§520ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον §521τρυχόμενος οὔπω λιμένων §522ψαύσειεν πατρίας γᾶς, §523ἀλατείᾳ βιότου §524ταλαίφρων, ἄφιλος φίλων, §525παντοδαπᾶς ἐπὶ γᾶς πόδα §526χριμπτόμενος εἰναλίῳ §527κώπᾳ Τρῳάδος ἐκ γᾶς.
「但他仍可能在海浪之上」「遭受折磨,尚未」「触及祖国的港湾,」「在放逐的生活中」「备受煎熬,失去了朋友和亲人,」「双足踏上各种土地,」「伴随着海上的」「船桨,自特洛伊之地而来。
§528ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν §529στείχω, μαθοῦσα Θεονόης φίλους λόγους, §530ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει §531πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν, §532πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα §533ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις, §534ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος.
」我再次回到了这座陵墓的座前,「得知了忒俄诺埃善意的言语,」「她确实知晓一切真相;她说我的丈夫仍在人世,」「正注视着太阳的光芒,」「经历了无数海峡的航行,四处漂泊,」「在放逐中历经磨炼,」「当他苦难终结之时,必将归来。
§535ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
」「但有一件事她没有说明:他归来时是否能平安脱险。
」「而我却没能把这问个明白就离开了,」「因为听到她说他已经得救,我便满心欢喜。
」「她说他就在这片土地的附近,」「作为遇难者与少数朋友一同搁浅。
§540ὤμοι, πόθʼ ἥξεις;
」「唉,你何时能归来?
ὡς ποθεινὸς ἂν μόλοις.
你是多么令人渴望归来啊。
§541ἔα, τίς οὗτος;
」「呀! 这是谁?
οὔ τί που κρυπτεύομαι §542Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
我难道不是正遭到」「那不敬神的普罗透斯之子的阴谋伏击吗?
ἄγριος δέ τις §545μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
而这个男人的外貌」「如此野蛮,他正试图捕获我。
§546σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην §547τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας, §548μεῖνον· τί φεύγεις;
」「你这正以惊人的势头,」「奔向陵墓的基石与祭坛柱子的人,」「停下;你为何逃跑?
ὡς δέμας δείξασα σὸν §549ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
因为你展现出的身姿」「令我们惊愕万分,哑口无言。
§550ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ §551τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει §552δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
」「妇女们啊,我遭到了不公的对待;因为我被这男子」「阻挡在陵墓之外,他抓住我,企图」「把我交给我曾逃避其婚约的僭主。
§553οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
」「梅内劳斯:我们并非盗贼,也不是恶徒的帮凶。
§554καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.
」「然而你的身上却穿着破烂不堪的衣服。
§555στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
」「停下你轻捷的脚步,放下恐惧。
§556ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.
」「我停下了,因为我确实触碰到了这个地方。
§557τίς εἶ;
」「你是谁?
τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;
女郎啊,我所注视的是怎样的容貌?
§558σὺ δʼ εἶ τίς;
」「你又是谁?
αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
因为同样的问题也困扰着你和我。
§559οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.
」「我从未见过如此相似的身姿。
§560ὦ θεοί·
」「神啊!
θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
因为认出挚爱之人,这本身就是神迹。
§561Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;
」「你是希腊女子,还是本地的女人?
§562Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
」「我是希腊人;但我也想知道你的身世。
§563Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.
」「女郎啊,我见你确实与海伦极其相似。
§564ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.
」「而我见你与梅内劳斯相似;我不知该说什么好。
§565ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
」「你确实正确地认出了一个最不幸的人。
§566ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
」「啊,历经久远,你终于来到了你妻子的怀抱中。
§567ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
」「什么妻子? 不要碰我的衣服。
§568ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
」「我的父亲廷达瑞俄斯所许配给你的妻子。
§569ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.
」「噢,带来光明的赫卡特啊,请降下仁慈的幻象吧。
§570οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς.
」「你看到的并不是夜间出没的埃诺迪亚的侍从。
§571οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.
」「我绝非生来要做两个女人的丈夫。
§572ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
」「那你又是哪张别处的床榻的主人呢?
§573ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
」「那个被洞穴隐匿、我从弗里吉亚带回的女人。
§574οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.
」「除了我,没有别的女人是你的妻子。
§575οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;
」「莫非我的神智清醒,而我的眼睛却病了?
§576οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;
」「难道你看着我,却不觉得是在看你的妻子吗?
§577τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.
」「身形虽相似,但眼前的确凿事实却剥夺了我的确信。
§578σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;
」「好好看;你还缺少什么? 谁又比你更聪慧?
§579ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.
」「你确实像她;这一点我绝不否认。
§580τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα;
」「那么,除了你自己的眼睛,还有谁能教导你呢?
§581ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.
」「我们的眼睛正是病在这里,因为我已另有妻子。
§582οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.
」「我并未前往特洛伊,那不过是个幻影。
§583καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;
」「又是谁能制造出具有生气的身躯呢?
§584αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.
」「是天神创造的以太,使你得到了由神铸造的妻子。
§585τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
」「是哪位神明塑造的? 你所说的话真令人难以置信。
§586Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.
」「是赫拉,作为替代品,为了不让帕里斯夺走我。
§587πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα;
」「那你又怎能既在这里,又同时在特洛伊呢?
§588τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.
」「名字可以同时存在于多处,但身躯却不行。
§589μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
」「放开我,我已经带着足够的痛苦来到这里。
§590λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;
」「难道你要抛弃我们,带走那空虚的床榻吗?
§591καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.
」「别了,只因你与海伦长得相似。
§592ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.
」「我彻底完了;明明抓住了你,却不能得到你做丈夫。
§593τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.
」「那边的重重苦难说服了我,而你不能。
§594οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;
」「哀哉! 我们当中谁变得更为悲惨?
」「我最爱的人抛弃了我,我将永远无法」「回到希腊人那里,也无法回到我的祖国。