Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §955-1038

海伦的自我辩护与赫卡柏的反驳

第 11 段,共 14 段 · 希腊语

内容简介

海伦辩称自己是被强行带走且曾试图逃跑,但赫卡柏反驳称海伦完全是出于个人的虚荣与欲望自愿追随帕里斯,并促请墨涅拉俄斯对其执行死刑。

§955ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι §956πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί, §957οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων §958πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
我正是为此而努力;而我的证人则是塔楼的门卫和城墙上的瞭望者,他们经常发现我用编织的绳索把这个身体偷偷降到地面,从胸墙上。
§961πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,
丈夫啊,那么我怎能理所当然地死去,由你公正地处死?
§962πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ, §963τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων §964πικρῶς ἐδούλευσʼ;
我被那个人强行娶走,而家里带来的那些东西,代替了胜利的奖赏,我痛苦地服役为奴?
εἰ δὲ τῶν θεῶν κρατεῖν §965βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.
但如果你想战胜神明,你这愿望便是愚蠢的。
§966βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ §967πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει §968καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.
歌队:王后啊,请保护你的孩子们和祖国,破除这女子的说服力,因为她虽作恶却说得动听;这确实是可怕的。
§969ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι §970καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
赫卡柏:首先,我将成为女神们的盟友,并证明这个女人说的不是公道话。
§971ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα §972οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ, §973ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα, §974Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ, §975εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι §976ἦλθον πρὸς Ἴδην.
因为我不认为赫拉和处女帕拉斯会愚蠢到这种地步,以至于一个把阿耳戈斯卖给蛮族,而帕拉斯会让雅典有朝一日奴役于弗里吉亚人,如果她们只是为了关于美貌的游乐和虚荣而前往伊达山。
τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ §977Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;
究竟是为了什么,女神赫拉会抱有如此巨大的美貌之欲?
§978πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;
难道是为了得到比宙斯更好的丈夫?
§979ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη — §980ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο, §981φεύγουσα λέκτρα;
还是雅典娜在寻求与哪位神明联姻—— 她向父亲请求了终身贞洁,逃避婚床的人?
μὴ ἀμαθεῖς ποίει θεὰς §982τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
不要通过装饰你自己的恶行而使她们变得愚蠢,免得你无法说服聪明人。
§983Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς — §984ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
你说塞浦路斯人——这真是天大的笑话—— 同我的儿子一起登门拜访墨涅拉俄斯的住宅。
§985οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ §986αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
难道她不能安分地留在天上,把连同阿米克莱在内的你带到伊利翁吗?
§987ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, §988ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις· §989τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς, §990καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
我的儿子容貌极其出众,而你的心一看见他,便化作了塞浦路斯人;因为凡人的一切愚蠢对他们来说就是阿佛洛狄忒,而这女神的名字正当地从“愚蠢”(aphrosyne)开始。
§991ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι §992χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.
你一看见他身穿蛮族衣裳,在黄金中闪烁,你的心便陷入狂热。
§993ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου, §994Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν §995χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν §996δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω §997μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
因为在阿耳戈斯,你只拥有微少的东西,一旦摆脱了斯巴达,你便指望用挥霍来淹没那流淌着黄金的弗里吉亚之城;墨涅拉俄斯的府邸并不足以容纳你任性的奢侈傲慢。
§998εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν· §999τίς Σπαρτιατῶν ᾔσθετʼ;
好啊;因为你说我的儿子强行带走了你;斯巴达人中有谁察觉到了?
ἢ ποίαν βοὴν §1000ἀνωλόλυξας — Κάστορος νεανίου §1001τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω;
或者你发出了什么样的呼喊——在年轻的卡斯托尔和他的孪生兄弟还活着,尚未升上星空之时?
§1002ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου §1003κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία, §1004εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι, §1005Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς §1006ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν· §1007εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
但当你来到特洛伊,而阿耳戈斯人追踪你的足迹,发生枪矛的争斗时,如果向你报告说这个人的势力占了上风,你就会赞美墨涅拉俄斯,好让我的儿子感到苦恼,因为有一个强大的情敌;但如果特洛伊人走运,这个人便什么都不是了。
§1008ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως §1009ἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες.
你看着运势,苦心钻营以求顺应它,而不愿追求美德。
§1010κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις §1011πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως;
而现在你却说,你从塔楼放下编织的绳索以偷走你的身体,仿佛你是违心地留下来?
§1012ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένη §1013ἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴ
你究竟在哪里被发现,是在系紧绞索,还是在磨砺刀刃?
§1014δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
这是一个高尚的妇人思念前夫时会做的事啊。
§1015καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις· §1016Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους §1017ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰς §1018πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης §1019Ἕλληνας ἡμᾶς τε.
然而我确实多次常常劝诫你: “女儿啊,走吧;我的儿子们会举行别的婚礼,而我会把你送到阿开亚人的船上,暗中协助你逃走;以此停止希腊人和我们之间的战斗。
ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.
”但这对你来说是难以忍受的。
§1020ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις §1021καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες· §1022μεγάλα γὰρ ἦν σοι.
因为你在亚历山大的宅邸里狂妄放肆,并且希望受到蛮族人的顶礼膜拜;因为这些对你来说是了不起的事。
— κἀπὶ τοῖσδε σὸν δέμας §1023ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει §1024τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα·
——而在这些事之后,你装扮好身体,走了出来,并且和丈夫看着同一片天空,哦,可唾弃的头颅!
§1025ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, §1026φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην §1027ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον §1028ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
你本该穿着破败的衣裳、卑微地,因恐惧而颤抖,剃光了头发前来的,对于先前的过错,应当保有着多于无耻的贞洁之美。
§1029Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον, §1030στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν §1031σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς §1032γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
墨涅拉俄斯,为了让你知道我将在何处结束我的发言,杀死这个女人,以配得上你自己的方式,为希腊戴上冠冕,并为其他女人立下这一条规矩,凡是背叛丈夫的女人都必须死。
§1033Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν §1034τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος, §1035ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.
歌队:墨涅拉俄斯啊,请以配得上你的先祖和家族的方式惩罚你的妻子,并为希腊免除对女性的污名,向敌人显现出你的高贵。
§1036ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου, §1037ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν §1038ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
墨涅拉俄斯:你与我得出了完全一致的看法,即这个女人是自愿离开我的家,前往异国的床榻;而塞浦路斯人不过是借口……

词汇与语法注释

  1. 962ἣν — 关系代名词 ἣν 的先行词是动词 θνῄσκοιμʼ(“我将死”)中所隐含的第一人称单数“我”(海伦)。这一关系从句说明了海伦自身所处的荒谬境地(一方面被强娶,另一方面做牛做马)。
  2. 990Ἀφροδίτη — 这里利用了女神阿佛洛狄忒(Ἀφροδίτη)的名字与表示“愚蠢”的词(ἀφροσύνη)之间的音近关系进行语源学双关。以此来说明,凡人的愚行(μῶρα)才是这位爱欲女神的本质。
  3. 1023δέμας — 宾格 δέμας(“身体”)与不及物动词 ἐξῆλθες(“你走出来”)以及分词 ἀσκήσασα(“打扮”)连用,在此起到了类似反身代词(“你自己”)或宾格的作用,用以强调她是有意精心装扮后才在丈夫面前现身的。

引用这一段

欧里庇得斯, 特洛伊妇女 §955-1038. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:955-1038

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。