§491θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
[俄瑞斯忒斯]:我们懂得并了解这里的祭祀。
§492πότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένος
[伊菲革涅亚]:那么,你们当中哪一位在这里被称为皮拉得斯?
§493Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
我想首先知道这件事。
§494ὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῇ μαθεῖν.
[俄瑞斯忒斯]:就是这位,如果知道这件事确实能给你带来快乐的话。
§495ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
[伊菲革涅亚]:他是作为希腊哪一个城邦的公民出生的?
§496τί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
[俄瑞斯忒斯]:女人啊,即使知道了这件事,你又能多得到什么呢?
§497πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
[伊菲革涅亚]:你们是由同一位母亲所生的兄弟吗?
§498φιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι.
[俄瑞斯忒斯]:在友谊上是的;但我们并不是亲兄弟,女人啊。
§499σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ;
[伊菲革涅亚]:那么,生下你的父亲给你起了一个怎样的名字?
§500τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν.
[俄瑞斯忒斯]:按合情合理的说法,我应该被称为“不幸之人”。
§501οὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
[伊菲革涅亚]:我问的不是这个;这事你且留给命运吧。
§502ἀνώνυμοι θανόντες οὐ γελῴμεθʼ ἄν.
[俄瑞斯忒斯]:若不留姓名而死,我们便不会被嘲笑了。
§503τί δὲ φθονεῖς τοῦτο;
[伊菲革涅亚]:你为何吝啬于此?
ἦ φρονεῖς οὕτω μέγα;
难道你如此心高气傲吗?
§504τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
[俄瑞斯忒斯]:你要献祭的是我的身体,而不是我的名字。
§505οὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;
[伊菲革涅亚]:难道连你来自哪个城邦也不能告诉我吗?
§506ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
[俄瑞斯忒斯]:因为对于一个将死之人,你所询问的对我毫无益处。
§507χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
[伊菲革涅亚]:但究竟是什么阻碍你给予这小小的恩惠呢?
§508τὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι.
[俄瑞斯忒斯]:我宣称那著名的阿耳戈斯便是我的祖国。
§509πρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς;
[伊菲革涅亚]:凭神明起誓,异乡人啊,你真的是在那个地方出生的吗?
§510ἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι.
[俄瑞斯忒斯]:正是来自那曾经繁荣富庶的迈锡尼。
§511φυγὰς δʼ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
[伊菲革涅亚]:你是以流亡者的身份离开祖国的,还是由于什么别的命运?
§512φεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών.
[俄瑞斯忒斯]:某种意义上我是在流亡,既非自愿,却也是自愿。
§513ἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
[伊菲革涅亚]:那么,你能告诉我一些我想知道的事情吗?
§514ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
[俄瑞斯忒斯]:就当作我这不幸遭遇之外的一件微末之余事吧,我会说的。
§515καὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών.
[伊菲革涅亚]:实在是,你能从阿耳戈斯来到这里,正是我所渴望的。
§516οὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα.
[俄瑞斯忒斯]:至少对我自己而言并非如此;但若对你而言是,那便由你为此高兴吧。
§517Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος.
[伊菲革涅亚]:也许你听说过特洛伊,到处都在谈论它。
§518ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ.
[俄瑞斯忒斯]:但愿我从未知道它,连在梦中也不曾见过!
§519φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί.
[伊菲革涅亚]:人们说它已不复存在,被战矛所毁灭。
§520ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε.
[俄瑞斯忒斯]:事实确是如此,你所听到的并非虚言。
§521Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
[伊菲革涅亚]:那么海伦已经回到梅涅拉俄斯的府邸了吗?
§522ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι.
[俄瑞斯忒斯]:她回来了,但这归来却给我的一位亲人带来了灾祸。
§523καὶ ποῦ ʼστι;
[伊菲革涅亚]:她如今在哪里?
κἀμοὶ γάρ τι προυφείλει κακόν.
因为她也欠我一份恶报。
§524Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
[俄瑞斯忒斯]:她在斯巴达,与她以前的配偶共同生活。
§525ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ.
[伊菲革涅亚]:噢,这不仅是对我一人,也是对所有希腊人的可憎之物!
§526ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
[俄瑞斯忒斯]:我自己也确实从她的那场婚姻中得到了某种“好处”。
§527νόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται;
[伊菲革涅亚]:阿开亚人们的归还,是否如人们所宣告的那样实现了?
§528ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς.
[俄瑞斯忒斯]:你竟要把所有的事情一下子合起来向我追问。
§529πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω.
[伊菲革涅亚]:因为在你死前,我希望能得到这个满足。
§530ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ.
[俄瑞斯忒斯]:既然你渴望知道,就尽管问吧,我会回答的。
§531Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
[伊菲革涅亚]:那个叫卡尔卡斯的预言家,是否也从特洛伊回来了?
§532ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
[俄瑞斯忒斯]:他已经死了,这是迈锡尼人那里的传闻。
§533ὦ πότνιʼ, ὡς εὖ.
[伊菲革涅亚]:噢,尊贵的女神啊,这太好了!
— τί γὰρ ὁ Λαέρτου γόνος;
——那么拉厄耳忒斯的儿子又如何呢?
§534οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος.
[俄瑞斯忒斯]:他还没有回到家乡,但据说他还活着。
§535ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών.
[伊菲革涅亚]:愿他毁灭,永远无法踏上归国之路!
§536μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
[俄瑞斯忒斯]:莫要诅咒他,他的一切境遇都已深陷灾祸。
§537Θέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
[伊菲革涅亚]:那么,涅瑞伊得斯忒提斯的孩子还健在吗?
§538οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι.
[俄瑞斯忒斯]:他不在了;在奥利斯,他虚伪地结了婚。
§539δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
[伊菲革涅亚]:确实是虚假的,正像承受这痛苦的人所知道的那样。
§540τίς εἶ ποθʼ;
[俄瑞斯忒斯]:你究竟是谁?
ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος.
你对希腊的事怎么打听得如此详尽。
§541ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην.
[伊菲革涅亚]:我正是来自那里;还在孩童之时,我就被毁了。
§542ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι.
[俄瑞斯忒斯]:女人啊,那么你渴望知道那里的事情也是理所当然的。
§543τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν;
[伊菲革涅亚]:那么,那个被人们说成是享有福祉的统帅又如何了?
§544τίς;
[俄瑞斯忒斯]:谁?
οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων.
因为我所知道的那一位绝不在幸福之人列。
§545Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.
[伊菲革涅亚]:据说是阿特柔斯之子,那位阿伽门农国王。
§546οὐκ οἶδʼ·
[俄瑞斯忒斯]:我不知道。
ἄπελθε τοῦ λόγου τούτου, γύναι.
女人啊,避开这个话题吧。
§547μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε.
[伊菲革涅亚]:凭神明起誓,请不要这样,异乡人啊,快告诉我,好让高兴高兴。
§548τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα.
[俄瑞斯忒斯]:那个不幸的人已经死了,并且在死时还连累了另一个人。
§549τέθνηκε;
[伊菲革涅亚]:死了?
ποίᾳ συμφορᾷ;
是因为什么灾祸?
τάλαινʼ ἐγώ.
哀怜的我啊!
§550τί δʼ ἐστέναξας τοῦτο;
[俄瑞斯忒斯]:你为何为此叹息?
μῶν προσῆκέ σοι;
难道他与你有什么亲缘关系吗?
§551τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω.
[伊菲革涅亚]:我是在为他从前的荣华富贵而叹息。
§552δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
[俄瑞斯忒斯]:是啊,因为他死得极为惨烈,是被一个女人杀害的。
§553ὦ πανδάκρυτος ἡ κτανοῦσα χὡ κτανών.
[伊菲革涅亚]:噢,无论是杀人者还是被杀者,都实在令人痛哭流涕!
§554παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα.
[俄瑞斯忒斯]:那么,现在就此作罢,不要再问下去了。
§555τοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.
[伊菲革涅亚]:至少再问这一个:那个不幸之人的妻子还活着吗?
§556οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν.
[俄瑞斯忒斯]:她不在了;她亲生下的儿子把她杀死了。
§557ὦ συνταραχθεὶς οἶκος.
[伊菲革涅亚]:噢,这彻底陷入混乱的家门!
ὡς τί δὴ θέλων;
他究竟是出于什么目的而行此事的?
§558πατρὸς θανόντος τήνδε τιμωρούμενος.
[俄瑞斯忒斯]:为了给死去的父亲复仇,他惩罚了她。
§559φεῦ·
[伊菲革涅亚]:唉!
§559aὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
虽是一件恶事,但他行使正义是何等彻底!
§560ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.
[俄瑞斯忒斯]:然而,他虽行了正义,但在神明那里却并未获得好运。
§561λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
[伊菲革涅亚]:那么阿伽门农在府中还留有其他的后代吗?
§562λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
[俄瑞斯忒斯]:他只留下了一位处女女儿,名叫厄勒克特拉。
§563τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
[伊菲革涅亚]:那么,那个被宰杀献祭的女儿,还有什么关于她的传闻吗?
§564οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
[俄瑞斯忒斯]:毫无传闻,只知道她已经死了,不再得见光明。