← エウリピデス

断片

§168-204

アムピオンとゼトスの論争と人生の知恵

庶子の地位や説得の力などの普遍的真理に続き、ディオニュソスへの言及、そして実践的労働と芸術活動の対比をめぐるアムピオンとゼトスの著名な論争が展開され、知恵の優位性と人生の不確実性が説かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
168

ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση.

庶子(私生児)というものは名においては非難されるべきだが、その本性(生まれ)は等しい。

​.. ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν.

私たちは災難の極限の線に達した。

170

οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος, καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει.

説得(ペイトー)の神殿は言葉のほかに存在せず、その祭壇は人間の本性の中にある。

δεῖ τοῖσι πολλοῖς τὸν τύραννον ἁνδάνειν.

僭主(支配者)は多くの人々に気に入られねばならない。

οὔτ’ εἰκὸς ἄρχειν οὔτε χρῆν εἶναι νόμον τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν ὃς τῶν ὁμοῖων βούλεται κρατεῖν μόνος.

僭主であることは適当でもなく、法(慣習)であるべきでもない。同等の者たちを一人で支配しようと欲するのもまた愚かなことである。

οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.

もしポリスが分裂するなら、市民たちの間の内戦は人間に起こりやすい。

[μὴ οὖν ἔθελε λυπεῖν σαυτὸν ἐξειδὼς ὅτι πολλάκι τὸ λυποῦν ὕστερον χαρὰν ἄγει καὶ τὸ κακὸν ἀγαθοῦ γίγνεται παραίτιον.]

[それゆえ、苦しめるものがしばしば後に喜びをもたらし、悪が善の副次的原因となることをよく知って、自分自身を苦しめようとしてはならない。]

175

ὅστις δὲ πρὸς τὸ πῖπτον εὐλόφως φέρει, τὸν δαίμον’ οὗτος ἧσσόν ἐστιν ἄθλιος.

身に降りかかる運命を従順に耐える者は、その神的な力においてそれほど悲惨ではない。

θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος ἔχει· μαθεῖν δὲ πᾶσίν ἐστιν εὐμαρές. τίς γὰρ πετραῖον σκόπελον οὐτάζων δορὶ ὀδύναισι δώσει; τίς δ’ ἀτιμάζων νέκυς, εἰ μηδὲν αἰσθάνοιντο τῶν παθημάτων;1

死は人間にとって争いの終わりをもたらす。このことを知るのは誰にとっても容易だ。というのも、誰が岩の崖を槍で刺して苦痛を与えるだろうか。あるいは、もし彼らが被ることを何も感じないなら、誰が死者を侮辱するだろうか。

ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός.

ディオネの子ディオニュソスよ、あなたは何と偉大な神として生まれ、人間にとって決して抗い得ない存在であることか。

Οἰνόῃ σύγχορτα ναίω πεδία ταῖς τ’ Ἐλευθεραῖς

私はオイノエとエレウテライに隣接する平野に住んでいる。

180

Ὑσιαί

ヒュシアイ

τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.

彼をゼトスと呼んだ。なぜなら、彼を産んだ母が、出産の安易さを求めたからである。

λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος, ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.2

人はそれぞれ自分の得意分野で輝き、一日の大部分をそれに費やして急ぐ。自分が自分自身の中で最も優れている状態になるために。

μοῦσάν τιν’ ἄτοπον εἰσάγεις, ἀσύμφορον, ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ.

お前は、奇妙で、役に立たず、怠惰で、酒を好み、財産を顧みない、そのようなムーサを導入している。

185

​... ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν·〉 ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉 γυναικομίμῳ διαπρέπεις μορφώματι ..... κοὔτ’ ἂν ἀσπίδος κύτει 〈καλῶς〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ νεανικὸν βούλευμά βουλεύσαιό 〈τι〉.

お前は自分が配慮すべきことを怠っている。このように高貴な魂の本性を授かりながら、女を模した姿で目立っている。……楯の凹みにうまく付き合うこともできず、他人のために若々しい提案をなすこともできない。

πῶς γὰρ σοφὸν τοῦτ’ ἔστιν, ἥτις εὐφυᾶ λαβοῦσα τέχνη φῶτ’ ἔθηκε χείρονα;

優れた素質を持つ男を受け入れながら、彼をより劣った者に変えてしまう技術が、どうして賢いと言えようか。

ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος τὰ μὲν κατ’ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ, μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται, ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται, φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται, ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.

十分な財産を持ちながら、家の中のことを怠慢によって放置し、歌に喜びを感じて常にそれを追い求める男は、家にとってもポリスにとっても怠惰な存在となり、友人たちにとっても無価値な者となるだろう。甘美な快楽に負けてしまうとき、本性は滅び去ってしまうのだから。

ἀλλ’ ἐμοὶ πιθοῦ· παῦσαι μελῳδῶν, πολέμων δ’ εὐμουσίαν ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν, σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν, ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα, ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.

しかし、私に従え。歌うのをやめ、戦争の良き音楽(武芸)を鍛えよ。そのようなことを歌い、思慮深く見えるようにせよ、土を掘り、地を耕し、群れを管理することによって。こうした小綺麗な詭弁は他人に任せておけ、それらのせいで、お前は空っぽの家に住むことになるのだから。

ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.

もし弁論に巧みであるなら、人はどんな事柄からでも二つの議論の論争を組み立てることができるだろう。

190

λύρα βοῶν.. ῥύσι’ ἐξερρύσατο

牛たちの略奪品を竪琴が救い出した。

​.. κρεῖσσον ὄλβου κτῆμα

富よりも優れた財産

χρόνος θεῶν τε πνεῦμ’ ἔρως θ’ ὑμνῳδίας

時と、神々の息吹と、歌への愛

ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν, μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.

手を出さずに済むのに多くの活動に携わる者は愚かである。何もしない状態で心地よく生きることができるのに。

ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος πόλει τ’ ἄριστος. μὴ τὰ κινδυνεύματα αἰνεῖτ’· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ τολμῶντα λίαν οὔτε προστάτην χθονός.

穏やかな人は、友人たちにとっては信頼できる友人であり、ポリスにとっては最善である。危険な試みを称賛してはならない。私は過度に勇敢な航海者も、その土地の指導者も好まないからだ。

195

ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.

大地はすべてのものを生み、再びそれを受け取る。

τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος· οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ. [εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.] τί δῆτ’ ἐν ὄλβῳ μὴ σαφεῖ βεβηκότες οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;

哀れな凡人の生活はそのようなものだ。まったく幸運なわけでもなく、不幸なわけでもない。[幸福であったかと思えば、また不幸になる。] それなら、不確実な繁栄の上に立っている私たちは、なぜ苦しむことなく、できるだけ楽しく生きないのだろうか。

βροτοῖσιν εὔκρας οὐ γένοιτ’ ἂν ἡδονή.

人間にとって、適度に調和した快楽はあり得ない。

εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν πειράσεται, ἐγὼ μὲν οὔποτ’ αὐτὸν ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.

もしある人が幸運で、財産を持ちながら、家の中で美しいものを何も試みようとしないなら、私は彼を幸福とは決して呼ばず、むしろ財産の幸運な番人と呼ぶ。

τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω, κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος.

あなたは私の体の弱さと女らしさを不当に非難した。もし私が正しい知性を持っているなら、それは力強い腕よりも優れているのだから。

200

γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.

男の知恵によって、ポリスはよく治まり、家もよく治まり、さらに戦争においても大いに力を発揮する。一つの賢明な計略は多くの手に打ち勝つが、大衆を伴う無知は最大の災いだからだ。

καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων, κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῷ μένειν.3

また、肉体の健やかさのために生活を鍛えている者たちは、もし財産を失えば、悪い市民となる。なぜなら、胃袋の放縦な習慣に慣れた男は、その状態にとどまることができないからだ。

ἐγὼ μὲν οὖν ᾄδοιμι καὶ λέγοιμί τι σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.

それゆえ、私は歌い、何か賢いことを語ろう。ポリスが患っているものを何一つかき乱すことなく。

ἔνδον δὲ θαλάμοις βουκόλον.... κομῶντα κισσῷ στῦλον εὐίου θεοῦ.

寝室の内部には、悦楽の神の、常春藤をまとった牛飼いの柱が……

πόλλ’ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά.

異邦人たちよ、人間には多くの災いがある。

構文注3 件
  1. 176τίς δ’ ἀτιμάζων νέκυς, εἰ μηδὲν αἰσθάνοιντο τῶν παθημάτων;

    前半の「誰が岩の崖を槍で刺して苦痛を与えるだろうか」という疑問文に並置された省略構造。帰結節として ὀδύναισι δώσει(苦痛を与えるだろうか)のような表現が省略されており、「誰が死者を侮辱して(彼らに苦痛を与えるだろうか)」という意味を形成する。従属節の希求法 εἰ ... αἰσθάνοιντο(もし〜なら)は、一般的な仮定ないし反実仮想の条件を示す。

  2. 183ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν

    τυγχάνω + 主格分詞(ここでは ὤν)で「〜な状態にある」ことを示す。属格の再帰代名詞 αὑτοῦ は最上級 κράτιστος と結びつくことで、他者との比較ではなく「自分自身の他の状態、あるいは本来の自分自身と比較して最も優れている」という自己比較を表している。

  3. 201δεῖ γὰρ ἄνδρ’ εἰθισμένον ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῷ μένειν

    非人称動詞 δεῖ が対格(ἄνδρα)と不定詞(μένειν)を取る対格不定詞(A.c.I.)構文。完了受動分詞 εἰθισμένον(〜に慣らされた)が対格 ἄνδρα を修飾し、その慣らされた習慣の内容として対格 ἀκόλαστον ἦθος(放縦な習慣)を目的語のように取っている。ἐν ταὐτῷ μένειν は「同じ状態(境遇)に留まる(我慢する)」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:168-204