Humanitext Reader

欧里庇得斯 · 在陶里人那里的伊菲革涅亚 §640-720

俄瑞斯忒斯与皮拉得斯的生死争辩

第 8 段,共 17 段 · 希腊语

内容简介

伊菲革涅亚退下取信后,俄瑞斯忒斯与皮拉得斯推测她的身份,并就两人的友谊以及谁应当在即将到来的祭祀中存活展开了激烈的争论。

§640πέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ, §641καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν §642λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
[伊菲革涅亚]:我会把信寄到阿耳戈斯,寄给我最爱的人;这封信将告诉他,他以为已经死去的人其实还活着,从而传达确切的喜悦。
§644κατολοφύρομαι σὲ τὸν χερνίβων §645ῥανίσι μελόμενον αἱμακταῖς.
[歌队]:我为你哀哭,你被那沾满鲜血的圣水滴所关注(成为牺牲)。
§646οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι.
[俄瑞斯忒斯]:因为这并不值得怜悯;相反,愿你们安好,异乡的女人。
§647σὲ δὲ τύχας μάκαρος, ὦ §648νεανία, σεβόμεθʼ, ἐς §649πάτραν ὅτι ποτʼ ἐπεμβάσῃ.
[歌队]:而你,年轻的人啊,我们祝贺你幸运的命运,因为你终将踏上祖国的土地。
§650ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων.
[皮拉得斯]:当朋友正在死去时,对朋友而言(幸存)绝非可羡慕之事。
§651ὦ σχέτλιοι πομπαί.
[歌队]:噢,悲惨的送行!
§652φεῦ φεῦ, διόλλυσαι.
唉,唉,你正在走向毁灭。
§653αἰαῖ αἰαῖ.
唉,唉!
πότερος ὁ μᾶλλον;
哪一个更甚?
§655ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, §656σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
因为我的心依然在双重的疑虑中动摇,是用我的哀歌先为你痛哭,还是为你?
§658Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
[俄瑞斯忒斯]:皮拉得斯,奉神之名,你也和我感同身受吗?
§659οὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
[皮拉得斯]:我不知道;你问我,而我却无法言说。
§660τίς ἐστὶν ἡ νεᾶνις;
[俄瑞斯忒斯]:那个年轻女人是谁?
ὡς Ἑλληνικῶς §661ἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνους §662νόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸν §663Κάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιον §664Ἀγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ με §665γυναῖκα παῖδάς τε.
她用多么纯正的希腊方式向我们询问伊利翁的苦难与阿开亚人的归来、精通鸟卜的卡尔卡斯、以及阿基琉斯的名字,她又是如何怜悯悲惨的阿伽门农,并向我询问他的妻子和孩子。
ἔστιν ἡ ξένη γένος §666ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε §667δέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν, §668ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς.
这个异乡女人必定是来自那里的阿耳戈斯人;否则,她决不会寄出信件并如此彻底地打听这些事,仿佛阿耳戈斯的安好与她命运相连一般。
§669ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις, §670πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα §671ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
[皮拉得斯]:你比我稍先了一步;你抢先说出了同样的话,除了一点:因为君王们的苦难,凡是对此有所关注的人都是知道的。
§672ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.
但我刚才在考虑另一个问题。
§673τίνʼ;
[俄瑞斯忒斯]:什么?
ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
如果你把它公开,你会理解得更好。
§674αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος· §675κοινῇ τʼ ἔπλευσα δεῖ με καὶ κοινῇ θανεῖν.
[皮拉得斯]:在你死去时让我看着光芒(活着)是可耻的;我与你同船共济,也必须与你共同赴死。
§676καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι §677Ἄργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί, §678δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί — §679προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνος §680ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι §681ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν, §682ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
因为我将在阿耳戈斯和福基斯那山谷深邃的土地上背负懦弱和邪恶的骂名,在众人眼中——因为众人多是邪恶的—— 我会被认为是以背叛你来换取自己独自生还,或者甚至是在你家族衰微之际谋杀了你,为了篡夺你的王权,借此娶你那身为女继承人的姐妹。
§683ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω, §684κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι §685καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, §686φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.
因此我害怕这些事,并以此为耻,绝不能不与你共同咽气、共同被杀、身体共同化为灰烬,因为我是你的朋友,且我害怕恶名。
§687εὔφημα φώνει·
[俄瑞斯忒斯]:别说这些不吉利的话!
τἀμὰ δεῖ φέρειν κακά, §688ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
我必须承受我自己的不幸,既然可以只承受单重的悲伤,我就绝不承受双重。
§689ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις, §690ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶ §691κτενῶ·
因为你所说的痛苦和可耻,如果我杀死了与我共患难的你,那同样也是我的。
τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει, §692πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
对我而言,承受着我从神明那里承受的命运来结束生命,并不是什么坏事。
§693σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχεις §694μέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
但你是幸福的,你拥有一个纯洁、没有衰微的家室,而我的家则是大逆不道且不幸的。
§695σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου §696κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν — §697ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμος §698πατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν.
如果你得救了,并与我交托给你为妻的我的姐妹生下孩子—— 我的名字就能留存,而我父祖的家室也绝不会因无后而消亡。
§699ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
所以,走吧,活下去,住在你父亲的家里。
§700ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς, §701πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε· §702τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι, §703καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
当你回到希腊,回到那产马的阿耳戈斯时,我以你的这只右手向你托付这些事:为我堆起坟墓,立下纪念碑,让我的姐妹为我的墓献上泪水和剪下的发丝。
§704ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸς §705γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.
并宣告我如何死于某个阿耳戈斯女人之手,在祭坛旁被血洗净而作牺牲。
§706καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ, §707ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
当你看到父家空虚、亲人离散时,绝不要背弃我的姐妹。
§708καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων, §709ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί, §710ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.
再见了;因为在我所有的朋友中,我发现你是我最亲爱的朋友,噢,我的狩猎伙伴,与我一同长大的人,分担了我无数灾祸重担的人。
§711ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο· §712τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδος §713ἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων.
然而福玻斯虽是预言者,却欺骗了我们;他设下诡计,因为对他以前的神谕感到羞愧,而把我们赶到了离希腊最远的地方。
§714ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις, §715μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.
我把一切都托付于他,并信了他的话,杀了自己的母亲,自己也随之毁灭。
§716ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος §717οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼ §718θανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον.
[皮拉得斯]:你的坟墓必定会建起,而我绝不背弃与你姐妹的婚约,可怜的人啊,因为比起你活着,你死后我将把你视为更深的知己。
§719ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πω §720μάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου.
然而神明的神谕至今尚未将你毁灭,尽管你确实已临近屠戮。

词汇与语法注释

  1. §641ζῶντας οὓς δοκεῖ θανεῖν — 关系代名词 `οὓς` 是不定式 `θανεῖν`(“死亡”)的发出者(宾格主语)。`δοκεῖ` 在此作非人称或“人们认为”解,整体构成宾格加不定式结构,意为“(人们)认为已经死去的人实际上正活着(`ζῶντας`)”。
  2. §671ὧν ἐπιστροφή τις ἦν — 关系代名词 `ὧν` 是中性复数属格,指代前述的 `τὰ τῶν βασιλέων παθήματα`(君王们的苦难),在名词 `ἐπιστροφή`(关注、留意)中充当宾格性属格(客体属格)。
  3. §688ἐξόν — 这是非人称动词 `ἔξεστι`(可以、可能)的中性单数宾格分词,用于宾格绝对(accusative absolute)结构,表示让步或条件:“既然(只承受单重悲伤)是可能的”。

引用这一段

欧里庇得斯, 在陶里人那里的伊菲革涅亚 §640-720. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg013.humanitext-grc2:640-720

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。