§1136ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός.
[阿伽门农]哦,尊贵的命运、好运以及我的守护神啊!
§1137κἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων.
[克吕泰涅斯特拉]也是我的,也是这孩子的:三个不幸之人的共同命运。
§1138τίνʼ ἠδίκησαι;
[阿伽门农]你被谁伤害了?
§1138bτοῦτʼ ἐμοῦ πεύθῃ πάρα;
[克吕泰涅斯特拉]你向我打听这件事吗?
§1139ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.
[克吕泰涅斯特拉]这副头脑本身,似乎并无智虑可言。
§1140ἀπωλόμεσθα.
[阿伽门农]我完了。
προδέδοται τὰ κρυπτά μου.
我的秘密被泄露了。
§1141πάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν· §1142αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου §1143καὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων.
[克吕泰涅斯特拉]我全都知道了,也听闻了你打算对我做什么;[克吕泰涅斯特拉]你的沉默本身就是你的供词,[克吕泰涅斯特拉]以及你的叹息;无须多言劳神。
[阿伽门农]看啊,我保持沉默;因为何必用谎言来[阿伽门农]给我的不幸加上无耻呢?
[克吕泰涅斯特拉]那么现在请听我说;因为我将公开我的言辞,[克吕泰涅斯特拉]不再使用隐晦的谜语。
§1148πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω, §1149ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ, §1150τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών· §1151βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ, §1152μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
[克吕泰涅斯特拉]首先,为了让我首先以此指责你:[克吕泰涅斯特拉]你不顾我的意愿娶了我,并用暴力夺走了我,[克吕泰涅斯特拉]杀死了我前夫坦塔罗斯;[克吕泰涅斯特拉]你还强行将我的婴儿摔在地上,[克吕泰涅斯特拉]暴烈地从我的怀中夺走。
§1153καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω, §1154ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην· §1155πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατο §1156ἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη.
[克吕泰涅斯特拉]而宙斯的那两个儿子,我的兄弟,[克吕泰涅斯特拉]跨在闪亮的骏马上向你宣战;[克吕泰涅斯特拉]但我的老父亲廷达瑞俄斯拯救了你,[克吕泰涅斯特拉]当你成为求告者时,你得以重新占有我的床榻。
§1157οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους §1158συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή, §1159ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν §1160μέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τε §1161χαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν.
[克吕泰涅斯特拉]在此事上与你和解之后,[克吕泰涅斯特拉]你自己也将见证,我对你和你的家庭是多么无可挑剔的妻子,[克吕泰涅斯特拉]我在爱欲上克己守礼,并使你的门第兴旺,[克吕泰涅斯特拉]以至于你进门时感到欢喜,[克吕泰涅斯特拉]出门时感到幸福。
[克吕泰涅斯特拉]男人能娶到这样的妻子是一件罕见的战利品;[克吕泰涅斯特拉]而娶到一个糟糕的妻子并不罕见。
[克吕泰涅斯特拉]除了三个女儿之外,我还为你生下了这个男孩;[克吕泰涅斯特拉]而在她们之中,你却无情地夺走了我的一个女儿。
[克吕泰涅斯特拉]如果有人问你,为了什么要杀死她,[克吕泰涅斯特拉]说吧,你将怎么说?
ἢ ʼμὲ χρὴ λέγειν τὰ σά;
还是由我来替你说出你的理由?
§1168Ἑλένην Μενέλεως ἵνα λάβῃ.
[克吕泰涅斯特拉]“为了让梅涅拉俄斯得到海伦。
καλὸν γένος, §1169κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
”多么高贵的家族啊,[克吕泰涅斯特拉]让自己的孩子为一个坏女人付出代价!
§1170τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.
[克吕泰涅斯特拉]我们用最珍贵的东西去换取最令人憎恨的东西。
§1171ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν, §1172κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας, §1173τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
[克吕泰涅斯特拉]来吧,如果你留下我独守空闺去出征,[克吕泰涅斯特拉]并在那儿长期逗留不归,[克吕泰涅斯特拉]你认为我在家里会怀着怎样的心情?
§1174ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς, §1175κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις §1176μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί· §1177Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ, §1178αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί, §1179τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.
[克吕泰涅斯特拉]当我看到她的座位空无一人,[克吕泰涅斯特拉]少女的闺房也空空如也,[克吕泰涅斯特拉]而我独自坐在泪水之中,永远为她哭泣:[克吕泰涅斯特拉]“你的亲生父亲毁灭了你,孩子,[克吕泰涅斯特拉]是他亲手杀死了你,而不是别人,也不是用别人的手,[克吕泰涅斯特拉]给他的家留下了这样的归途手礼。
§1180ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον, §1181ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι §1182δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
” [克吕泰涅斯特拉]因为只需要一个微不足道的借口,[克吕泰涅斯特拉]我和留下的孩子们就会[克吕泰涅斯特拉]用你应得的迎接方式来迎接你。
[克吕泰涅斯特拉]看在神明的份上,千万不要强迫我对你不轨,[克吕泰涅斯特拉]你不要自己变得如此。
§1186τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
[克吕泰涅斯特拉]在屠宰自己的孩子时,你会为自己祈求什么好运?
§1187νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών;
[克吕泰涅斯特拉]在可耻地离开家门之后,祈求一次悲惨的归来?
§1188ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
[克吕泰涅斯特拉]还是说,我为你祈求任何福泽才是公义的?
[克吕泰涅斯特拉]如果我们对这些杀害至亲的人心怀好意,[克吕泰涅斯特拉]难道我们不会认为神明是愚蠢的吗?
§1191ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;
[克吕泰涅斯特拉]回到阿耳戈斯时,你会去亲近你的孩子们吗?
§1192ἀλλʼ οὐ θέμις σοι.
[克吕泰涅斯特拉]但你是不合天理的。
τίς δὲ καὶ προσβλέψεται §1193παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά;
[克吕泰涅斯特拉]你的孩子中又有谁会看着你,好让你亲近他们并杀死其中一个?
§1194ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι
[克吕泰涅斯特拉]你已经深思过这些了吗?
§1195μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;
[克吕泰涅斯特拉]还是说你只关心执掌王笏、统领军队?
[克吕泰涅斯特拉]你本应在阿耳戈斯人中说出一句公道的话:[克吕泰涅斯特拉]“阿开亚人啊,你们渴望扬帆前往弗里吉亚的土地吗?
§1198κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών.
[克吕泰涅斯特拉]用抽签决定谁的孩子应该死。
§1199ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον §1200σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν, §1201ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν, §1202οὗπερ τὸ πρᾶγμʼ ἦν.
” [克吕泰涅斯特拉]因为这才是公平的,而不是由你单独献出[克吕泰涅斯特拉]你自己的孩子作为特选的祭品献给达那俄斯人,[克吕泰涅斯特拉]或者应当由那个起因所属的梅涅拉俄斯,为了她的母亲而杀死赫耳弥俄涅。 [克吕泰涅斯特拉]这本就是他自己的事情。
νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸν §1203σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι, §1204ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδα §1205Σπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται.
然而现在,我这守护着你的[克吕泰涅斯特拉]床榻的人却要被夺走孩子,[克吕泰涅斯特拉]而那个犯下罪愆的女人,带着养育长大的女儿[克吕泰涅斯特拉]回到斯巴达,却要安享幸福。
§1206τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω· §1207εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς §1208τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.
[克吕泰涅斯特拉]在这些事上,如果我有说得不妥的地方,你就反驳我;[克吕泰涅斯特拉]但如果说得对,就千万不要杀死我们的女儿—— [克吕泰涅斯特拉]你和我的孩子,这样你才算明智。
§1209πιθοῦ.
[克吕泰涅斯特拉]听从我吧。
τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν, §1210Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν.
因为共同拯救孩子确实是件美好的事,[克吕泰涅斯特拉]阿伽门农;没有凡人会对此提出异议。