Humanitext Reader

欧里庇得斯 · 残篇 §125-167

玻耳修斯发现并营救安德洛墨达

第 4 段,共 35 段 · 希腊语

内容简介

包含玻耳修斯营救安德洛墨达的对话,以及围绕爱情、命运和人生的各种哲学与伦理格言,并收录了其他悲剧的残篇。

§125ἔα, τίν’ ὄχθον τόνδ’ ὁρῶ περίρρυτον ἀφρῷ θαλάσσης;
啊,我看见的这被海浪泡沫环绕的峭壁是什么?
παρθένου τ’ εἰκώ τινα ἐξ αὐτομόρφων λαίνων τυκισμάτων σοφῆς ἄγαλμα χειρός.
还有那少女的肖像,仿佛是能工巧匠之手利用天然石刻制成的雕像。
§126σιγᾷς· σιωπὴ δ’ ἄπορος ἑρμηνεὺς λόγων.
你默不作声;而沉默是言辞的笨拙译者。
§127ΠΕΡΣ. ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν.
玻耳修斯:噢,姑娘,看到你被悬挂着,我同情你。
ΑΝΔΡ. σὺ δ’ εἶ τίς ὅστις τοὐμὸν ᾤκτιρας πάθος;
安德洛墨达:而你又是谁,竟同情我的痛苦?
§128ὦ ξένε, κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν.
异乡人啊,可怜可怜我这极度不幸的人吧,请将我从锁链中解救出来。
§129ὦ παρθέν’, εἰ σῴσαιμί σ’, εἴσῃ μοι χάριν;
姑娘,如果我救了你,你会对我心怀感激吗?
§130τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων οὐπώποθ’ ὕβρισ’, αὐτὸς ὀρρωδῶν παθεῖν.
因为我从未嘲笑过那些遭遇不幸之人的灾祸,我自己也害怕遭受同样的命运。
§131μή μοι προτείνων ἐλπίδ’ ἐξάγου δάκρυ.
请不要向我展示希望又引出我的眼泪。
γένοιτό τἄν πόλλ’ ὧν δόκησις οὐκ ἔνι.
许多未曾料想到的事情都可能发生。
§132ἄγου δέ μ’, ὦ ξεῖν’, εἴτε πρόσπολον θέλεις εἴτ’ ἄλοχον εἴτε δμωίδ’. . . . . §133ἀλλ’ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων.
异乡人啊,带我走吧,无论你想要我做侍从,还是妻子,抑或是女奴…… 然而,得救之后回忆起当年的艰辛确是甜蜜的。
§134εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλῶν πόνων.
我并非没有历经诸多劳苦便赢得了名声。
§135ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν· ὡς τοῦ γε πάσχειν τοὐπιὸν μεῖζον κακόν.
想必你日复一日地对未来感到恐惧;因为将临之事的痛苦比实际承受的还要巨大。
§136σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά, ἢ τοῖς ἐρῶσιν εὐτυχῶς συνεκπόνει μοχθοῦσι μόχθους ὧν σὺ δημιουργὸς εἶ.
而你,厄洛斯啊,要么不要教导美丽的事物显得美丽,要么在恋爱者们承受你所创造的苦难时,幸运地与他们同心协力。
καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
你若这样做,便会受到众神的尊崇;你若不这样做,单凭教导人们去爱这一行径,你便会被剥夺众神用以尊崇你的恩惠。
§137τῶν γὰρ πλούτων ὅδ’ ἄριστος γενναῖον λέχος εὑρεῖν.
在财富之中,最美好的莫过于寻得高贵之妻。
§138ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν, ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων, οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς.
凡人之中坠入爱河者,若能遇到贤良的所爱之人,便没有任何快乐能与之相比。
§139αἰαῖ, τί δράσω;
哀哉,我该如何是好?
πρὸς τίνας στρεφθῶ λόγους;
该诉诸怎样的言辞?
ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
然而野蛮的天性是不会接受的。
§140ὦ τλῆμον, ὡς σοὶ τὰς τύχας μὲν ἀσθενεῖς ἔδωχ’ ὁ δαίμων, μέγα φρονοῦσι δ’ οἱ λόγοι.
可怜的人啊,神明给你的命运如此脆弱,你的言辞却如此高傲。
§141ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν· τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς νόμῳ νοσοῦσιν·
但我不允许孩子成为私生子;因为他们绝不比婚生子逊色,却在法律上蒙受损害。
ὅ σε φυλάξασθαι χρεών.
这是你必须防范的。
§142χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν· καὶ δοῦλος ὢν γὰρ τίμιος πλουτῶν ἀνήρ, ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν σθένει.
我最希望在屋里拥有黄金;因为即便身为奴隶,富有之人也受尊崇,而穷困的自由人却毫无力量。
χρυσοῦ νόμιζε σαυτὸν εἵνεκ’ εὐτυχεῖν.
认为你自己是因黄金而幸运吧。
§143χρήμασιν γὰρ εὐτυχῶ· ταῖς συμφοραῖσι δ’, ὡς ὁρᾷς, οὐκ εὐτυχῶ.
因为在财富上我是幸运的;但在遭遇不幸时,如你所见,我并不幸运。
§144μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω.
不要干涉我的心思;因为我自能应对。
§145ὁρῶ δὲ πρὸς τὰ παρθένου θοινάματα κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός.
我看见向着那供奉姑娘的盛宴,一只海怪正从亚特兰蒂斯之海奔行而来。
§146πᾶς δὲ ποιμένων ἔρρει λεώς, ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος πόνων ἀναψυκτῆρ’, ὃ δ’ ἀμπέλων γάνος.
牧羊人群聚而来,有人拿着装有牛奶的常春藤木杯以缓解辛劳,有人则送来葡萄藤的喜悦。
§147οἱ κατ’ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν §148τέλειος §149νεότης μ’ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.
屋里围绕着宴席和餐桌的人们完美的青春激荡着我,而心智的傲慢更甚。
§150οὐκ ἔστιν ὅστις εὐτυχὴς ἔφυ βροτῶν, ὃν μὴ τὸ θεῖον ὡς τὰ πολλὰ συνθέλει.
凡人之中,若非神明大抵一同眷顾,便没有谁是天生幸运的。
§151τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Διὸς ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας.
人们说正义是宙斯之女,且居住在凡人过错的近旁。
§152. . . τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται;
你难道看不见神圣的力量如何穿行于命运之中?
στρέφει δ’ ἄλλους ἄλλως εἰς ἁμέραν.
它日复一日地以不同的方式转变着不同的人。
§153ὃ μὲν ὄλβιος ἦν, τὸ δ’ ἀπέκρυψεν θεὸς ἐκ κείνων τῶν ποτε λαμπρῶν· νεύει βίοτος, νεύει δὲ τύχα κατὰ πνεῦμ’ ἀνέμων.
有人曾是富足的,但神明从那些曾经辉煌的人身上夺走了它;生命在摇曳,命运也在摇曳,正如风的吹拂。
§154〈Α.〉 τὸ ζῆν ἀφέντες τὸ κατὰ γῆς τιμῶσί σου.
A:他们放弃了生存,转而尊崇你在地底之物。
〈Β.〉 κενόν γ’· ὅταν γὰρ ζῇ τις, εὐτυχεῖ χρεών.
B:真是徒劳;因为当人活着的时候,理应是幸运的。
§155ἀγρεύματα §156ἀμείβεται §157Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ §158εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.
猎物穿过俄狄浦斯起初是个幸福的人,随后却又成了凡人中最悲惨的人。
§159χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως §160νέοι νέοισι συννοσοῦσι τἀφανῆ.
卡帕纽斯的金背盾牌年轻人与年轻人一同遭受着看不见的疾病(相思病)。
§161ἤρων· τὸ μαίνεσθαι δ’ ἄρ’ ἦν ἔρως βροτοῖς.
他们爱着;原来爱对凡人而言竟是疯狂。
§162ἀνδρὸς δ’ ὁρῶντος εἰς Κύπριν νεανίου ἀφύλακτος ἡ τήρησις, ὡς κἂν φαῦλος ᾖ τἄλλ’, εἰς ἔρωτα πᾶς ἀνὴρ σοφώτατος·
当年轻男子注视塞浦路斯神时,看守便形同虚设;因为哪怕他在其他方面一无是处,在爱情里每个男子都极其聪明。
ἢν δ’ ἂν προσῆται Κύπρις, ἥδιστον λαβεῖν.
若能得到塞浦路斯神的接纳,那便是最甜蜜的收获。
§163ἀνδρὸς φίλου δὲ χρυσὸς ἀμαθίας μέτα ἄχρηστος, εἰ μὴ κἀρετὴν ἔχων τύχοι.
朋友的黄金若伴随着无知便毫无用处,除非他恰好也拥有美德。
§164ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή.
对男人而言,最可贵的财产莫过于体贴同情的妻子。
§165ἄκουσον· οὐ γὰρ οἱ κακῶς πεπραγότες σὺν ταῖς τύχαισι τοὺς λόγους ἀπώλεσαν.
倾听吧;因为那些遭遇不幸的人,并没有随同命运一起失去他们的言辞。
§166τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἔνι· φιλεῖ γὰρ οὕτως ἐκ κακῶν εἶναι κακούς.
他身上有着父亲那愚蠢的疾病;因为恶人往往就是这样由恶人所生。
§167ἡ γὰρ δόκησις πατράσι παῖδας εἰκέναι· τὰ πολλὰ ταύτῃ γίγνεται τέκνων πέρι.
因为有一种说法,认为孩子总像父亲;关于孩子,许多事就是这样发生的。

词汇与语法注释

  1. 125ἐξ αὐτομόρφων λαίνων τυκισμάτων — 介词短语 `ἐξ αὐτομόρφων λαίνων τυκισμάτων`(源自天然石刻)修饰 `ἄγαλμα`(雕像),表达了对大自然鬼斧神工的惊叹,其造型宛如出自巧匠之手的少女雕塑。
  2. 131προτείνων — 分词 `προτείνων`(展示、伸出)是与主句命令状动词 `ἐξάγου`(引出)的主语一致的随伴分词,表明展示希望这一行为会导致引出泪水的结果。
  3. 136μοχθοῦσι — 分词 `μοχθοῦσι` 是与 `τοῖς ἐρῶσιν`(恋爱者们)一致的与格分词。关系代词 `ὧν`(……的)的先行词是 `μόχθους`(苦难),表明厄洛斯是这些苦难的创造者(`δημιουργός`)。
  4. 141νόμῳ — 与格词 `νόμῳ` 是原因或方面与格(“依法”或“在法律上”)。它解释了私生子虽然在本质上绝不逊于婚生子,却因社会法律或习俗的限制而蒙受损害或不公(`νοσοῦσιν`)。

引用这一段

欧里庇得斯, 残篇 §125-167. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:125-167

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。