Humanitext Reader

欧里庇得斯 · 海伦 §1073-1166

脱出计划的祈祷与歌队叹咏战争的虚妄

第 14 段,共 20 段 · 希腊语

内容简介

海伦和墨涅拉俄斯商定了假报死讯的脱出计划,向女神祈祷后海伦步入宫殿。歌队哀叹战争的虚无、命运的无常与神明不可捉摸的本性,随后国王忒俄克吕墨诺斯登场。

§1073σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον §1074λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
你必须差配一切;但愿只有送行的顺风吹拂着风帆,以及船只的顺利航行。
§1075ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
必会如此;因为神明们将结束我的劳苦。
§1076ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
不过,你打算说,你从谁那里听到了我的死讯?
§1077σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον §1078Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
从你;并且你要坚称自己是唯一逃脱死亡的人,曾与阿特柔斯之子一同航行,并亲眼目睹他死去。
§1079καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη §1080ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.
确实,我身上裹着的这些襤褸将共同作证,证明那是海难的残骸。
§1081ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
它们来得正是时候,尽管当时它们不合时宜地失去了。
§1082τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
那种悲惨的境遇或许能转变为幸运。
§1083πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ §1084ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
我是应该和你一起进屋,还是我们在这座墓前静静地坐着?
§1085αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, §1086τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
留在这里;因为即使他对你做出任何不轨之举,这座坟墓和你的剑也能保护你。
§1087ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ §1088πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι §1089παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.
而我,进屋之后将剪断我的发绺,将白色的衣袍换成黑色的,并且用指甲在我的双颊上留下血迹。
§1090μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς· §1091ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη, §1092ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
因为这是一场伟大的战斗,我看到了两个天平的倾斜:如果我的计谋被识破,我必死无疑,否则我将回到祖国并救出你的身体。
§1093ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις §1094Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων, §1095αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν §1096ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
喔,在宙斯的卧榻上陪伴他的尊贵的赫拉啊,请将两个可怜的人从痛苦中解救出来,我们向着你居住在星辰点缀的天空挺直双臂进行恳求。
§1097σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ, §1098κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.
还有你,因我的婚礼而获得美貌声誉的狄俄涅之女塞浦路斯神啊,请不要毁灭我。
§1099ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος §1100τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.
你以前在蛮族中只提供我的名字而非身体来侮辱我,这侮辱已经足够了。
§1101θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις, §1102ἐν γῇ πατρῴᾳ.
如果你想要杀死我,请让我死在祖国的土地上。
τί ποτʼ ἄπληστος εἶ κακῶν, §1103ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα §1104ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;
你为何对灾祸永不满足,总是操弄着恋爱、欺骗、诡计以及使家庭血流成河的迷药?
§1105εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν §1106πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
如果你行事温和,在其他方面你天生就是神明中对凡人最甜蜜的存在;我绝不否认这一点。
§1107σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις §1108μουσεῖα καὶ θάκους ἐνί- §1109ζουσαν ἀναβοάσω, §1110σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν §1111ἀηδόνα δακρυόεσσαν, §1111aἔλθʼ ὦ διὰ ξουθᾶν §1112γενύων ἐλελιζομένα §1113θρήνων ἐμοὶ ξυνεργός, §1114Ἑλένας μελέας πόνους §1115τὸν Ἰλιάδων τʼ ἀει- §1115aδούσᾳ δακρυόεντα πότμον §1116Ἀχαιῶν ὑπὸ λόγχαις·
待在绿树成荫的峡谷中,坐在音乐之座上的鸟儿啊,我向你呼唤,你这最擅长歌唱的鸣禽,哀伤的夜莺啊;来吧,用你那浅黄色的喉咙颤动着,成为我哀歌的同伴,歌唱可怜的海伦的痛苦以及在阿开亚人的长枪下特洛伊妇女们流泪的命运。
§1117ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ §1118ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων §1119Λακεδαίμονος ἄπο λέχεα §1120σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος §1121πομπαῖσιν Ἀφροδίτας.
当野蛮人的桨划过波涛汹涌的海面时,当他来临、来临之时,从拉刻代蒙带来了给普里阿摩斯子孙的悲惨卧榻—— 也就是你的卧榻,海伦啊,在阿佛洛狄忒的引导下,带来不幸婚姻的帕里斯。
§1122πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις §1123ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι- §1124δαν μέλεον ἔχουσιν, §1125ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν· §1126ἄνυμφα δὲ μέλαθρα κεῖται·
许多阿开亚人在长枪和落石的袭击下丧生,堕入悲惨的哈迪斯,让他们不幸的妻子剪去头发;新房里没有了新娘。
§1126aπολλοὺς δὲ πυρσεύσας §1127φλογερὸν σέλας ἀμφιρύταν §1128Εὔβοιαν εἷλʼ Ἀχαιῶν §1129μονόκωπος ἀνήρ, πέτραις §1129aΚαφηρίσιν ἐμβαλὼν §1130Αἰγαίαις τʼ ἐνάλοις δόλιον §1131ἀκταῖς ἀστέρα λάμψας.
还有许多人,被一个操独桨船的男人毁灭,他在四周环海的优卑亚岛燃起熊熊的烽火,将他们引向卡斐里安的礁石以及爱琴海的波涛中,闪烁着诡诈的伪装之星。
§1132ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ, §1133ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς §1134γέρας, οὐ γέρας ἀλλʼ ἔριν, §1135Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων, §1136εἴδωλον ἱερὸν Ἥρας.
当暴风雨的狂风吹向没有港口的海湾和马勒亚山脉,当他远离祖国疾驰,在船上载着给达那奥斯人的不是奖赏,而是争端,墨涅拉俄斯带着野蛮人远征的战利品,那是赫拉塑造的圣洁幻影。
§1137ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον, §1138τίς φησʼ ἐρευνήσας βροτῶν §1139μακρότατον πέρας εὑρεῖν
什么是神,什么不是神,或者介于两者之间的是什么,凡人中有谁能说他通过探寻找到了最遥远的界限?
§1140ὃς τὰ θεῶν ἐσορᾷ §1141δεῦρο καὶ αὖθις ἐκεῖσε §1142καὶ πάλιν ἀντιλόγοις §1143πηδῶντʼ ἀνελπίστοις τύχαις;
当他看到神明的事情在这里和那里再次跳跃着处于无法预料且自相矛盾的命运之中。
§1144σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ· §1145πτανὸς γὰρ ἐν κόλποις σε Λή- §1146δας ἐτέκνωσε πατήρ.
海伦啊,你天生就是宙斯的女儿;因为长着羽翼的父亲在勒达的怀抱中孕育了你。
§1147κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν §1148προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω §1149τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς· §1150τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον.
然而在整个希腊,你被谴责为背叛、不信、不公、不敬的叛徒;我不知道凡人之中还有什么事情是明朗的,但我发现神明的话语才是真理。
§1151ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ §1152λόγχαισί τʼ ἀλκαίου δορὸς §1153κτᾶσθε, πόνους ἀμαθῶς θνα- §1154τῶν καταπαυόμενοι·
愚蠢的人啊,你们企图通过战争和强健的长枪之刃来获取美德,愚蠢地试图以此结束凡人的劳苦。
§1155εἰ γὰρ ἅμιλλα κρινεῖ νιν §1156αἵματος, οὔποτʼ ἔρις §1157λείψει κατʼ ἀνθρώπων πόλεις·
因为如果流血的争斗能决定一切,争端将永远不会离开人类的城市。
§1158ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους, §1159ἐξὸν διορθῶσαι λόγοις §1160σὰν ἔριν, ὦ Ἑλένα.
借此他们得到了普里阿摩斯土地的墓穴,尽管本可以用言语来解决围绕你的争端,海伦啊。
§1161νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω, §1162τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ, §1163ἐπὶ δὲ πάθεα πάθεσι φέρεις §1164ἀθλίοις συμφοραῖς αἰλίνοις.
但现在,有些人归于地下的哈迪斯掌管,城墙像宙斯的烈焰般被大火吞噬,而你却在悲惨、哀伤的境遇中承受着重重苦难。
§1165ὦ χαῖρε, πατρὸς μνῆμʼ·
喔,再会了,我父亲的坟墓!
ἐπʼ ἐξόδοισι γὰρ §1166ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·
因为在出口处我埋葬了你,普罗透斯,为了我的问候。

词汇与语法注释

  1. 1077σοῦ — 修饰第1076行中省略的分词“πεπυσμένη”(“听说”)的源泉属格。后续不定式“διαφυγεῖν”的语义主语应补出为单数宾格“σέ”(指墨涅拉俄斯)。
  2. 1081ἐς καιρὸν ἦλθε — 该动词的主语是前一行中墨涅拉俄斯提到的“τάδε ... ῥάκη”(“这些破烂衣服”)。指他身上破烂的衣服如今恰好成了他们逃跑计划中极其有用的证据,具有戏剧性的讽刺效果。
  3. 1105εἰ δʼ ἦσθα μετρία — 条件从句中使用了未完成过去直陈式“ἦσθα”,表示对现在或一般状态的非真实条件假设:“如果你曾是温和中庸的”。
  4. 1137ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον — 作不定式“εὑρεῖν”(“发现”)直接宾语的间接疑问从句。“ὅ τι”是中性主格间接疑问代词。
  5. 1151ἄφρονες ὅσοι — 省略了系动词“εἰσίν”的感叹句,由关系代词“ὅσοι”引导的从句充当主语,意为“凡是……的人都是愚蠢的”。

引用这一段

欧里庇得斯, 海伦 §1073-1166. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:1073-1166

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。