- 底本
- Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:125-167
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ペルセウスによるアンドロメダの救出の対話、愛や幸運をめぐる様々な哲学的・倫理的発言、および他の悲劇断片を含んでいます。
ἔα, τίν’ ὄχθον τόνδ’ ὁρῶ περίρρυτον ἀφρῷ θαλάσσης; παρθένου τ’ εἰκώ τινα ἐξ αὐτομόρφων λαίνων τυκισμάτων1 σοφῆς ἄγαλμα χειρός.
おや、泡立つ海の波に囲まれたこの岩山は何だ?まるで岩の自然な彫刻のような、熟練の職人の手による少女の像か。
σιγᾷς· σιωπὴ δ’ ἄπορος ἑρμηνεὺς λόγων.
お前は黙っている。沈黙は言葉の不器用な通訳だ。
ΠΕΡΣ. ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν. ΑΝΔΡ. σὺ δ’ εἶ τίς ὅστις τοὐμὸν ᾤκτιρας πάθος;
ペルセウス:乙女よ、吊るされているお前を見て私は同情する。アンドロメダ:あなた、私の苦難を同情してくれるあなたは誰ですか?
ὦ ξένε, κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν.
異邦人よ、いと哀れな私を同情し、鎖から解き放ってください。
ὦ παρθέν’, εἰ σῴσαιμί σ’, εἴσῃ μοι χάριν;
乙女よ、もし私があなたを救うなら、私に感謝してくれる(恩義を感じてくれる)か?
τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων οὐπώποθ’ ὕβρισ’, αὐτὸς ὀρρωδῶν παθεῖν.
不幸な目に遭っている人々の災難を、私は決して嘲笑しなかった。自分も同じ目に遭うことを恐れて。
μή μοι προτείνων2 ἐλπίδ’ ἐξάγου δάκρυ. γένοιτό τἄν πόλλ’ ὧν δόκησις οὐκ ἔνι.
私に希望を差し伸べて涙を誘い出さないでください。予想もしない多くのことが起こり得るのだから。
ἄγου δέ μ’, ὦ ξεῖν’, εἴτε πρόσπολον θέλεις εἴτ’ ἄλοχον εἴτε δμωίδ’.....
異邦人よ、私を連れて行ってください、従者としてであれ、妻としてであれ、奴隷の女としてであれ……
ἀλλ’ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων.
しかし、救われた後に苦難を思い出すのは快いものだ。
εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλῶν πόνων.
私は多くの労苦なしに名声を得たわけではない。
ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν· ὡς τοῦ γε πάσχειν τοὐπιὸν μεῖζον κακόν.
確かにお前は日ごとに未来を恐れているのだろう。来るべきことは、受けている苦しみよりも大きな災いなのだから。
σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά, ἢ τοῖς ἐρῶσιν εὐτυχῶς συνεκπόνει μοχθοῦσι3 μόχθους ὧν σὺ δημιουργὸς εἶ. καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
神々と人間の支配者たるエロスよ、美しきものが美しく見えるように仕向けない(教えない)でくれるか、さもなければ恋する者たちが、あなたが創り出した労苦を重ねて苦しむときに、幸運を伴って共に助けてくれ。そうすればお前は神々に尊ばれるだろうが、そうしなければ、愛することを教えるそのこと自体によって、あなたが尊ばれている恩恵を奪われるだろう。
τῶν γὰρ πλούτων ὅδ’ ἄριστος γενναῖον λέχος εὑρεῖν.
富のうちで、高貴な妻を得ることこそ最善である。
ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν, ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων, οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς.
恋に落ちる凡人のうち、愛する立派な者に出会うとき、いかなる快楽もこれに劣ることはない。
αἰαῖ, τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους; ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
ああ、どうしよう?どのような言葉に訴えよう?しかし野蛮な性質はそれを受け入れないだろう。
ὦ τλῆμον, ὡς σοὶ τὰς τύχας μὲν ἀσθενεῖς ἔδωχ’ ὁ δαίμων, μέγα φρονοῦσι δ’ οἱ λόγοι.
哀れな者よ、神はお前に弱い運命を与えたが、言葉は尊大である。
ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν· τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς νόμῳ4 νοσοῦσιν· ὅ σε φυλάξασθαι χρεών.
しかし私は子供たちに庶子(私生児)であることを許さない。彼らは嫡出の子に何ら劣るものではないが、法(掟)によって病を患っている。お前はこれを警戒せねばならない。
χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν· καὶ δοῦλος ὢν γὰρ τίμιος πλουτῶν ἀνήρ, ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν σθένει. χρυσοῦ νόμιζε σαυτὸν εἵνεκ’ εὐτυχεῖν.
私は家に金を何よりも持っていたい。奴隷であっても富んでいれば尊ばれるが、自由人であっても貧しければ何の力もないからだ。金のおかげでお前は幸運なのだと思え。
χρήμασιν γὰρ εὐτυχῶ· ταῖς συμφοραῖσι δ’, ὡς ὁρᾷς, οὐκ εὐτυχῶ.
財産においては私は幸運だ。しかし、見ている通り、災難においては幸運ではない。
μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω.
私の心に干渉するな(私の心を支配するな)。私が自分で十分に対処するから。
ὁρῶ δὲ πρὸς τὰ παρθένου θοινάματα κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός.
そして、乙女の饗宴に向かって、アトランティスの海から海獣が急ぎ進むのが見える。
πᾶς δὲ ποιμένων ἔρρει λεώς, ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος πόνων ἀναψυκτῆρ’, ὃ δ’ ἀμπέλων γάνος.
羊飼いの民はみな去っていく。一方は労苦を癒やすものとして牛乳の入った蔦の杯を運び、他方は葡萄の喜びを運ぶ。
οἱ κατ’ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν
家の中で、餐宴と食卓を囲んで
τέλειος
完成された
νεότης μ’ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.
若さが私を奮い立たせ、心の傲慢さが私を駆り立てた。
οὐκ ἔστιν ὅστις εὐτυχὴς ἔφυ βροτῶν, ὃν μὴ τὸ θεῖον ὡς τὰ πολλὰ συνθέλει.
神がたいていの場合において共に望んでくれないのに、幸運に生まれた者はいない。
τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Διὸς ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας.
正義(ディケ)はゼウスの娘であり、人間の過ちの近くに住まうと言われている。
...τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται; στρέφει δ’ ἄλλους ἄλλως εἰς ἁμέραν.
神的な力が、いかに運命を通り抜けていくかが見えないのか?日ごとに人々を異なったやり方で翻弄するのだ。
ὃ μὲν ὄλβιος ἦν, τὸ δ’ ἀπέκρυψεν θεὸς ἐκ κείνων τῶν ποτε λαμπρῶν· νεύει βίοτος, νεύει δὲ τύχα κατὰ πνεῦμ’ ἀνέμων.
ある者は幸福であったが、かつて輝かしかった人々から、神はそれを隠してしまった。人生も運命も、風の息吹のままに傾く。
〈Α.〉 τὸ ζῆν ἀφέντες τὸ κατὰ γῆς τιμῶσί σου. 〈Β.〉 κενόν γ’· ὅταν γὰρ ζῇ τις, εὐτυχεῖ χρεών.
A. 生きることを諦めて、彼らはあなたの地の底のものを尊んでいる。 B. むなしいことだ。生きているときこそ、人は幸運であるべきなのだから。
ἀγρεύματα
獲物
ἀμείβεται
通り過ぎる
Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ
エディプスは最初は幸福な男であった
εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.
それから再び、凡人のうちで最も哀れな者となった。
χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως
カパネウスの金色の背の盾
νέοι νέοισι συννοσοῦσι τἀφανῆ.
若者たちは若者たちとともに、目に見えない病(恋)を患う。
ἤρων· τὸ μαίνεσθαι δ’ ἄρ’ ἦν ἔρως βροτοῖς.
彼らは愛していた。愛(エロス)とは、人間にとって狂気であるのだ。
ἀνδρὸς δ’ ὁρῶντος εἰς Κύπριν νεανίου ἀφύλακτος ἡ τήρησις, ὡς κἂν φαῦλος ᾖ τἄλλ’, εἰς ἔρωτα πᾶς ἀνὴρ σοφώτατος· ἢν δ’ ἂν προσῆται Κύπρις, ἥδιστον λαβεῖν.
若者がキプラス(愛)を見つめるとき、監視は無防備になる。たとえ他の点では凡庸であっても、愛においてはすべての男が極めて賢くなるからだ。キプラスが受け入れるなら、得ることは最も甘美である。
ἀνδρὸς φίλου δὲ χρυσὸς ἀμαθίας μέτα ἄχρηστος, εἰ μὴ κἀρετὴν ἔχων τύχοι.
友人の金も、無知を伴うなら役に立たない、徳をも併せ持っていないならば。
ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή.
男にとって最善の財産は、共感してくれる妻である。
ἄκουσον· οὐ γὰρ οἱ κακῶς πεπραγότες σὺν ταῖς τύχαισι τοὺς λόγους ἀπώλεσαν.
聞きなさい。不幸な目に遭っている人々が、運命とともに言葉(理知・弁明)まで失ったわけではないのだから。
τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἔνι· φιλεῖ γὰρ οὕτως ἐκ κακῶν εἶναι κακούς.
彼には父親の愚かな病がある。悪しき者から悪しき者が生まれるのは常だからだ。
ἡ γὰρ δόκησις πατράσι παῖδας εἰκέναι· τὰ πολλὰ ταύτῃ γίγνεται τέκνων πέρι.
というのも、子供は父親に似るという評判があるからだ。子供については、多くのことがこのようにして起こる。
- 125ἐξ αὐτομόρφων λαίνων τυκισμάτων
ἐξ αὐτομόρφων λαίνων τυκισμάτων(自然な石の彫刻から)は、ἄγαλμα(像)にかかる形容詞句。自然が作り出した石の彫刻が、まるで精巧な職人の手による少女の彫像であるかのように見えるという驚きを表現している。
- 131προτείνων
προτείνων(差し伸べて、提示して)は主節の動詞 ἐξάγου(引き出す、誘い出す)の主語(二人称)に係る一致分詞。希望を提示することで、結果として涙を誘い出すという関係を示す。
- 136μοχθοῦσι
μοχθοῦσι は τοῖς ἐρῶσιν(恋する者たちに)に一致する与格分詞。また、関係代名詞 ὧν(それらの)の先行詞は μόχθους(労苦)であり、エロスがその労苦の創り手(δημιουργός)であることを表している。
- 141νόμῳ
νόμῳ は手段・原因または領域の与格で、「法において(制限を受けるため)」「法によって(不利な立場に置かれる)」という意味。嫡出子に能力面(τῶν γνησίων οὐδὲν ἐνδεεῖς)で何ら劣らないにもかかわらず、社会の法・掟のせいで障害・不利益(νοσοῦσιν)を被ることを意味する。
