Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §1010-1086

皮拉得斯的归来与共同赴死的誓言

第 13 段,共 20 段 · 希腊语

内容简介

被判死刑的俄瑞斯忒斯在皮拉得斯的搀扶下回到厄勒克特拉身边,兄妹俩在确认彼此羁绊的同时,决意亲自动手结束生命。皮拉得斯拒绝在俄瑞斯忒斯死后独活,誓言与他们同生死。

§1010ας δολίοισι γάμοις·
……那诡诈的婚礼。
τὰ πανύστατα δʼ §1011εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε §1012δόμων πολυπόνοις ἀνάγκαις.
而在最后的最后,我家族的多灾多难的命运,降临到了我与我的父亲身上。
§1013καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει §1014ψήφῳ θανάτου κατακυρωθείς, §1014aὅ τε πιστότατος πάντων Πυλάδης, §1015ἰσάδελφος ἀνήρ, ἰθύνων §1016νοσερὸν κῶλον, §1017ποδὶ κηδοσύνῳ παράσειρος.
看啊,你的兄弟正朝这里走来,他已被判处死刑,还有众人中最忠诚的皮拉得斯,那位情同手足的男子,正搀扶着他病弱的身躯,用体贴的步伐在他身旁并肩而行。
§1018οἲ ἐγώ·
呜呼哀哉!
πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω, §1019ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
看着你站在坟墓前,我放声痛哭,哥哥啊,就在死者的柴堆前。
§1020οἲ ἐγὼ μάλʼ αὖθις·
呜呼哀哉,再次痛惜!
ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασιν §1021πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
当我亲眼看见你,这最后的容颜,我便魂飞魄散。
§1022οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόους §1023στέρξεις τὰ κρανθέντʼ;
你难道不能停止女人的哭诉,保持沉默,去承受已成定局的命运吗?
οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως §1024. §1025καὶ πῶς σιωπῶ;
这些固然可怜,但无论如何…… 我又怎能保持沉默?
φέγγος εἰσορᾶν θεοῦ §1026τόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα.
注视这神明的光芒,已不再属于我们这些不幸的人了。
§1027σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸς §1028τέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά.
你不要杀死我;这个不幸的人,在阿耳戈斯人的手下已经死得足够彻底了;且放过眼前的灾祸吧。
§1029ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου §1030θανάτου τʼ ἀώρου.
啊,俄瑞斯忒斯,你那可怜的青春,你那悲惨的命运,以及那夭折的死亡。
ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ.
在你不复存在的时候,你本该活下去。
§1031μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν, §1032ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν.
看在神明的份上,千万不要让我变得怯懦,不要通过勾起对灾祸的回忆将我引向泪水。
§1033θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά.
我们就要死了;面对灾祸,不可能不叹息。
§1034πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
因为对所有的凡人而言,自己宝贵的生命都是令人怜惜的。
§1035τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχους §1036ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.
今天是决定我们命运的日子;我们必须要么系起悬挂的绞索,要么亲手磨砺宝剑。
§1037σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ §1038ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.
那么,哥哥,你来杀死我吧,免得阿耳戈斯人杀死我,将阿伽门农的后代视作羞辱的目标。
§1039ἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ, §1040ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ.
母亲的血债对我而言已足够;我不杀你,但你须用自己的手,以你希望的方式死去。
§1041ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι.
谨遵此命;在你的宝剑面前,我绝不落后。
§1042ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.
只是我想用双手搂住你的脖颈。
§1043τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε §1044θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.
享受这空虚的慰藉吧,如果这能带来快乐,结伴走向死亡的人们,用双手彼此合抱。
§1045ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχων §1046τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
啊,最亲爱的人,你拥有你妹妹心中最渴望、最甜蜜的名字,并且与我同有一个灵魂!
§1047ἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλω §1048φιλότητι χειρῶν.
你真的要将我融化了;我也想用双手的温情来回报你。
τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας;
因为我这个不幸的人,如今还有什么好羞耻的呢?
§1049ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν, §1050τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους — §1051.
啊,妹妹的胸膛,啊,我亲爱的拥抱,这一切就代替了我们的子女和新婚的床榻!
§1052φεῦ·
呜呼!
§1052aπῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι §1053καὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα;
如果合乎神意,怎能让同一把宝剑将我们两人杀死,让那雪松木制的同一个棺木将我们收纳?
§1054ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλων §1055ὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου.
那将是最甜蜜的事;但你确实也看到了,我们是多么缺乏能让我们共用坟墓的朋友。
§1056οὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων, §1057Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;
难道他竟没有为你求情,完全无意让你免于一死,那个邪恶的墨涅拉俄斯,我父亲的背叛者?
§1058οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχων §1059τὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
他连看都不看一眼,只把希望寄托在他的王权上,唯恐救了自己的亲人。
§1060ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος §1061δράσαντε κατθανούμεθʼ ἀξιώτατα.
罢了,让我们做出高贵的举动,以最配得上阿伽门农之子的方式死去。
§1062κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει, §1063παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼν §1064ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
我将向这座城市证明我高贵的出身,用剑刺入我的肝脏;而你,也必须做出与我这大胆行径相称的事。
§1065Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς, §1066καὶ κατθανόντοιν εὖ περίστειλον δέμας §1067θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
皮拉得斯,请你做我们死亡的主持者,当我们死后,请将我们的遗体妥善包裹,送到我父亲的墓前,将我们合葬在一起。
§1068καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι.
再见了;如你所见,我这就去行那件事。
§1069ἐπίσχες.
且慢!
ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω, §1070εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.
首先,我对你有一点抱怨,那就是你竟以为在你死后,我还渴望苟活。
§1071τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα;
为什么我应该和你一起死?
§1072ἤρου;
你竟然问这个?
τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;
没有了你的友谊,活着还有什么意义?
§1073οὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας.
你并没有杀死你的母亲,像我这般不幸的人一样。
§1074σὺν σοί γε κοινῇ·
我是与你共同行动的!
ταὐτὰ καὶ πάσχειν με δεῖ.
因此我也必须承受相同的命运。
§1075ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.
把你的身体还给你的父亲,不要同我一起死。
§1076σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή, §1077καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
因为你还拥有你的城邦,而我却什么都没有了,你还有父亲的家业和巨大的财富港湾。
§1078γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης, §1079ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων· §1080σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών, §1081κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή.
至于婚姻,你虽然失去了这个不幸的女孩,我曾出于对友情之敬重而将她许配给你;但你应当另娶妻室、繁衍后代,因为你我之间的姻亲关系,如今已不复存在了。
§1082ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς, §1083χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν· §1084οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.
但是,啊,我那令人渴慕的友谊之伴侣,再见吧;因为对我们而言这已不复存在,但对你却不然;因为我们这些死者,已被剥夺了快乐。
§1085ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.
的确,你完全不了解我的决心。
§1086μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον,
愿这丰饶的大地不要接纳我的鲜血,

词汇与语法注释

  1. 1022οὐ σῖγʼ ἀφεῖσα ... στέρξεις — 否定词 οὐ 与将来时直陈语气(στέρξεις)以疑问句的形式结合,表达了强烈的命令(“停止哭泣,接受现实”)。不定过去时分词 ἀφεῖσα 在语义上隶属于该主动词。
  2. 1027σὺ μή μʼ ἀπόκτεινʼ — 此处的“杀”(ἀπόκτεινε)并非指物理上的杀害,而是比喻厄勒克特拉绝望的哀恸会动摇俄瑞斯忒斯的精神决心,令他备受折磨。
  3. 1052aπῶς ἂν ... κτάνοι — πῶς ἄν 与祈愿语气(κτάνοι)的结合,在形式上是疑问句,但实际上是表达难以实现或强烈的愿望(“但愿……”)的惯用表达。
  4. 1083χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο — 此处利用了离别赠言“再见/愿你快乐”(χαῖρε)的动词词源 χαίρω(快乐、高兴)的双关语义,指出“快乐(τοῦτο)对于走向死亡的我们已不复存在,但对于活着的你依然拥有”。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §1010-1086. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:1010-1086

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。