Humanitext Reader

欧里庇得斯 · 海伦 §994-1072

得奥诺埃的默许与海伦夫妇的逃脱计策

第 13 段,共 20 段 · 希腊语

内容简介

得奥诺埃决定遵循自己正义与虔敬的天性,选择保持沉默而不协助她的哥哥。在她退场后,海伦与墨涅拉俄斯谋划了一个逃脱计划:假称墨涅拉俄斯已死于海中,并以此要求一艘船来进行海上的模拟葬礼。

§994μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις, §995ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.
然而,更要顺从我的话,好使你行事公义,而我得以领回我的妻子。
§996ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους· §997οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
姑娘,裁决这些诉说的主权在于你;请如此判定,好使所有人都能满意。
§998ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι, §999φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς §1000οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν §1001δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
我天生虔敬,也愿如此行事,我爱惜自己,绝不愿玷污我父亲的名声,也不愿向我哥哥施予恩惠,如果这会让我显得声名狼藉。
§1002ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα §1003ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα §1004ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
在我的本性中,存有正义的伟大圣殿;既然我从涅柔斯那里继承了它,墨涅拉俄斯啊,我便会努力去守护它。
§1005Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν, §1006ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ §1007ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ· §1008πειράσομαι δὲ παρθένος μένειν ἀεί.
至于赫拉,既然她意图造福于你,我将投下赞成的一票;至于塞浦路斯神,愿她对我仁慈,但她与我毫无瓜葛,我将努力终身保持贞洁。
§1009ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί, §1010ἡμῖν ὅδʼ αὑτὸς μῦθος.
至于你在这座墓前对我父亲提出的谴责,我的看法完全一致。
ἀδικοίημεν ἄν, §1011εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων §1012ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.
如果我不归还她,我们将是在行不义之事;因为他若还活着并能看见,必会把她归还给你拥有,也把你归还给她。
§1013καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις §1014καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς §1015τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει §1016ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.
因为无论是对于阴间的死者,还是对于地上的所有人,这些事都有报应;死者的心智虽不再活着,但当它投入那不朽的以太之中,便拥有了永恒的意识。
§1017ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι §1018ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ §1019ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
因此,长话短说,我对我所蒙受的你们的恳求将保持沉默,并且绝不会成为我哥哥愚行的大臣。
§1020εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως, §1021ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
因为我虽然看似没有,但实际上是在造福于他—— 如果我使他从不敬神变得虔敬的话。
§1022αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε, §1023ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.
因此,你们自己去寻找某种出路吧,而我将退避一旁,保持沉默。
§1024ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε §1025τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν, §1026Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν §1027ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
你们要从诸神开始,祈求塞浦路斯神允许你返回祖国,并祈求赫拉对你和你丈夫所怀有的拯救之意能保持不变。
§1028σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω, §1029οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς.
而你,我那已故的父亲啊,只要在我的力量范围内,你绝不会被称为不敬神的人,而会被称为虔敬的人。
§1030οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς, §1031ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.
行不义之人从未获得真正的福祉,唯有在正义中,才有得救的希望。
§1032Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·
墨涅拉俄斯啊,就那位姑娘而言,我们已经安全了。
§1033τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ §1034κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
此后,你必须开动脑筋,共同制订出一个拯救的计划。
§1035ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας §1036καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
那么现在听我说:你在这座府邸里待了很久,与国王的仆人们朝夕相处。
§1037τί τοῦτʼ ἔλεξας;
你这话是什么意思?
ἐσφέρεις γὰρ ἐλπίδας §1038ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
你带给我的希望,好像你真的要为我们两人的共同利益做些有益的事似的。
§1039πείσειας ἄν τινʼ οἵτινες τετραζύγων §1040ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους;
你能说服那些驾驭四匹马战车的人,给我们一辆车吗?
§1041πείσαιμʼ ἄν·
我或许能说服他们。
ἀλλὰ τίνα φυγὴν φευξούμεθα §1042πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;
但是,我们该如何逃走呢,在对于这片平原和这野蛮人的土地一无所知的情况下?
§1043ἀδύνατον εἶπας.
你说的是不可能的事。
φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις §1044κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;
且慢,如果我躲进宫殿里,用这柄双刃剑刺死国王,那又如何?
§1045οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν §1046μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν.
他妹妹绝不会容忍你,也不会保持沉默,当你正要杀死她的亲生哥哥时。
§1047ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν §1048φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.
而且,也没有任何能让我们在逃亡中得救的船只;因为我们原本拥有的那一艘,已经被大海吞没了。
§1049ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
听着,或许女人也能说出一些聪明的话。
§1050βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
你是否愿意,虽然没死,却在名义上假装已经死去?
§1051κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν §1052ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
这诚然是不吉之兆;但如果能得益,我已准备好,虽然未死,却在名义上假装死去。
§1053καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα §1054κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
而且,我们将面那不敬神的国王,以妇人剪发的哀悼和哀歌来为你志哀。
§1055σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος;
但这于我们的得救有什么解救之策?
§1056παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.
因为这个计策确实有些陈腐了。
§1057ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ §1058θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
我将请求这片土地的统治者,为你举行衣冠冢之葬,借口说你已死于海中。
§1059καὶ δὴ παρεῖκεν·
假定他应允了。
εἶτα πῶς ἄνευ νεὼς §1060σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;
那么,没有船,我们又如何在你为我那虚无的身躯举行衣冠冢之葬时得救?
§1061δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι §1062κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
我将要求他赐予一艘渡船,好让我将为你送葬的供品投入大海的怀抱。
§1063ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς §1064θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.
想得真周到,唯独有一点:如果他命令你在陆地上举行葬礼,你的借口就起不到任何作用了。
§1065ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα §1066χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
但是,我们将声称在希腊并无此等习俗,即用陆土掩埋死于海中的人。
§1067τοῦτʼ αὖ κατορθοῖς·
这又被你说中了。
εἶτʼ ἐγὼ συμπλεύσομαι §1068καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
那么,我将一同乘船出海,在同一艘船上协同将供品投入海中。
§1069σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς §1070πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
你和那些从海难中幸存下来的你的船员们,最需要亲自在场。
§1071καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω, §1072ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
的确,只要我能得到一艘抛锚停泊的船,男人们就会一个挨着一个,手持宝剑并肩而立。

词汇与语法注释

  1. §996ἐν σοὶ βραβεύειν — 此处省略了类似 ἐν σοί ἐστι(“这取决于你”)的非人称表达,不定式 βραβεύειν 作为主语或补充语。另一种解构是将其视作命令性不定式(“去裁决吧!”)。此处采用前者,译为“裁决这些诉说的主权在于你”。
  2. §1015γνώμην δʼ ἔχει ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών — 由于主语是 ὁ νοῦς(阳性名词),分词 ἐμπεσών(阳性单数)与之保持一致。死者的“心智(νοῦς)”在肉体意义上虽不“活着”,但通过融入不朽的以太,它便拥有了“永恒的意识(γνώμη)”。这反映了当时灵魂回归以太的观念。
  3. §1020εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως — 分词 οὐ δοκοῦσα 具有让步含义(“虽然看似并不如此”)。条件从句 εἰ τίθημι 作为现在事实的简单条件,暗示“如果我(事实上正通过使他摆脱不敬而)使他变得虔敬的话”。
  4. §1043ἀδύνατον εἶπας — 根据抄本中的分段号(paragraphos),发言者在此处由墨涅拉俄斯转为海伦。海伦否决了墨涅拉俄斯此前关于陆路逃亡的提议(“这是不可能的事”),接着墨涅拉俄斯自“φέρε, τί δʼ, εἰ...”起提出了另一个计划(暗杀国王)。这体现了单句台词间的快速轮换。

引用这一段

欧里庇得斯, 海伦 §994-1072. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:994-1072

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。