Humanitext Reader

欧里庇得斯 · 残篇 §205-240

真理与言辞的张力及劳作致胜之道

第 6 段,共 35 段 · 希腊语

内容简介

本章节由戏剧残篇组成,讨论了真理与雄辩(言辞)之间的张力、对凡人苦难的接受、沉默的价值,以及只有通过艰辛与劳作才能获得美名与卓越的伦理教训。

§205φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν· τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία.
我深知自己所受的痛苦,而这并非微不足道的灾祸;因为对于病痛者而言,对病痛一无所知也带有一丝快乐,而在灾难之中,无知便是一种利益。
§206ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον, ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν·
孩子啊,精心修饰的虚假言辞亦可能产生,而且凭着诗句的美妙,它们或许会战胜真理;但这并非最真实的存在,唯有天性与正义才是。
ὃς δ’ εὐγλωσσίᾳ νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.
凡靠雄辩获胜的人,固然聪明,但我始终认为,事实永远比言词更强。
§207κύουσα τίκτω ἡνίκ’ ἠγόμην πάλιν
当我被带回时,我怀着身孕产下了孩子。
§208εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ, ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς.
即使我和我的两个孩子被神明遗忘,这也有其道理;在众多的凡人中,注定有人不幸,有人幸福。
§209οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή, γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον.
我没有学会去约束他人;但是女人啊,你必须畏惧过度,并防范嫉妒。
§210οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν.
因为我绝不相信,宙斯会秘密地模仿恶人的形貌,像个凡人男子一样来到你的床上。
§211φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι ὅσαι τε μορφαί·
唉,唉,凡人的灾难有着何其多的运数与何其多的形态!
τέρμα δ’ οὐκ εἴποι τις ἄν.
没人能说出它们的终点。
§212εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι;
如果她拥有智慧;若非如此,如果她没有善良的心灵,要一个美丽的女人何用?
§213κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους, δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα.
万物皆有厌倦;因为我曾见过有人抛弃更美丽的妻子而沉溺于丑陋的床第,而享尽宴席的人也会乐意重新品尝粗茶淡饭并感到满足。
§214κῆδος καθ’ αὐτὸν τὸν σοφὸν κτᾶσθαι χρεών.
智者应当缔结与自己相称的姻亲关系。
§215πᾶσι δ’ ἀγγέλλω βροτοῖς ἐσθλῶν ἀπ’ ἀλόχων εὐγενῆ σπείρειν τέκνα.
我向所有凡人宣告,要从优秀的妻子那里孕育高贵的子嗣。
§216οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας γνώμας διώκειν οὐδ’ ἐς ἀργίαν βλέπειν.
身为奴隶的人绝不该追求自由的思想,亦不该看向怠惰。
§217. . τὸ δοῦλον οὐχ ὁρᾷς ὅσον κακόν;
难道你看不出奴隶身份是何等深重的灾难吗?
§218φεῦ φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῇ γένος πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.
唉,唉,神在何处都将奴隶这一族群定在更低下的命运之中。
§219κόσμος δὲ σιγὴ στεγανὸς ἀνδρὸς οὐ κακοῦ· τὸ δ’ ἐκλαλοῦν τοῦθ’ ἡδονῆς μὲν ἅπτεται, κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει.
守口如瓶的静默是好人的装饰;然而喋喋不休虽能带来一时的快感,却是一种恶劣的交往,对城邦而言也是一种软弱。
§220πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσιν κακόν· γνώμῃ φρονοῦντες οὐ θέλουσ’ ὑπηρετεῖν ψυχῇ τὰ πολλὰ πρὸς φίλων νικώμενοι.
凡人中有许多人正遭受这种灾祸:尽管他们心怀理智,却往往不愿服从自己的心灵,而是被朋友所左右。
§221εἰ δέ που τύχοι πέριξ ἑλίξας εἷλκε. . ὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.
如果偶然在某处,他把绳子缠绕在周围并拖拽,将女人、岩石和野栎树一同卷入,且不断改变着拖拽的方向。
§222τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι χρόνου, δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός.
众人都说正义是时间的女儿,而她会向我们显明谁不是恶人。
§223Δίκα τοι Δίκα χρόνιος, ἀλλ’ ὅμως ὑποπεσοῦσ’ ἔλαθεν, ὅταν ἔχῃ τιν’ ἀσεβῆ βροτῶν.
正义啊,正义确实来得迟缓,但当她要捉住凡人中的不敬神者时,她仍会悄无声息地降临。
§224Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύω, τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα.
我命令泽托斯前往并居住在底比斯神圣的土地上,而让最通晓音律的安菲翁渡海前往显赫的雅典。
§226νόσον ἔχειν §227εὐθύδημον §228Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν τακῇ χιὼν τέθριππ’ ἄγοντος ἡλίου κατ’ αἰθέρα, ἐλθὼν ἐς Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν·
患病正直之民的拥有五十个女儿的父亲达那俄斯,离开了来自大地、最为美丽的尼罗河之水,——这水是在太阳驾着四马战车穿过天空、积雪消融之时,从黑皮肤人居住的埃塞俄比亚土地上充满其流的,——他来到阿耳戈斯,创建了伊那科斯的城邦。
Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα.
他更在全希腊立下规矩,让此前被称为佩拉斯吉奥泰的人改称为达那俄斯人。
§229βασιλεῦ χώρας τῆς πολυβώλου Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει
肥沃土地的君王基塞乌斯啊,平原在烈火中闪耀。
§230οὐ γὰρ ὑπερθεῖν κύματος ἄκραν δυνάμεσθ’· ἔτι γὰρ θάλλει πενία κακὸν ἔχθιστον, φεύγει δ’ ὄλβος.
因为我们无法跃过波涛的顶峰;因为作为最可恨的灾祸,贫困依然在蔓延,而繁荣却在逃离。
§231ἡμῶν τί δῆτα τυγχάνεις χρείαν ἔχων;
那么,你为何需要我们?
πατέρων γὰρ ἐσθλῶν ἐλπίδας δίδως γεγώς.
因为你生自高贵的父亲,这让人看到了希望。
§232ἐν τοῖς τέκνοις γὰρ ἁρετὴ τῶν εὐγενῶν ἔλαμψε, κρεῖσσόν τ’ ἐστὶ πλουσίου γάμου 〈γένος〉·
因为在子嗣身上,高贵者的美德得以闪耀,高贵的出身比富有的婚姻更为优越。
πένης γὰρ οὐκ ἐκεῖν’ ἀπώλεσεν τὸ τοῦ πατρὸς γενναῖον.
因为穷人绝不会失去其父亲的那份高尚。
§233σοὶ δ’ εἶπον, ὦ παῖ, τὰς τύχας ἐκ τῶν πόνων θηρᾶν· ὁρᾶς γὰρ πατέρα σὸν τιμώμενον.
孩子,我曾告诉过你要从劳苦中寻求好运;因为你看到你的父亲正受到尊崇。
§234πατρὸς δ’ ἀνάγκη παισὶ πείθεσθαι λόγῳ.
子女必须服从父亲的言论。
§235πλουτεῖς, ὁ πλοῦτος δ’ ἀμαθία δειλόν θ’ ἅμα.
你很富有,但财富既是无知,同时又是懦弱。
§236σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
优美的事物伴随着无数的辛劳而产生。
§237νεανίαν γὰρ ἄνδρα χρὴ τολμᾶν ἀεί· οὐδεὶς γὰρ ὢν ῥᾴθυμος εὐκλεὴς ἀνήρ, ἀλλ’ οἱ πόνοι τίκτουσι τὴν εὐδοξίαν.
因为年轻人必须时刻敢于冒险;因为没有一个懈怠之人能成为享有盛名的人,相反,辛劳才孕育了美名。
§238οὐκ ἔστιν ὅστις ἡδέως ζητῶν βιοῦν εὔκλειαν εἰσεκτήσατ’, ἀλλὰ χρὴ πονεῖν.
没有一个追求安逸生活的人能够获得美名,相反,人必须辛勤付出。
§239ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.
享乐的生涯与可恶的懦弱,既无法重振家业,也无法复兴城邦。
§240ἐμὲ δ’ ἄρ’ οὐ μοχθεῖν δίκαιον;
既然如此,我承担劳苦难道不应该吗?
τίς δ’ ἄμοχθος εὐκλεής;
有谁能在没有劳苦的情况下享有盛名?
τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο;
又有哪个懦夫能企及那最伟大的事物?

词汇与语法注释

  1. 205νοσοῦντα — 对格分词,用作对格不定式短语(τὸ μὴ εἰδέναι)的逻辑主语,在此表示“当一个人处于病痛之中(而不自知)”的状况。
  2. 208ἐμώ — 物主代词 ἐμός 的主格、双数、阳性形式,与双数主语“我和我的两个孩子”相呼应。
  3. 210φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον — 分词 ἐκμιμού修饰对格名词 Ζῆν’(宙斯),在“对格+不定式”结构中表示伴随状况“模仿恶人的外形”。
  4. 228ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς — 关系代词 ὅς 的先行词是前一句中的属格 Νείλου。它没有受到格吸引变为属格,而是保持主格,并将尼罗河视为阳性神明来承接。
  5. 232κρεῖσσόν τ’ ἐστὶ πλουσίου γάμου 〈γένος〉 — 比较级 κρεῖσσον 为中性单数形式,用作被补充的中性主语 〈γένος〉(出身、门第)的谓语,而 πλουσίου γάμου 则充当比较属格。

引用这一段

欧里庇得斯, 残篇 §205-240. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:205-240

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。