυποῦν ὕστερον χαρὰν ἄγει
καὶ τὸ κακὸν ἀγαθοῦ γίγνεται παραίτιον.
[因此,既然深知令人痛苦的事物往往在日后带来欢乐,而坏事也会成为好事的诱因,就不要自寻烦恼。
] §175ὅστις δὲ πρὸς τὸ πῖπτον εὐλόφως φέρει,
τὸν δαίμον’ οὗτος ἧσσόν ἐστιν ἄθλιος.
] 凡是顺从地承受降临之运的人,其命运也就显得没那么悲惨。
§176θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος
ἔχει· μαθεῖν δὲ πᾶσίν ἐστιν εὐμαρές.
因为死亡为人类带来了纷争的终结;这一点人人皆易领会。
τίς γὰρ πετραῖον σκόπελον οὐτάζων δορὶ
ὀδύναισι δώσει;
因为谁会用长枪刺击岩石峭壁来施加痛苦?
τίς δ’ ἀτιμάζων νέκυς,
εἰ μηδὲν αἰσθάνοιντο τῶν παθημάτων;
又因谁会去羞辱死者,如果死者对所受的痛苦毫无感觉?
§177ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός,
Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός.
狄俄涅之子狄俄尼索斯啊,你生为如何伟大的神明,对凡人而言绝非能够抗拒。
§179Οἰνόῃ
σύγχορτα ναίω πεδία ταῖς τ’ Ἐλευθεραῖς
我居住在与俄伊诺埃和埃勒乌特莱相邻的平原上。
许西亚埃她给起名叫泽托斯;因为生下他的母亲曾寻求分娩的便利。
§183λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται
νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,
ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.
每个人都在自己擅长的事上闪耀并为之奔忙,将一天的绝大部分时间奉献于此,以求达到自己的最佳状态。
§184μοῦσάν τιν’ ἄτοπον εἰσάγεις, ἀσύμφορον,
ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ.
你引进了某种古怪、无益、慵懒、嗜酒且不顾财物的缪斯。
§185. . . ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν· 〉
ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉
γυναικομίμῳ διαπρέπεις μορφώματι
. . . . . κοὔτ’ ἂν ἀσπίδος κύτει
〈καλῶς〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ
νεανικὸν βούλευμά βουλεύσαιό 〈τι〉.
你疏忽了本该关心的事;因为拥有如此高贵的灵魂天性,你却在模仿女性的外形中引人注目……你既无法妥善地与盾牌的内凹相伴,也无法为他人出谋划策,提出任何充满朝气的建议。
§186πῶς γὰρ σοφὸν τοῦτ’ ἔστιν, ἥτις εὐφυᾶ
λαβοῦσα τέχνη φῶτ’ ἔθηκε χείρονα;
因为,一门艺术若接纳了一个天赋优异的人却使其变得更糟,这怎能算是明智呢?
§187ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
τὰ μὲν κατ’ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ,
μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται,
ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται,
ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.
因为一个拥有丰厚家产的人,若因疏忽而放任家务不理,反倒沉溺于歌咏并一味追求,那他对家庭和城邦都将变得懒散无用,对朋友而言也毫无价值;因为一旦屈服于甜美的享乐,人的天性便不复存在。
§188ἀλλ’ ἐμοὶ πιθοῦ· παῦσαι μελῳδῶν, πολέμων δ’ εὐμουσίαν
ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν,
σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,
ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα,
ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.
还是听我的吧:停止歌唱,去磨练战争的艺术;吟唱这些(去实践这些),你才会显得明智——掘土、耕地、看管羊群,将这些巧妙的诡辩留给别人吧,因为它们只会让你住进空荡荡的房屋。
§189ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων
ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.
如果一个人擅长辞令,无论面对何事,他都能摆出两种相反观点的论争。
§190λύρα βοῶν. . ῥύσι’ ἐξερρύσατο
竖琴解救了牛群的掠夺物。
§191. . κρεῖσσον ὄλβου κτῆμα §192χρόνος θεῶν τε πνεῦμ’ ἔρως θ’ ὑμνῳδίας §193ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν,
μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.
比财富更美好的资产时间、神明的气息以及对歌咏的热爱在本可以无事一身轻时却多管闲事、四处奔忙的人是愚蠢的,因为他本可以无忧无虑、惬意地生活。
§194ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος
πόλει τ’ ἄριστος.
而温和宁静的人对朋友而言是可靠的朋友,对城邦也是最有利的。
μὴ τὰ κινδυνεύματα
αἰνεῖτ’· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ
τολμῶντα λίαν οὔτε προστάτην χθονός.
切勿赞美冒险的举动;因为我既不喜欢过度冒险的航海者,也不喜欢这片土地的领导者。
§195ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.
大地生育万物,又将它们收回。
§196τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος· οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ.
悲惨凡人的生活便是如此:既非完全幸运,亦非完全不幸。
[εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.
[忽而幸福,忽而又不幸。
]
τί δῆτ’ ἐν ὄλβῳ μὴ σαφεῖ βεβηκότες
οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;
] 既然置身于不确定的繁荣之中,我们为何不毫无痛苦地、尽可能快乐地生活呢?
§197βροτοῖσιν εὔκρας οὐ γένοιτ’ ἂν ἡδονή.
对凡人而言,不可能有纯然无杂的快乐。
§198εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν πειράσεται,
ἐγὼ μὲν οὔποτ’ αὐτὸν ὄλβιον καλῶ,
φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.
若有人身处幸运并占有财富,却不愿在屋里尝试享受任何美妙之物,那我绝不称他是幸福的,倒不如说他是财富的幸运看守。
§199τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος
κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω,
κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος.
你错误地指责了我的软弱和身体的阴柔;因为如果我有良好的心智,这比强壮的手臂要好得多。
§200γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,
εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.
因为凭着男子的智慧,城邦得以良好管理,家庭亦是如此,而且在战争中也能发挥巨大威力;因为一个聪明的谋略胜过众手,而伴随乌合之众的无知则是最大的灾祸。
§201καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν
ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων,
κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον
ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῷ μένειν.
凡是为肉体健康而锻炼生活的人,若是失去了财富,便是糟糕的公民;因为一个习惯于放纵脾胃的人,只能停留在原有的状态。
§202ἐγὼ μὲν οὖν ᾄδοιμι καὶ λέγοιμί τι
σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.
因此,愿我能歌唱,并说出一些睿智的话,而不去扰动任何城邦所患的顽疾。