Humanitext Reader

欧里庇得斯 · 在奥利斯的伊菲革涅亚 §1213-1294

伊菲革涅亚的哀求与阿伽门农的痛苦决意

第 15 段,共 19 段 · 希腊语

内容简介

伊菲革涅亚向阿伽门农求情免死,但阿伽门农解释说,为了希腊军队的狂热和祖国的自由,他不得不做出牺牲女儿的痛苦决定,随后离去,克吕泰涅斯特拉与伊菲革涅亚共同哀叹自己残酷的命运。

§1213κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην, §1214ἐνταῦθʼ ἂν ἦλθον·
[伊菲革涅亚]能用言语说服我所期望的人,[伊菲革涅亚]我本会诉诸这一手段。
νῦν δέ, τἀπʼ ἐμοῦ σοφά, §1215δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν.
但如今,作为我唯一的智慧,[伊菲革涅亚]我将献上眼泪;因为这是我所能做到的。
§1216ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν §1217τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
[伊菲革涅亚]我将我的身体,代替叹愿者的树枝,系在你的膝盖上,[伊菲革涅亚]这具这个女人为你生下的我的身体。
§1218μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς §1219βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς.
[伊菲革涅亚]请不要让我过早地毁灭;因为看着[伊菲革涅亚]光明是如此甘美;请不要强迫我去看见地下的黑暗。
§1220πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ· §1221πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν §1222φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
[伊菲革涅亚]是我最先唤你为父亲,你最先唤我为孩子;[伊菲革涅亚]也是我最先将身体靠在你的膝上,[伊菲革涅亚]给予并接受了甜美的温存。
§1223λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον, §1224εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι, §1225ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
[伊菲革涅亚]那时,你的话是这样的:“孩子,我是否能[伊菲革涅亚]看见你在丈夫的家中幸福地生活,[伊菲革涅亚]并以配得上我的方式成长繁荣?
§1226οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης §1227γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί· §1228Τί δʼ ἆρʼ ἐγὼ σέ;
” [伊菲革涅亚]而我的话则是这样,那时我正依偎在你的[伊菲革涅亚]胡须旁——我现在正用手触摸着它——:[伊菲革涅亚]“父亲,那我将如何对待你呢?
πρέσβυν ἆρʼ ἐσδέξομαι §1229ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ, §1230πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
我是否会在我心爱的家中[伊菲革涅亚]热情地迎接你年老的身躯,[伊菲革涅亚]以此回报你抚育我所付出的辛劳?
§1231τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω, §1232σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις.
” [伊菲革涅亚]这些话语我至今记忆犹新,[伊菲革涅亚]你却已经忘记,并且想要杀死我。
§1233μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς §1234καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ §1235νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
[伊菲革涅亚]不要这样,我恳求你,看在珀罗普斯和父亲阿特柔斯的份上,[伊菲革涅亚]也看在母亲的份上,她先前曾为我承受分娩的阵痛,[伊菲革涅亚]如今却因我承受这第二次痛楚。
§1236τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων §1237Ἑλένης τε;
[伊菲革涅亚]亚历山大和海伦的婚礼[伊菲革涅亚]与我有何关系?
πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ;
父亲,为什么他会为了我的毁灭而来到这里?
§1238βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε, §1239ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν §1240μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
[伊菲革涅亚]看着我,给我一个眼神和亲吻,[伊菲革涅亚]即使你不听从我的言语,至少在我死时[伊菲革涅亚]能保留这个作为你给我的纪念。
§1241ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις, §1242ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς §1243τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι §1244κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
[伊菲革涅亚]弟弟啊,虽然你对亲人来说还只是个弱小的帮手,[伊菲革涅亚]但请与我一同落泪,去哀求父亲,[伊菲革涅亚]不要让你的姐姐死;因为确实,[伊菲革涅亚]即使在幼童心中也会产生对灾难的预感。
§1245ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ.
[伊菲革涅亚]看啊,父亲,他正用沉默哀求着你。
§1246ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου.
[伊菲革涅亚]求你尊重我的祈求,怜悯我的生命。
§1247ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω· §1248ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη.
[伊菲革涅亚]是的,看在你的胡须份上,我们两个挚爱之人恳求你;[伊菲革涅亚]一个还是雏鸟,另一个已经长大。
§1249ἓν συντεμοῦσα πάντα νικήσω λόγον· §1250τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν, §1251τὰ νέρθε δʼ οὐδέν·
[伊菲革涅亚]将所有的话凝聚为一点,我便战胜了一切说辞:[伊菲革涅亚]对世人而言,看着这光明是最甘美的事,[伊菲革涅亚]而地下却空无一物。
μαίνεται δʼ ὃς εὔχεται §1252θανεῖν.
祈求死亡的人[伊菲革涅亚]是疯狂的。
κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.
痛苦地活着,也强过光荣地死去。
§1253ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους §1254ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
[歌队]哦,可怜的海伦,因为你和你的婚礼,[歌队]阿特柔斯的子孙及其儿女正面临巨大的争斗。
§1255ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή, §1256φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
[阿伽门农]我懂得什么是值得怜悯的事,什么不是,[阿伽门农]我也深爱自己的儿女;否则我就是个疯子。
§1257δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι, §1258δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
[阿伽门农]妻子啊,对我而言,敢于做出这件事是可怕的,[阿伽门农]但不敢去做也是可怕的;因为我必须去做这件事。
§1259ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε, §1260χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι, §1261οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι, §1262εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει, §1263οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
[阿伽门农]你看这支庞大的船队,[阿伽门农]以及这么多手执青铜武器的希腊领袖,[阿伽门农]如果不祭献你,正如预言家卡尔卡斯所说,[阿伽门农]他们就无法扬帆前往伊利翁的城堡,[阿伽门农]也无法攻克特洛伊那显赫的根基。
§1264μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ §1265πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα, §1266παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν· §1267οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου §1268ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς.
[阿伽门农]希腊军队已被某种狂热所驱使,[阿伽门农]急于尽快航行到异邦人的土地,[阿伽门农]并终止对希腊妻子的掠夺;[阿伽门农]如果我违抗女神的神谕,他们就会杀死我在阿耳戈斯的女儿们,[阿伽门农]也包括你们和我。
§1269οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον, §1270οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα, §1271ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω, §1272θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν.
[阿伽门农]孩子,奴役我的并不是梅涅拉俄斯,[阿伽门农]我也不是为了顺从他的心愿才来到这里,[阿伽门农]而是希腊,无论我愿意与否,我都必须[阿伽门农]将你祭献;而在此重任面前,我们无能为力。
§1273ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον, §1274κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο §1275Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
[阿伽门农]因为只要在你我力所能及的范围内,孩子,希腊就必须获得自由,[阿伽门农]决不能让身为希腊人的人,[阿伽门农]被异邦人强行夺走妻子。
§1276ὦ τέκνον, ὦ ξέναι, §1277οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα.
[克吕泰涅斯特拉]哦,我的孩子,哦,异国的女子们,[克吕泰涅斯特拉]可怜的我,因你的死而多么不幸。
§1278φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.
[克吕泰涅斯特拉]你的父亲把你交给了哈得斯,自己逃走了。
§1279οἲ ʼγώ, μᾶτερ·
[伊菲革涅亚]啊,母亲!
ταὐτὸν τόδε γὰρ §1280μέλος εἰς ἄμφω πέπτωκε τύχης, §1281κοὐκέτι μοι φῶς §1282οὐδʼ ἀελίου τόδε φέγγος.
因为这相同的[伊菲革涅亚]命运之歌降临在我们两个人身上,[伊菲革涅亚]我不再拥有光明,[伊菲革涅亚]也不再有这太阳的光辉。
§1283ἰὼ ἰώ.
[伊菲革涅亚]呜呼,哀哉!
§1284νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα, §1285Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε §1286ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ §1289θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-
[伊菲革涅亚]白雪覆盖的弗里吉亚幽谷啊,伊达的山峦,[伊菲革涅亚]普里阿摩斯曾在这里将娇嫩的婴儿抛弃,[伊菲革涅亚]使他远离母亲,去迎接死神的[伊菲革涅亚]致命厄运。
§1290δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει,
他就是帕里斯,在弗里吉亚的城邦里,[伊菲革涅亚]他被称为“伊达的汉子”。
§1291μή ποτʼ ὤφελες τὸν ἀμφὶ §1292βουσὶ βουκόλον τραφέντʼ §1293Ἀλέξανδρον οἰκίσαι §1294ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
[伊菲革涅亚]但愿你从未让那个在牛群中[伊菲革涅亚]被作为牧人抚养长大的[伊菲革涅亚]亚历山大(帕里斯)安家,[伊菲革涅亚]在那些白水之畔、泉水淙淙的地方……

词汇与语法注释

  1. §1213κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην, ἐνταῦθʼ ἂν ἦλθον — 对应于 §1211 中反事实条件从句(“如果我有奥尔甫斯那样的口才”)的归结从句。此处由未完成过去直陈式(ἂν ἦλθον 结合不定式 κηλεῖν)构成,表示过去或现在无法实现的假设。
  2. §1214τἀπʼ ἐμοῦ σοφά — 介词短语 ἐπʼ ἐμοῦ(源于我的、我所能及的)与中性复数冠词 τἀπʼ (τὰ ἀπό) 连用,转化为名词性短语作主语补足语或同位语,意为“我所拥有的智慧”或“我唯一能提供的聪明手段”。
  3. §1216ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν τὸ σῶμα τοὐμόν — 名词 ἱκετηρίαν(哀求者的橄榄枝)为宾格,在此与直接宾语 τὸ σῶμα τοὐμόν(我的身体)作同位语,或作为宾语补足语(“作为哀求者的树枝”)。这是一种隐喻用法,将自己的身体比作求告者所执的神圣树枝。
  4. §1230πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς — 短语 πόνων τιθηνούς(抚育/照料老后劳苦的)作为形容词短语,修饰名词 τροφάς(养育,恩还的抚育)或与其作同位语,意为“作为对你抚养我长大所付劳苦的回报,用以抚慰你年老劳苦的照料”。
  5. §1244τῶν κακῶν — 属格 τῶν κακῶν 是依赖于名词 αἴσθημα(感觉、感知)的宾格性属格(objective genitive),意为“对灾祸/邪恶之事的感知”。
  6. §1258δεινῶς δὲ καὶ μή — 这是一个省略结构,与 §1257 构成对比。在否定分句中省略了不定式 τολμῆσαι(敢于做),字面意为“而且不[敢于做]也是可怕的”。
  7. §1264μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ — 此处的 Ἀφροδίτη(阿佛洛狄忒)带有 τις(某种),并非指女神本人,而是作为隐喻(转喻)代表驱使希腊军队的某种狂热和欲望。接续的不定式从句(πλεῖν...)起到了解释这种狂热表现的作用。
  8. §1273ὅσον ἐν σοί — 由 ὅσον 与介词短语 ἐν σοί 构成的惯用表达,意为“在取决于你的范围内”或“尽你所能”。
  9. §1291μή ποτʼ ὤφελες ... οἰκίσαι — 动词 ὤφελες(ὀφείλω 的过去时第二人称)与不定式 οἰκίσαι 连用,是表达对过去无法实现的愿望(“但愿你从未使……安家”)的经典句式。

引用这一段

欧里庇得斯, 在奥利斯的伊菲革涅亚 §1213-1294. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:1213-1294

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。