Humanitext Reader

欧里庇得斯 · 海伦 §599-685b

幻象消逝的消息与夫妻的真正重聚

第 8 段,共 20 段 · 希腊语

内容简介

使者带来海伦的幻象已飞天消逝并宣告其无辜的讯息,使门纳劳斯终于确信眼前的海伦才是其真身。夫妻热泪重逢并共享喜悦,海伦随即开始向丈夫叙述自己如何因神明的操弄而被送往埃及。

§599πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
使者:我是受那被留下的同伴们所派遣而来的。
§600τί δʼ ἔστιν;
门纳劳斯:发生何事?
οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;
莫非你们被蛮族洗劫了?
§601θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.
使者:这是一件奇迹,其事实甚至超越了言语的表述。
§602λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
门纳劳斯:说吧;因为你如此匆忙,定是带来了什么新消息。
§603λέγω πόνους σε μυρίους τλῆναι μάτην.
使者:我要说的是,您徒然承受了无数的艰辛。
§604παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;
门纳劳斯:你这是在哀叹过去的苦难;你究竟要宣告什么?
§605βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς §606ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται §607λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν, §608τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες §609πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις §610ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε, §611δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.
使者:您的妻子已飞向了以太的深处,腾空而起,消逝不见;她被隐藏在天空中,离开了我们曾经保护她的那座神圣洞穴,留下了这些话:“噢,不幸的弗里吉亚人们,以及所有阿开亚人啊,为了我,在斯卡曼德罗斯的岸边,因赫拉的诡计,你们白白送命,以为帕里斯占有了并不在手里的海伦。
§612ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν, §613τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν §614ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς §615ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
而我,既然已停留了应停留的时间,履行了命运的安排,如今将回到天上的父亲那里;至于那不幸的廷达瑞俄斯之女,毫无罪过却徒然承受了恶名。
§616ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;
” 使者:噢,向您问候,勒达的女儿,原来您竟在这里?
§617ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς §618ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον §619δέμας φοροίης.
而我本已宣告您去往了星辰的深处,竟不知您拥有一具有翼之躯。
οὐκ ἐῶ σε κερτομεῖν §620ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ §621πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
门纳劳斯:我不容许你再次这样戏弄我们,你在伊利翁已给你的丈夫与盟友带来了足够多的苦难。
§622τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι §623οἱ τῆσδʼ ἀληθεῖς.
门纳劳斯:这就是那件事了;这个女人的话语确实被证实是真的。
ὦ ποθεινὸς ἡμέρα, §624ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
噢,令人渴望的日子,竟让我得以将你拥入怀中!
§625ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος §626παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
海伦:噢,最亲爱的男子梅内劳斯啊,时间虽已过去许久,但喜悦如今终于到来。
§627ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι, §628περί τʼ ἐπέτασα χέρα §629φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
朋友们,我欣然迎回了我的丈夫,并将我温存的双臂在那漫长而明亮的光芒之中拥抱着他。
§630κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων §631οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
门纳劳斯:我也同样拥抱着你;在别离中我有千言万语,却不知如今该先从哪一句说起。
§632γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας §633ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω, §634περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν, §635ὦ πόσις, ὡς λάβω.
海伦:我满心欢喜,头上的发丝似乎也因激动而飞扬,泪水夺眶而出,我将双臂环绕你的身体,只为抱紧这份喜悦,我的丈夫。
§636ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην· §637ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ, §638ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι §640ξυνομαίμονες ὤλβισαν ὤλβισαν §641τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ §642πρὸς ἄλλαν ἐλαύνει §643θεὸς συμφορὰν τᾶσδε κρείσσω.
门纳劳斯:噢,最亲颜容,我了无遗憾;我终于拥有了宙斯与勒达所生的妻子,曾经,在婚礼的火炬之下,那骑着白马的同胞兄弟,曾为她祝福,祝福在往昔,但神却将你与我的家园分离,驱策你走向另一个甚至比这更甚的灾难。
§644τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν §645χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας.
海伦:但恶事转为了善终,将你我重新维系,你那阔别已久的妻子;但愿我们今后能安享命运。
§646ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι· §647δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ.
门纳劳斯:但愿你确能享此福分;我亦如此祈愿;因为两人同行,绝不会一人不幸而另一人安好。
§648φίλαι φίλαι, τὰ πάρος οὐκέτι §649στένομεν οὐδʼ ἀλγῶ.
海伦:朋友们,朋友们,过去的事我们不再叹息,我也不再感到痛苦。
§650πόσιν ἐμὸν ἔχομεν ὃν §651ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
我已拥有了我的丈夫,我曾等待他多年,盼他从特洛伊归来。
§652ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους §653μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
门纳劳斯:你拥有了我,而我也拥有了你;历经了艰难的无数岁月,我终于觉察到了女神的作为。
§654ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει §655χάριτος ἢ λύπας.
海伦:而我喜悦的泪水,其中含有的恩惠多于悲伤。
§656τί φῶ;
门纳劳斯:我该说什么?
τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;
世人中有谁曾敢对此抱有期盼?
§657ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
意想不到地,我竟将你拥入怀中。
§658κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν §659μολεῖν Ἰλίου τε μελέους πύργους.
海伦:我也抱紧您,您曾被认为已前往了伊达的城市与伊利翁那些悲惨的城楼。
§660πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
门纳劳斯:凭神明起誓,你究竟是如何被从我的家中送走的?
§661ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις, §662ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν.
海伦:唉,唉,您正步入那痛苦的开端;唉,唉,您正在探寻那令人痛苦的传言。
§663λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.
门纳劳斯:说吧;因为神明所赐予的一切都应当被聆听。
§664ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.
海伦:我唾弃那话语,我即将说出的究竟是怎样的一番经历。
§665ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
门纳劳斯:即便如此也请说出来;因为聆听往昔的劳苦是件甜蜜的事。
§666οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία §667πετομένας κώπας, §668πετομένου δʼ ἔρωτος ἀδίκων γάμων §669τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
海伦:并不是乘坐着飞桨前往蛮族青年的床榻,也不是因为那不义婚姻所带来的飞逝之爱—— 门纳劳斯:那么,究竟是哪位神明或命运将你从祖国夺走的?
§670ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ §671ἐπέλασεν Νείλῳ.
海伦:宙斯的,宙斯的儿子,我的丈夫啊,将我带到了尼罗河畔。
§672θαυμαστά·
门纳劳斯:奇闻!
τοῦ πέμψαντος;
是谁派遣他的?
ὦ δεινοὶ λόγοι.
真是可怕的故事。
§673κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω §674δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.
海伦:我痛哭流涕,泪水打湿了眼睑;宙斯的妻子将我毁掉了。
§675Ἥρα;
门纳劳斯:赫拉吗?
τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
她想给我们两人增加什么灾祸?
§676ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν, §677ἵνα θεαὶ μορφὰν §678ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
海伦:哀叹我的灾难,那些沐浴与泉水,女神们曾在那里净洗她们的身姿,而裁判正是由那发端的。
§679τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν —;
门纳劳斯:赫拉就是为了那场裁判,才将这些灾难降于你身吗?
§680Πάριν ὡς ἀφέλοιτο — §680bπῶς;
海伦:为了不让帕里斯得到我—— 门纳劳斯:如何做到的?
αὔδα.
说出来。
§681Κύπρις ᾧ μʼ ἐπένευσεν — §681bὦ τλᾶμον.
海伦:塞浦路斯神曾将我许诺给他—— 门纳劳斯:噢,不幸的人。
§682τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.
海伦:不幸啊,不幸;她就是这样将我带到了埃及。
§683εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
门纳劳斯:所以她才用那幻影作为替代,正如我从你这听到的那样。
§684τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ- §685τερ, οἲ ʼγώ.
海伦:还有在您的家宅中所受的苦难、苦难,母亲啊,哀哉,我命!
§685bτί φῄς;
门纳劳斯:你说了什么?

词汇与语法注释

  1. 611δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν — 不定式 ἔχειν 的逻辑主语是宾格的 Πάριν,而其宾语是 Ἑλένην。宾格分词 ἔχοντʼ(即 ἔχοντα)修饰 Πάριν。整句意为“以为(δοκοῦντες)帕里斯(Πάριν)占有了(ἔχειν)海伦(Ἑλένην),尽管他实际上并未占有她(οὐκ ἔχονta)”。多重宾格的叠用以及元音省略使得句法关系较为复杂。
  2. 638ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι — 关系代词 ἅν(多利亚方言中的宾格单数阴性,相当于雅典方言的 ἥν)其先行词是第637行的“妻子”或“床榻(λέκτρα)”。主语是 κόροι λεύκιπποι ξυνομαίμονες(“骑白马的同胞兄弟”),指代海伦的孪生兄弟卡斯托耳和波吕丢克斯。
  3. 664ἀπέπτυσα μὲν λόγον — 直陈式不定过去时 ἀπέπτυσα(直译为“我吐了口水”)是戏剧(瞬间)不定过去时(dramatic aorist),用来表达说话者此时此刻所感受到的强烈厌恶与排斥。在时间上应译为现在时:“我唾弃(连回想都觉得厌恶的)话语”。
  4. 666οὐκ ἐπὶ βαρβάρου λέκτρα — 此句(第666-668行)省略了主动词,需从上下文补充“我并非被带走”或“我未曾去往”等表示被夺或移动的语境。这部分作为铺垫,引出了第669行门纳劳斯的提问:“是哪位神明将你夺走的?”

引用这一段

欧里庇得斯, 海伦 §599-685b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:599-685b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。