Humanitext Reader

欧里庇得斯 · 在奥利斯的伊菲革涅亚 §1295-1377

阿基琉斯的援护与伊菲革涅亚的献身决意

第 16 段,共 19 段 · 希腊语

内容简介

在伊菲革涅亚痛惜自身悲惨命运之时,阿基琉斯赶来并透露因试图保护她而险些遭到希腊联军乱石砸死的危机,但仍愿挺身一战;然而,伊菲革涅亚决意主动且光荣地接受献祭,以避免无谓流血。

§1295Νυμφᾶν κεῖνται §1296λειμών τʼ ἔρνεσι θάλλων §1297χλωροῖς καὶ ῥοδόεντʼ §1299ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν·
[伊菲革涅亚]宁芙们的[草地]横卧着,[伊菲革涅亚]那因鲜嫩的绿枝而茂盛的草地,[伊菲革涅亚]以及玫瑰色的[伊菲革涅亚]花朵和风信子,正待女神们采摘。
ἔνθα ποτὲ §1300Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις §1302Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος,
曾经在那里,[伊菲革涅亚]帕拉斯到来,狡黠的塞浦路斯也到来,[伊菲革涅亚]还有赫拉和宙斯的使者赫尔墨斯。
§1304ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα §1305Κύπρις, ἃ δὲ δορὶ Παλλάς, §1306Ἥρα τε Διὸς ἄνακτος §1307εὐναῖσι βασιλίσιν,
[伊菲革涅亚]一方式以爱欲自负的塞浦路斯,[伊菲革涅亚]另一方是手执长枪的帕拉斯,[伊菲革涅亚]还有因与主宰宙斯[伊菲革涅亚]结为王室婚礼而自豪的赫拉。
§1308κρίσιν ἐπὶ στυγνὰν ἔριν τε §1309καλλονᾶς, ἐμοὶ δὲ θάνατον — §1310ὄνομα μὲν φέροντα Δαναΐ- §1310aδαισιν, ὦ κόραι, πρόθυμα δʼ §1311ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
[伊菲革涅亚]为了那场可憎的关于美貌的审判与争斗,[伊菲革涅亚]而对我而言,则是为了死亡—— [伊菲革涅亚]虽然给达那奥斯的女儿们带来了名声,[伊菲革涅亚]少女们啊,但阿耳忒弥斯为了前往伊利翁,[伊菲革涅亚]欣然将我接纳。
§1312ὁ δὲ τεκών με τὰν τάλαιναν, §1313ὦ μᾶτερ ὦ μᾶτερ, §1314οἴχεται προδοὺς ἔρημον.
[伊菲革涅亚]而生下我这可怜人的父亲,[伊菲革涅亚]母亲啊,母亲,[伊菲革涅亚]已经抛弃我,离我而去。
§1315ὦ δυστάλαινʼ ἐγώ, πικρὰν §1316πικρὰν ἰδοῦσα δυσελέναν, §1317φονεύομαι διόλλυμαι §1318σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
[伊菲革涅亚]可怜的我啊,因为见到了[伊菲革涅亚]痛苦而可恶的海伦,[伊菲革涅亚]我正因不义之父的[伊菲革涅亚]不义屠杀而被杀害、被毁灭。
§1319μή μοι ναῶν χαλκεμβολάδων §1320πρύμνας Αὐλὶς δέξασθαι §1321τούσδʼ εἰς ὅρμους §1322ὤφελεν ἐλάταν πομπαίαν,
[伊菲革涅亚]但愿奥利斯从未在这些港口[伊菲革涅亚]接纳那带路的冷杉木船,[伊菲革涅亚]那青铜撞角的船尾!
§1323μηδʼ ἀνταίαν Εὐρίπῳ §1324πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων §1325αὔραν ἄλλοις ἄλλαν θνατῶν §1326λαίφεσι χαίρειν, §1327τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν, §1328τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν, §1329τοῖσι δὲ μέλλειν.
[伊菲革涅亚]但愿宙斯从未在尤里普斯海峡[伊菲革涅亚]吹起逆行的送行之风,[伊菲革涅亚]他为一些凡人减缓风力,[伊菲革涅亚]吹拂着让另一些人扬帆欢喜的微风,[伊菲革涅亚]使他们喜悦,[伊菲革涅亚]却给另一些人带来痛苦,给另一些人带来禁锢,[伊菲革涅亚]给一些人以起航,给一些人以收帆,[伊菲革涅亚]而给另一些人以滞留。
§1330ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον
[伊菲革涅亚]人类的命运真可谓多灾多难,真可谓多灾多难!
§1331ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον §1332ἀνδράσιν ἀνευρεῖν.
[伊菲革涅亚]不祥的命运,是凡人[伊菲革涅亚]必将遭遇的惩罚。
§1333ἰὼ ἰώ,
[伊菲革涅亚]呜呼,哀哉!
§1334μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα §1335Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
[伊菲革涅亚]给达那奥斯人带来巨大痛苦和巨大悲哀的,[伊菲革涅亚]廷达瑞奥斯的女儿啊!
§1336ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς §1337τυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν.
[歌队]我怜悯你遭遇了如此悲惨的厄运,[歌队]这本是你不该遭遇的。
§1338ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.
[伊菲革涅亚]生我的母亲,我看见附近有一群男人。
§1339τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας.
[克吕泰涅斯特拉]还有那位女神的儿子,孩子,你正是为此而来的。
§1340διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.
[伊菲革涅亚]仆人们,请为我打开帐幕,好让我隐藏身体。
§1341τί δὲ τέκνον, φεύγεις;
[克吕泰涅斯特拉]孩子,你为何逃避?
§1341bἈχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι.
[伊菲革涅亚]我羞于见到这位阿基琉斯。
§1342ὡς τί δή;
[克吕泰涅斯特拉]为什么?
§1342bτὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.
[伊菲革涅亚]我婚礼的不幸带给我羞耻。
§1343οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
[克吕泰涅斯特拉]在眼前的困境中,你容不得娇羞与温文儒雅。
§1344ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
[克吕泰涅斯特拉]留在这里吧;如果我们能得救,现在不是顾及尊严的时候。
§1345ὦ γύναι τάλαινα, Λήδας θύγατερ— §1345bοὐ ψευδῆ θροεῖς.
[阿基琉斯]可怜的女人,丽达的女儿—— [克吕泰涅斯特拉]你所言非虚。
§1346δείνʼ ἐν Ἀργείοις βοᾶται— §1346bτίνα βοήν;
[阿基琉斯]阿耳戈斯人中正传出可怕的叫喊—— [克吕泰涅斯特拉]什么叫喊?
σήμαινέ μοι.
告诉我。
§1347ἀμφὶ σῆς παιδός— §1347bπονηρὸν εἶπας οἰωνὸν λόγον.
[阿基琉斯]关于你的孩子—— [克吕泰涅斯特拉]你说了一个不祥的预兆。
§1348ὡς χρεὼν σφάξαι νιν.
[阿基琉斯]说必须将她献祭。
§1348bοὐδεὶς τοῖσδʼ ἐναντίον λέγει;
[克吕泰涅斯特拉]没有人反对吗?
§1349ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον— §1349bτίνʼ, ὦ ξένε;
[阿基琉斯]我自己也陷入了危险之中—— [克吕泰涅斯特拉]什么危险,客人?
§1350σῶμα λευσθῆναι πέτροισι.
[阿基琉斯]险些被乱石砸死。
§1350bμῶν κόρην σῴζων ἐμήν;
[克吕泰涅斯特拉]难道是因为你想拯救我的女儿?
§1351αὐτὸ τοῦτο.
[阿基琉斯]正是如此。
§1351bτίς δʼ ἂν ἔτλη σώματος τοῦ σοῦ θιγεῖν;
[克吕泰涅斯特拉]然而,谁敢动手碰你的身体?
§1352πάντες Ἕλληνες.
[阿基琉斯]所有的希腊人。
§1352bστρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;
[克吕泰涅斯特拉]密耳弥冬的军队没有在你身边吗?
§1353πρῶτος ἦν ἐκεῖνος ἐχθρός.
[阿基琉斯]他们正是最先敌对的人。
§1353bδιʼ ἄρʼ ὀλώλαμεν, τέκνον.
[克吕泰涅斯特拉]孩子,我们真的完了。
§1354οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.
[阿基琉斯]他们嘲笑我是婚礼的奴隶。
§1354bἀπεκρίνω δὲ τί;
[克吕泰涅斯特拉]那你怎么回答?
§1355τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν— §1355bδίκαια γάρ.
[阿基琉斯]不能杀害我未来的新娘—— [克吕泰涅斯特拉]这是公正的。
§1356ἣν ἐφήμισεν πατήρ μοι.
[阿基琉斯]这是她父亲向我许诺的。
§1356bκαὶ Ἀργόθεν γʼ ἐπέμψατο.
[克吕泰涅斯特拉]而且是从阿耳戈斯送来的。
§1357ἀλλʼ ἐνικώμην κεκραγμοῦ.
[阿基琉斯]但我被叫喊声压倒了。
§1357bτὸ πολὺ γὰρ δεινὸν κακόν.
[克吕泰涅斯特拉]因为群氓的力量是可怕的灾难。
§1358ἀλλʼ ὅμως ἀρήξομέν σοι.
[阿基琉斯]不过,我们依然会保护你。
§1358bκαὶ μαχῇ πολλοῖσιν εἷς;
[克吕泰涅斯特拉]你一个人要和众人战斗吗?
§1359εἰσορᾷς τεύχη φέροντας τούσδε;
[阿基琉斯]你看见这些携带武器的人了吗?
§1359bὄναιο τῶν φρενῶν.
[克吕泰涅斯特拉]愿你因你高尚的心而获福。
§1360ἀλλʼ ὀνησόμεσθα.
[阿基琉斯]但我们会获益。
§1360bπαῖς ἄρʼ οὐκέτι σφαγήσεται;
[克吕泰涅斯特拉]那么我的孩子就不会被献祭了吗?
§1361οὔκ, ἐμοῦ γʼ ἑκόντος.
[阿基琉斯]只要我活着,绝不容许。
§1361bἥξει δʼ ὅστις ἅψεται κόρης;
[克吕泰涅斯特拉]但是会不会有人来抢夺这姑娘?
§1362μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς.
[阿基琉斯]成千上万,奥德修斯会带走她。
§1362bἆρʼ ὁ Σισύφου γόνος;
[克吕泰涅斯特拉]是西西弗斯的后代吗?
§1363αὐτὸς οὗτος.
[阿基琉斯]就是他。
§1363bἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;
[克吕泰涅斯特拉]是他个人的预谋,还是受军队指派?
§1364αἱρεθεὶς ἑκών.
[阿基琉斯]他自己乐意被选中的。
§1364bπονηράν γʼ αἵρεσιν, μιαιφονεῖν.
[克吕泰涅斯特拉]真是个邪恶的选择,竟然自愿谋杀!
§1365ἀλλʼ ἐγὼ σχήσω νιν.
[阿基琉斯]但我会阻止他。
§1365bἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας;
[克吕泰涅斯特拉]难道他不会违背她的意愿强行夺走她吗?
§1366δηλαδὴ ξανθῆς ἐθείρας.
[阿基琉斯]显然会,甚至拽着她的金发。
§1366bἐμὲ δὲ δρᾶν τί χρὴ τότε;
[克吕泰涅斯特拉]那时我该怎么做?
§1367ἀντέχου θυγατρός.
[阿基琉斯]紧紧抱住你的女儿。
§1367bὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται.
[克吕泰涅斯特拉]如果因为这样她就不会被屠杀的话。
§1368ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει.
[阿基琉斯]但事情确实会走到这一步。
§1368bμῆτερ, εἰσακούσατε §1369τῶν ἐμῶν λόγων·
[伊菲革涅亚]母亲,请听我说。
μάτην γάρ σʼ εἰσορῶ θυμουμένην §1370σῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
[伊菲革涅亚]我看到你对你的丈夫白白发怒;[伊菲革涅亚]但我们想要反抗不可能的事并不容易。
§1371τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας· §1372ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ, §1373καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
[伊菲革涅亚]这位客人的热情诚然值得赞赏;[伊菲革涅亚]但你也必须注意,不要让他受到军队的敌视,[伊菲革涅亚]以致我们一无所成,而他却遭遇不幸。
§1374οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην· §1375κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαι §1376εὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές.
[伊菲革涅亚]母亲,听听我想到了什么:[伊菲革涅亚]我已经决定死;而这一件事我希望[伊菲革涅亚]能够荣耀地完成,彻底抛弃一切卑劣和懦弱。
§1377δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω·
[伊菲革涅亚]来,母亲,和我一起想想看,我的话是多么正确。

词汇与语法注释

  1. 1299θεαῖς δρέπειν — 与格 θεαῖς 既可理解为表示目的的不定式 δρέπειν(采摘)的逻辑主语(“为了让女神们采摘”),也可理解为表示利益的与格(“为了女神们而采摘”)。
  2. 1310ὄνομα μὲν φέροντα — 中性复数分词 φέροντα(宾格)作前文关于她死亡(θάνατον)一事的同格修饰,意为“(这死亡)诚然给达那奥斯的女儿们带来了(牺牲的)名声/名分”。
  3. 1322ὤφελεν — ὤφελεν 与不定式(此处为 δέξασθαι,第1324行为 πνεῦσαι)连用,表示过去未实现的愿望。在否定词 μή 伴随下,表达强烈的悔恨,即“但愿奥利斯从未接纳……”。
  4. 1344οὐ σεμνότητος ἔργον — “属格 + ἔργον”(意为“不是……的分内事/不合时宜”)的句型,并与条件从句 ἢν ὀνώμεθα(如果我们能得救)连用,表明在眼前的生死危机中不应固守尊严与傲骨。
  5. 1372μὴ διαβληθῇ — 承接前文表示义务的非人称动词 χρή(必须),由 μή 引导带虚拟式(διαβληθῇ, πράξωμεν, 并且 τύχῃ)的从句,表达一种戒备与担忧,即“(必须注意)以免他受到军队的敌视”。

引用这一段

欧里庇得斯, 在奥利斯的伊菲革涅亚 §1295-1377. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:1295-1377

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。