Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §912-1009

俄瑞斯忒斯自决的确定与家族诅咒的哀歌

第 12 段,共 20 段 · 希腊语

内容简介

在公民大会上,尽管一位正直的自耕农和俄瑞斯忒斯本人进行了辩护,但判处死刑(允许自决)的决定无法挽回。合唱队痛哭并追溯了佩洛普斯家族充满诅咒的悲惨历史。

§914ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις §915βάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους §916τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
他主张用乱石砸死俄瑞斯忒斯和你;而廷达瑞俄斯在暗中指使,对那个企图杀死你们的人授意如此说。
§917ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία, §918μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ, §919ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον, §920αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν — §921ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, §922ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον· §923ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος §924στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί, §925κακὴν γυναῖκα κἄθεον κατακτανών,
但另一个男人站起来,发表了与此相反的言论,他的容貌虽不俊美,却是个勇敢的男子,极少在城市和广场的中心露面,是个自耕农——唯有他们才是拯救国家的人—— 但他聪慧,愿意在辩论中正面迎击,为人正直,过着无可指责的生活;他主张应当为阿伽门农之子俄瑞斯忒斯戴上花冠,因为他甘愿为父复仇,杀死了一个邪恶而不敬神明的女人。
§926ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέρα §927μήτε στρατεύειν ἐκλιπόντα δώματα, §928εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι §929φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
他说,如果留守家中的人败坏家中的财物,玷污并凌辱男人们的床榻,那么男人们就既无法拿起武器,也无法离开家园去远征。
§930καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
对于正直的人来说,他的这番话似乎说得很对。
§931κοὐδεὶς ἔτʼ εἶπε.
接着便没有人再发言了。
σὸς δʼ ἐπῆλθε σύγγονος, §932ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι, §934ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ §935ἔκτεινα μητέρʼ.
你的兄弟走上前来,说道:“伊纳科斯土地的领有者啊,为了保护你们,丝毫不亚于为了我的父亲,我杀死了母亲。
εἰ γὰρ ἀρσένων φόνος §936ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν §937θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών· §938τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών.
因为如果杀害男子对女人而言是神圣合法的,那么你们很快就会走向死亡,否则就必须沦为女人的奴隶;这样你们就会做出与应该做的事情相反的行为。
§939νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸς §940τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ, §941ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν· §942ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.
现在,那个背叛了我父亲床榻的女人已经死了;但如果你们真的要杀死我,法律便不复存在,任何人都会很快面临死亡;因为这种胆大妄为的行为将层出不穷。
§943ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν.
然而,尽管他似乎说得句句在理,却未能说服群众。
§944νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων, §945ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.
而那个在集会中演说、主张杀死你和兄弟的邪恶男人最终获胜了。
§946μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖν §947τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ §948ὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίον §949σὺν σοί.
可怜的俄瑞斯忒斯好不容易才说服他们不要用乱石砸死自己;他承诺在今天,自己将亲自动手结束生命,与你一同死去。
πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο §950Πυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοι §951κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι §952πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
如今,皮拉得斯流着泪,正领着他离开公民大会;朋友们紧随其后,一路上痛哭,深表同情;而对你来说,一个痛苦的场景、悲惨的画面正在临近。
§953ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ· §954ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ §955οὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιος §956τρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν.
去准备好剑,或者套在脖子上的绳索吧;因为你必须离开这光明;你的高贵出身没有给你带来任何帮助,那坐在三脚架上的皮提亚的福玻斯也没有救你,反而毁灭了你。
§957ὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲς §958πρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ, §959ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
噢,不幸的少女啊,你是多么地沉默无言,将蒙着面纱的面容低垂向地面,仿佛即将陷入叹息与哀号之中。
§960κατάρχομαι στεναγμόν, ὦ Πελασγία, §961τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων, §962αἱματηρὸν ἄταν, §963κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸς §964νερτέρων Περσέφασσα καλλίπαις θεά.
我开始叹息,噢,佩拉斯戈斯的土地,用苍白的指甲抓破面颊,这是血腥的灾祸,并捶打着头部,这声音已被地底下的冥府女神、美丽的珀耳塞福涅所得。
§965ἰαχείτω δὲ γᾶ Κυκλωπία, §966σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον, §967πήματʼ οἴκων.
让独眼巨人的土地也发出哀号吧,用剃发的铁刃落在头上,为了家族的苦难。
§968ἔλεος ἔλεος ὅδʼ ἔρχεται §969τῶν θανουμένων ὕπερ, §970στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων.
哀怜啊,哀怜正向着那些即将死去的人们走来,他们曾是希腊的统帅。
§971βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων §972πρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοις §973ζῆλος ὤν ποτʼ οἴκοις· §974φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴς §975φοινία ψῆφος ἐν πολίταις.
因为去而不返了,佩洛普斯的所有子孙都已经消逝,那曾在幸福的家族中令人艳羡的荣耀也已离去;来自神明的嫉妒,以及公民之间充满敌意的血腥投票,夺走了这一切。
§976ἰὼ ἰώ, πανδάκρυτʼ ἐφαμέρων §977ἔθνη πολύπονα, λεύσσεθʼ, ὡς παρʼ ἐλπίδας §978μοῖρα βαίνει.
啊,啊,泪水流尽的、劳苦多多的朝生暮死的人类啊,看吧,命运如何出人意料地降临。
§979ἕτερα δʼ ἕτερος ἀμείβεται §980πήματʼ ἐν χρόνῳ μακρῷ· §981βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών.
在漫长的时光中,人们轮流承受着不同的苦难;凡人的一生全然不可预料。
§982μόλοιμι τὰν οὐρανοῦ §983μέσον χθονός τε τεταμέναν §983aαἰωρήμασι πέτραν, §983bἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι, §983cβῶλον ἐξ Ὀλύμπου, §984ἵνʼ ἐν θρήνοισιν ἀναβοάσω §985γέροντι πατρὶ Ταντάλῳ §986ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων, §987οἳ κατεῖδον ἄτας, §988ποτανὸν μὲν δίωγμα πώλων §989τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε §990πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον §991δικὼν ἐς οἶδμα πόντου, §992λευκοκύμοσιν §993πρὸς Γεραιστίαις §994ποντίων σάλων §994aᾐόσιν ἁρματεύσας.
但愿我能到达那天与地之间悬挂着的巨石,那被金色的锁链拉扯、在旋涡中飘浮的、来自奥林匹斯的泥土块,好让我能在悲歌中,向我家族的先祖、年迈的父亲坦塔罗斯大声哭诉,他们曾目睹了种种灾难:当佩洛普斯驾着四马战车在海面上疾驰,展开如飞的追逐时,他将惨遭杀害的缪尔提罗斯抛入大海的波涛之中,在白浪翻滚的盖赖斯托斯海岸的海浪边,驱车疾驰。
§995ὅθεν δόμοισι τοῖς ἐμοῖς §996ἦλθʼ ἀρὰ πολύστονος, §997λόχευμα ποιμνίοισι Μαιάδος τόκου, §998τὸ χρυσόμαλλον ἀρνὸς ὁπότʼ §999ἐγένετο τέρας ὀλοὸν ὀλοὸν §1000Ἀτρέος ἱπποβώτα· §1001ὅθεν Ἔρις τό τε πτερωτὸν §1002ἁλίου μετέβαλεν ἅρμα, §1003τὰν πρὸς ἑσπέραν κέλευθον §1004οὐρανοῦ προσαρμόσα- §1004aσα μονόπωλον ἐς Ἀῶ, §1005ἑπταπόρου τε δράμημα Πελειάδος §1006εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει, §1007τῶνδέ τʼ ἀμείβει θανάτους θανά- §1008των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστου §1009λέκτρα τε Κρήσσας Ἀερόπας δολί-
从此,我的家族便迎来了这带来无尽叹息的诅咒:当迈亚之子在牧群中接生,那长着金色羊毛的羊成为毁灭性的、可怕的怪异之物,降临在牧马的阿特柔斯那里;从此,不和女神改变了太阳有翼战车的运行,将通往西方天空的道路调整为朝着独马驾驭的曙光女神,而宙斯将七星昴宿的轨迹改向另一条道路,并用死亡来报复这些死亡,带来了以瑟厄斯忒斯命名的宴席,以及克里特女人埃罗珀那诡诈的床榻……

词汇与语法注释

  1. 915ὑπὸ δʼ ἔτεινε ... λόγους — 动词 ὑποτείνω(此处为未完成过去时)意为“在暗中指使、暗中建议、授意”。它支配与格 τῷ σφὼ κατακτείνοντι(“企图杀死你们的人”),表明廷达瑞俄斯在幕后暗中指使该发言人。
  2. 936οὐ φθάνοιτʼ ἔτʼ ἂν θνῄσκοντες — “φθάνω + 分词”的习惯用法,结合了否定词 οὐ 以及带 ἂν 的可能希求法,字面意思是“你们(在死这件事上)不会显得太早”,即起到强烈的警告作用:“你们立刻就会面临死亡”。
  3. 982μόλοιμι — 不带 εἴθε 或 εἰ γάρ 等愿望小词的希求法独立使用,表示强烈且可能实现的愿望(“但愿我能前往”)。这是合唱队歌开始时传统的愿望表达公式。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §912-1009. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:912-1009

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。