Humanitext Reader

欧里庇得斯 · 海伦 §919-993

海伦与墨涅拉俄斯向提奥诺厄求告

第 12 段,共 20 段 · 希腊语

内容简介

海伦试图通过阐明归国后自身清白的证明显现,以及呼吁其效法正直的父亲来劝说提奥诺厄;而墨涅拉俄斯则拒绝流泪,毅然要求正义,并宣称若遭拒绝,将决意进行决斗,或在墓前与妻子殉情。

§919εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη §920τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς, §921τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν, §922αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι, §923τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
但是,如果你作为女预言家和执掌神圣事务的人,却践踏了你父亲的正义,而去成全你那不义的哥哥,那你虽对诸神之事——不论是现在还是未来的事——了如指掌,却唯独不懂得正义,这实在是可耻的。
§924τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς, §925ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·
求你将我这陷于重重灾祸的可怜之人救出,就当这是命运额外施舍的恩惠。
§926Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν· §927ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν §928πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
因为凡人中没有谁不痛恨海伦;我在整个希腊都被传为背叛了丈夫、住进弗里吉亚人那黄金充裕的宫殿里的人。
§929ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν, §930κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν §931ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων, §932πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ, §933ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ, §934τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν §935ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
但如果我回到希腊,再次踏上斯巴达,当他们听说并看到他们因诸神的权谋而灭亡、而我其实并非亲友的叛徒时,他们便会再次将我迎回贞洁的声誉中,我便能为那如今无人肯娶的女儿备办嫁妆,告别这里辛酸的漂泊,享受家中的财富。
§936κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη, §937πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων· §938νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;
倘若他已死去、在火葬柴堆上被屠戮,我自当在远方伴着泪水怀念逝去的他;可如今他明明还活着、已经获救,我却要被夺走他吗?
§939μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε· §940δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
千万不要这样,姑娘,我向你恳求:请施予我这恩惠,效法你那正直父亲的德行。
§941πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε §942κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς §943ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
因为对于儿女来说,这是最美好的荣耀:一个出身于优秀父亲的人,能够达到与父母相同的德行。
§944οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι, §945οἰκτρὰ δὲ καὶ σύ.
刚才所说的这些话固然可怜,你也很可怜。
τοὺς δὲ Μενέλεω ποθῶ §946λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
但我渴望听到墨涅拉俄斯,为了他自己的性命,会说出怎样的话来。
§947ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ §948οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν §949δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
我绝不忍向你屈膝哀求,也不愿眼中流下泪水;因为我们若变得懦弱,那将是对特洛伊最大的羞辱。
§950καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς §951ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.
虽说人们常道,高贵之人在遭遇不幸时眼流泪水是自然之事。
§952ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε, §953αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.
但如果这就是所谓的“高尚”——哪怕它确实高尚—— 我也决不选择它而舍弃英勇。
§954ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον §955ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν, §956ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ, §957ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις §958ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
所以,如果你认为理应去救一个正当地寻求领回妻子的异邦男子,那就请归还她,并救我一命;但如果你不这么认为,我不过是再次陷入——非自今日始,而是早已多次经历的—— 悲惨境地,而你却将被世人看作一个邪恶的女人。
§959ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα §960καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται, §961λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ· §962ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
而那些我认为配得上我、且合乎正义,也最能打动你心扉的话,我将在你父亲的墓前,怀着渴望对他说: “噢,居住在这石墓之中的老人,请归还吧!
§963ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε, §964ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
我向你索回我的妻子,她是宙斯送到这里让你代我保管的。
§965οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών· §966ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον §967οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον §968κακῶς ἀκοῦσαι·
” 我知道你已死,决不可能亲自将她还给我;但是你这身边的女儿,必不忍见她那从冥府被唤醒的、曾享有极高声誉的父亲,遭受恶名。
κυρία γάρ ἐστι νῦν.
因为如今做主的人正是她。
§969ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ, §970ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα §971πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις· §972ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν, §973ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον §974κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.
“地下的哈迪斯啊,我也召唤你做我的盟友,你曾因这个女人的缘故,收容了无数倒在我剑下的躯体,你已经得到了你的酬劳;现在,要么让那些人重新复活归来,要么迫使这位虔敬父亲的女儿,显示出超越常人的德行,归还我的妻子。
§975εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε, §976ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
” 但如果你们要强夺我的妻子,我便要说出她刚才对你说话时所遗漏的内容。
§977ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε, §978πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ §979κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν·
姑娘,你且听着,我们已经立下了誓言:首先,我要与你的哥哥决一死战,不是他死就是我亡。
ἁπλοῦς λόγος.
这话十分简单。
§980ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί, §981λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ, §982κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν §983πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε §984τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ §985τάφου καταστάζωσι·
但如果他不敢与我交锋,却想用饥饿来困死在墓前求助的我们两人,那外,我便决意杀死这妇人,然后将这柄双刃剑刺入我自己的肝脏,就在这坟墓之脊上,让鲜血一滴滴洒在这墓上。
κεισόμεσθα δὲ §986νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ, §987ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
我们两具尸首将并排躺在这光洁的墓冢之上,这将给你带来永恒的痛苦,也给你父亲带来耻辱。
§988οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν §989οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι, §990εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.
因为无论是你的哥哥,还是其他任何人,都别想娶她;我将带她走—— 如果我们不能一同回家,那就一同走向死亡。
§991τί ταῦτα;
何必多言?
δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος §992ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
若像女人一样流泪,我也不过是显得可怜,而非勇于行动。
§993κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
要杀就杀吧,如果你想这么做;因为你杀死的绝非没有名誉之人。

词汇与语法注释

  1. 931οὐκ ἄρʼ ἦ — 未完成过去时 ἦ(ἦν)与语气词 ἄra 连用,表示说话者在当下对一直存在的事实有了新的认识和惊讶(imperfect of recognition),译作“原来我其实并不是……”。
  2. 936-937κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη, / πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων — 虚拟语气条件句。条件从句使用 καὶ εἰ(κεἰ)搭配直说语气过去不定时(κατεσφάγη),主句使用 ἄν 搭配直说语气未完成过去时(ἠγάπων),表示与过去事实相反的假设,以及“我当时(到如今)仍会怀念”的持续状态。
  3. 973κρείσσω φανεῖσαν — 宾格阴性单数分词,修饰命令动词 ἀνάγκασον 的宾语 τήνδε(指提奥诺厄),同时作为不定式 ἀποδοῦναι 的逻辑主语,意为“(迫使她)展现出超越常人(或其父兄)的德行后(去归还)”。

引用这一段

欧里庇得斯, 海伦 §919-993. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:919-993

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。