Humanitext Reader

欧里庇得斯 · 在陶里人那里的伊菲革涅亚 §565-639

寄信的提议与俄瑞斯忒斯舍身代友

第 7 段,共 17 段 · 希腊语

内容简介

伊菲革涅亚提议以向希腊送信为条件释放两名异乡人中的一个。俄瑞斯忒斯选择牺牲自己以救下皮拉得斯,随后两人就死后的安葬事宜展开了交谈。

§565τάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. §566κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
[伊菲革涅亚]:可怜的是那个姑娘,以及杀死她的父亲。
§567ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός;
[俄瑞斯忒斯]:为了一个恶毒女人的缘故,作为无报的恩惠,她毁灭了。
§568ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
[伊菲革涅亚]:那么,死去的父亲的儿子还在阿耳戈斯吗?
§569ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα.
[俄瑞斯忒斯]:在,确实很不幸,既无处安身,又无处不在。
§570οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοι §571πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
[伊菲革涅亚]:虚假的梦啊,再见吧,你们终究什么都不是。
§572πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι §573κἀν τοῖς βροτείοις·
[俄瑞斯忒斯]:即使是那些被称为明智的神明,也不比有翼的梦境更真实。
ἓν δὲ λυπεῖται μόνον, §574ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
无论在神界还是在人界,都有许多混乱。
§575ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν. §576φεῦ φεῦ·
但只有一件事令人痛苦:当一个并非愚蠢的人,因相信了预言家的话而毁灭——正如他在知情者的眼中确实已经毁灭一样。
τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες;
[歌队]:唉,唉!
§577ἆρʼ εἰσίν;
那我们和我们的父母又会如何呢?
ἆρʼ οὐκ εἰσί;
他们还健在吗?
τίς φράσειεν ἄν;
还是不健在了?
§578ἀκούσατʼ·
谁能告诉我们?
ἐς γὰρ δή τινʼ ἥκομεν λόγον, §579ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα §580κἀμοί.
[伊菲革涅亚]:听我说,因为我们有了一个提议,异乡人们啊,这不仅对你们有利,同时也对我的心愿有利。
τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται, §581εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει.
如果同一件事对所有人都令人满意,那么就会有最好的结果。
§582θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοι §583πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις, §584δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
如果我救了你,你是否愿意为我送一封信,前往阿耳戈斯,交给我那里的亲人,并带去一封书信?
§585ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν §586φονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕπο §587θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης;
那是一个可怜我的俘虏写下的,他并不认为我的手是他的杀害者,而是在女神的法律下,且女神认为这是公正的情况下而死。
§588οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν §589ἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰς §590πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
因为我过去没有一个人能回到阿耳戈斯替我传信,并在得救后将我的信件送给我亲人中的某一个。
§591σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς §592καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω — §593σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών, §594κούφων ἕκατι γραμμάτων σωτηρίαν.
但你——因为看起来你并不怀有恶意,且知道迈锡尼以及我所希望联络的人—— 活下去吧,你也将获得一份并不可耻的报酬:仅以传递微薄的文字,换取你的生命得救。
§595οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε, §596θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
而这个人,既然城邦强迫如此,就在与你分离后,成为献给女神的祭品吧。
§597καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη· §598τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
[俄瑞斯忒斯]:异乡的女人啊,你其他的话都说得很好,只有一点除外:因为让我看着他被宰杀,是一个沉重的负担。
§599ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς, §600οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
我是这趟灾难航行的领航者,而他因为我的劳苦才与我同舟共济。
§601οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲ §602χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
因此,以他的毁灭为代价换取我的恩惠,并让我自己逃脱灾祸,这并不公正。
§603ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου· §604πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν· §605ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω.
就这样办吧:把书信交给他,他会送到阿耳戈斯,这样对你也有好处;至于我,就让愿意的人杀了我吧。
τὰ τῶν φίλων §606αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς §607αὐτὸς σέσῳσται.
背弃朋友,将他抛入灾难之中,而自己却侥幸得救,这是最可耻的。
τυγχάνει δʼ ὅδʼ ὢν φίλος, §608ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω.
他恰好是我的朋友,我希望他看见光明的渴望,绝不亚于我自己。
§609ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινος
[伊菲革涅亚]:噢,多么高尚的灵魂!
§610ῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος.
你必定是出于某个高贵的根基,对朋友而言是真正真诚的朋友!
§611τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων §612ὅσπερ λέλειπται.
愿我留在后方的兄弟也是这样的人。
καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι, §613ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν.
异乡人们啊,因为我也并非没有兄弟,只是我见不到他。
§614ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν §615δέλτον φέροντα, σὺ δὲ θανῇ·
既然你如此渴望,我们就派这个人带着书信离去,而你则走向死亡。
πολλὴ δέ τις §616προθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.
看来某种强烈的热情正主宰着你,要救这个人。
§617θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
[俄瑞斯忒斯]:那么谁来献祭我,并承担这可怕的行径?
§618ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
[伊菲革涅亚]:我;因为我承担着这位女神的祭祀职责。
§619ἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
[俄瑞斯忒斯]:年轻的女人啊,这真是一件不令人羡慕、也不幸福的差事。
§620ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον.
[伊菲革涅亚]:但我们屈从于命运的必然,必须恪守职责。
§621αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
[俄瑞斯忒斯]:你亲自动手,以女子之身,用剑宰杀男子?
§622οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
[伊菲革涅亚]:不,我只是在你的头发周围洒上圣水。
§623ὁ δὲ σφαγεὺς τίς;
[俄瑞斯忒斯]:那么屠宰者是谁?
εἰ τάδʼ ἱστορεῖν με χρή.
如果我可以这样询问的话。
§624ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε.
[伊菲革涅亚]:神殿内部有人负责此事。
§625τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω;
[俄瑞斯忒斯]:我死之后,什么样的坟墓会接纳我?
§626πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας.
[伊菲革涅亚]:神殿内的圣火,以及岩石中宽阔的裂缝。
§627φεῦ·
[俄瑞斯忒斯]:唉!
§627aπῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
愿姐妹的手能为我收敛遗体!
§628μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ, §629ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
[伊菲革涅亚]:可怜的人啊,无论你是谁,你都许下了一个徒劳的愿望;因为她居住在远离这蛮荒之地的地方。
§630οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, §631ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν.
然而,既然你恰好是阿耳戈斯人,在我力所能及的范围内,我也绝不会吝啬我的恩惠。
§632πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, §633ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω, §634καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος §635ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
我会在你的墓上放上许多装饰,用黄色的油淋洒你的身体,还会将山中那淡黄色蜜蜂吐出的、凝聚花香的闪耀蜂蜜,投向你的火葬柴堆。
§636ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρων §637οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς.
那么,我去把书信从女神的神殿中拿来;但请你千万不要对我心怀怨恨。
§638φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ — §639ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
侍从们,守住他们,不要用绳索束缚—— 或许这能给我亲人中的某一个带来意想不到的——

词汇与语法注释

  1. §565ἐκείνη — ἐκείνη(那个女人/那个姑娘)在语境中指代前一行中提到的被献祭的女儿(即伊菲革涅亚自身,但她并不知情)。伊菲革涅亚感叹她以及杀死她的父亲阿伽门农是可怜的人。
  2. §566χάριν ἄχαριν — 行为的同格或宾语性说明,构成一种妙语/矛盾修辞法(“不蒙恩的恩惠”或“无报答的恩惠”),用以形容为了一个恶毒女人(海伦)而做出的荒谬牺牲。
  3. §575τοῖσιν εἰδόσιν — 与格 τοῖσιν εἰδόσιν 表示判断的基准或主体(“在知情者眼中”)。俄瑞斯忒斯从了解真相者的视角,感叹自己因相信阿波罗的神谕而走向毁灭(陷入困境)。
  4. §627aπῶς ἄν... ἄν — 双重 ἄν 配合希求法动词(περιστείλειεν),用以强调可能性极低的强烈愿望(“要是……该有多好”)。
  5. §639ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ — 随着伊菲革涅亚的退场,该句未完而中断(顿绝法/aposiopesis),暗示了接下来将发生的意想不到的转折(通过书信实现的戏剧性认亲)。

引用这一段

欧里庇得斯, 在陶里人那里的伊菲革涅亚 §565-639. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg013.humanitext-grc2:565-639

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。